← 新約聖書

ローマの信徒への手紙

§2.1-2.29

神の公平な裁きと律法の実践による義

パウロは他人を裁きながら自らも罪を犯す者の自己欺瞞を暴き、神の公平な裁きは民族や律法の所有ではなく実際の行いと心のあり方に基づくと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1

Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ1 γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων·

それゆえ、人を裁く者よ、あなたには誰であれ弁解の余地がない。他者を裁くその事において、自分自身を有罪と定めているからである。裁くあなた自身が同じことを行っているのだ。

§2.2

οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστὶν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.

神の裁きが、このようなことを行う者たちに対して真理にかなっていることを、私たちは知っている。

§2.3

λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ;

それとも、このようなことを行う者たちを裁きながら自らもそれを行っている人よ、あなたは神の裁きを逃れられるとでも思っているのか。

§2.4

ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει;

あるいは、神のいつくしみがあなたを悔い改めへと導いていることを知らずに、その豊かな慈愛と寛容と忍耐を軽んじているのか。

§2.5

κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ὃς "ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·."

自らのかたくなさと悔い改めのない心に従って、あなたは怒りの日、すなわち神の義しい裁きが現れる日のために、自らに怒りを蓄えているのである。神は、「おのおのにその行いに応じて報いられる」。

§2.7

τοῖς μὲν καθʼ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον·2 τοῖς δὲ ἐξ ἐριθίας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός, θλίψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·

善い行いにおける忍耐によって栄光と誉れと不滅を求める者たちには永遠の命を〔与え〕、徒党を組み、真理に従わず不義に従う者たちには怒りと憤りがある。悪を行うすべての人の魂に苦難と苦悩が臨む、ユダヤ人を初めとしてギリシア人にも。

§2.10

δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·

しかし善を行うすべての人に栄光と誉れと平和がある、ユダヤ人を初めとしてギリシア人にも。

§2.11

οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ.

神の前には分け隔てがないからである。

§2.12

Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται·

律法なしに罪を犯した者はみな、律法なしに滅び、律法の下で罪を犯した者はみな、律法によって裁かれる。

§2.13

οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ [τῷ] θεῷ, ἀλλʼ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.

神の前で義とされるのは律法を聞く者ではなく、律法を行う者が義とされるからである。

§2.14

ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσὶν νόμος·

律法を持たない異邦人が、本性に従って律法の命じる事柄を行うとき、彼らは律法を持たなくても、自分自身が自分にとっての律法なのである。

§2.15

οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συνμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ἐν ᾗ ἡμέρᾳ κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ.

彼らは律法の要求する行いがその心に記されていることを示しており、彼らの良心もそれとともに証しし、彼ら相互の思いが互いを責めたり、あるいは弁明したりしている。これは、神が私の福音に従い、キリスト・イエスによって人々の隠れた事柄を裁かれるその日に明らかとなる。

§2.17

Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ,— ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;

もしあなたがユダヤ人と名乗り、律法により頼み、神を誇りとし、律法から教えを受けて御心を知り、より優れたことを見分けることができ、盲人の手引きであり、暗闇にいる者たちの光であり、愚かな者たちの導き手、幼子の教師であり、律法の中に知識と真理の形相を持っていると確信しているなら、――それなら他者を教えるあなたは、自分自身を教えないのか。盗むなと宣べ伝えるあなたが盗むのか。

§2.22

ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς;

姦通するなと言うあなたが姦通するのか。偶像を忌み嫌うあなたが神殿を略奪するのか。

§2.23

ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις;

律法を誇りとするあなたが、律法の違反によって神を侮辱するのか。

§2.24

"τὸ" γὰρ "ὅνομα τοῦ θεοῦ διʼ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν," καθὼς γέγραπται.

「神の 名は、あなたがたのゆえに異邦人の間で冒涜されている」と書かれているとおりである。

§2.25

περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.

律法を行うなら割礼は確かに益となる。しかしあなたが律法の違反者であるなら、あなたの割礼は無割礼となったのである。

§2.26

ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;

それゆえ、もし無割礼の者が律法の義の要求を守るなら、その無割礼は割礼と見なされるではないか。

§2.27

καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.3

そして、生まれながらの無割礼の者が律法を全うするなら、文字と割礼を持ちながら律法を踏み越えるあなたを裁くであろう。

§2.28

οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή·

外見上のユダヤ人がユダヤ人ではなく、肉の外見上の割礼が割礼ではないからである。

§2.29

ἀλλʼ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλʼ ἐκ τοῦ θεοῦ.

むしろ隠れたユダヤ人こそがユダヤ人であり、文字によらず霊による心の割礼こそが割礼なのである。その人の誉れは人からではなく、神から生じるのである。

構文注3 件
  1. 2.1ἐν ᾧ

    関係代名詞 ᾧ の先行詞を文脈的状況(「〜する点において」「〜するそのことにおいて」)と解釈する。時を表す接続詞的用法(「〜する間に」)や原因(「〜ゆえに」)の解釈も文法上可能であるが、直後の σεαυτὸν κατακρίνεις(自分自身を断罪している)との対応関係から、他者を裁くまさにその同じ行為・領域において自己断罪が成立しているという限定・局面を示す用法として解した。

  2. 2.7τοῖς μὲν καθʼ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον

    直前の ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ から主動詞 ἀποδώσει が補われて機能する構文。与格句 τοῖς ... ζητοῦσιν(求める者たちに)に対し、対格の目的語 ζωὴν αἰώνιον(永遠の命を)が対応している。続く節(τοῖς δὲ ... ὀργὴ καὶ θυμός)では主格の名詞が置かれて文構造が交替する破格構文(anacoluthon)が見られる。

  3. 2.27τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου

    前置詞 διά に属格が後続し、「〜を通して」という手段ではなく、付帯状況・条件(「文字と割礼を持ちながら」「それらの特権を備えながら」)を表す用法。定冠詞 τὸν が παραβάτην(違反者)を修飾し、その間に挿入された διὰ γράμματος καὶ περιτομῆς が違反行為の状況や特権的境遇を提示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:2.1-2.29