- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:9.22-9.43
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ダマスコで命を狙われたサウロは脱出してエルサレムへ向かい、バルナバの仲介で弟子たちに受け入れられた後、さらにタルソスへ送られる。一方ペトロは各地を巡回し、リュダで中風のアイネアを癒やし、ヤッファで死んだタビタを蘇生させる。
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συνβιβάζων1 ὅτι οὗτός ἐστιν ὁ χριστός.
しかしサウロはますます力を得て、この方こそがキリストであると論証し、ダマスコに住むユダヤ人たちを狼狽させました。
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν.
かなりの日数が過ぎたころ、ユダヤ人たちは彼を殺害することを謀議しました。しかし彼らの陰謀はサウロの知るところとなりました。
παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
彼らは彼を殺そうとして、昼も夜も城門を見張っていました。
λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σφυρίδι.
そこで彼の弟子たちが夜のあいだに彼を連れ出し、籠に乗せて城壁から吊り降ろしました。
Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
エルサレムに着くと、サウロは弟子たちに加わろうと試みましたが、彼らはみな、彼が弟子であることを信じられず、彼を恐れていました。
Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ.
しかしバルナバが彼を引き取って使徒たちのもとへ連れて行き、彼が道中でどのように主を見たか、主がどのように彼に語りかけられたか、またダマスコでどのようにイエスの御名によって大胆に語ったかを彼らに詳しく説明しました。
καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
こうしてサウロはエルサレムで彼らと共に出入りし、主の御名によって大胆に語り、ヘレニストたちに向かって語りかけ、議論しました。しかし彼らは彼を殺そうと企てていました。
ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισαρίαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
兄弟たちはそれを知ると、彼をカイサリアへと連れ下り、タルソスへと送り出しました。
Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρίας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
こうして教会はユダヤ、ガリラヤ、サマリアの全土にわたって平和を保ち、建て上げられ、主への恐れと聖霊の慰めの中を歩んで、数を増していきました。
ΕΓΕΝΕΤΟ ΔΕ ΠΕΤΡΟΝ διερχόμενον διὰ πάντων2 κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα, εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
さてペトロは、すべての人々のもとを巡回しているときに、リュダに住む聖徒たちのところへも下って行きました。そこで彼は、中風を患って八年間床に伏していたアイネアという名の男に出会いました。
καὶ εἶπεν αὐτῷ ὁ Πέτρος Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
ペトロは彼に言いました。「アイネア、イエス・キリストがあなたを癒やしてくださる。起きて、自分で床を整えなさい。」すると直ちに彼は起き上がりました。
καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
リュダとサロンに住む人々はみな彼を見て、主へと立ち帰りました。
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβειθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.3
さてヤッファに、名をタビタ、訳すとドルカスと呼ばれる女性の弟子がいました。彼女は自分がしていた良い行いと施しに満ちていました。
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν·4 λούσαντες δὲ ἔθηκαν ἐν ὑπερῴῳ.
ところがそのころ、彼女は病気になって息を引き取りました。人々は遺体を洗い、屋根の上の部屋に安置しました。
ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν·
リュダはヤッファに近かったので、弟子たちはペトロがそこにいると聞き、二人の男を彼のもとへ遣わし、「どうかためらわずに私たちのところまで来てください」と懇願しました。
ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς.
そこでペトロは立って彼らと共に出かけました。彼が到着すると、人々は彼を屋根の上の部屋へ案内しました。やもめたちがみな泣きながら彼のそばに寄り、ドルカスが彼女たちと一緒にいたときに作っていた下着や上着を見せました。
ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν Ταβειθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
ペトロはみなを外に出し、ひざまずいて祈りました。そして遺体の方を向いて、「タビタ、起き上がりなさい」と言いました。すると彼女は目を開き、ペトロを見て起き直りました。
δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
ペトロは彼女に手を差し伸べて立たせ、聖徒たちややもめたちを呼んで、生きている彼女を彼らの前に示しました。
γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
このことはヤッファ全土に知れ渡り、多くの人々が主を信じました。
Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
そしてペトロは、皮なめし職人のシモンという人のもとで、ヤッファにかなりの日数滞在しました。
- 9.22συνβιβάζων
現在分詞能動態。「(諸証拠を)照合・結合して立証する」「論証する」の意。続くὅτι節(「この方こそがキリストであるということ」)を目的語として導き、サウロが聖書の証拠などを突き合わせてイエスがメシアであることを論証していた様を示している。
- 9.32διὰ πάντων
πάντων は男性複数(「すべての聖徒/信徒たちの間を」)とも中性複数(「あらゆる地方/場所を」)とも解釈可能であるが、直後に「リュダに住む聖徒たちのもとへも下って行った」と人間を対象とした記述が続くことから、先行するキリスト者たちの群れ全体を指す男性複数(「すべての人々・信徒たちのもとを巡って」)として解釈するのが文脈上自然である。
- 9.36ὧν ἐποίει
関係代名詞の格の牽引(attractio relativi)。本来は動詞 ἐποίει(不完了過去)の直接目的語として対格 ἅ となるべきところが、先行詞である属格名詞(ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν)に引きずられて属格 ὧν に格変化している。
- 9.37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν
非人称の ἐγένετο に対格不定詞構文(ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν)が主語として後続する構文。不定詞 ἀποθανεῖν の意味上の主語が対格の αὐτήν であり、一致するアオリスト分詞 ἀσθενήσασαν が「病気になって死んだ」という時間的先行ないし原因を表している。
