- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg005.humanitext-grc2:28.1-28.31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
難破を経てマルタ島に無事上陸したパウロ一行は、毒蛇の害を免れ病人を癒やす奇跡ののち、ローマへと旅立って到着を果たす。パウロは現地のユダヤ人指導者たちを招いて福音を宣べ伝え、信じない者たちに対して異邦人への救いの広がりを告げると、二年間自らの借家で妨げなく神の国を宣教し続けた。
Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελιτήνη ἡ νῆσος καλεῖται.
そして救われてから、私たちはその島がメリテと呼ばれていることを知った。
οἵ τε βάρβαροι παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψύχος.
現地の人々は、私たちに並大抵でない親切を示してくれた。雨が降り出し、寒かったので、彼らは焚き火を熾して私たち全員を迎え入れてくれたのである。
συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.1
パウロが柴の束を集めて火にくべると、熱気のせいで一匹の毒蛇が出てきて、彼の手にとりついた。
ὡς δὲ εἶδαν οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασεν.2
現地の人々は、その生き物が彼の手からぶら下がっているのを見ると、互いに言った。「この男はまちがいなく人殺しだ。海からは救われたものの、正義の女神が生かしておくことを許さなかったのだ」。
ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
しかし彼はその生き物を火の中に振り落とし、何の害も受けなかった。
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
彼らは彼が腫れ上がってくるか、あるいは急に倒れて死ぬのではないかと待っていた。しかし、いくら待っても彼の身に何の異常も起こらないのを見て、彼らは考えを変え、彼を神であると言い始めた。
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ἡμέρας τρεῖς φιλοφρόνως ἐξένισεν.
さて、その場所の近隣に、プブリウスという名の島の首長の所領があった。彼は私たちを温かく迎え入れ、三日のあいだ親切にもてなしてくれた。
ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
ちょうどプブリウスの父が熱病と赤痢に苦しんで床に就いていたので、パウロは彼のところに入り、祈りを捧げ、両手を置いて彼を癒やした。
τούτου δὲ γενομένου [καὶ] οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
このことが起こると、島の中にいたほかの病気の人々もやって来て、次々に癒やされた。彼らは私たちを多くの礼をもって遇し、出航の際には必要な品々を船に積み込んでくれた。
Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρινῷ, παρασήμῳ Διοσκούροις.
三か月後、私たちはその島で冬を越していたアレクサンドリアの船、ディオスクロイの船飾りをもつ船で出航した。
καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, ὅθεν περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον.
そしてシラクサに寄港して三日間滞在し、そこから錨を上げてレギオンに到着した。
καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν3 εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρʼ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
そして一日経つと南風が吹いてきたので、二日目にポティオリに着いた。そこで兄弟たちを見出し、彼らのもとに七日間滞在するよう勧められた。そしてこのようにして私たちはローマへとやって来た。
κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
そこから兄弟たちは私たちのことを聞き及んで、アッピウス市場や三軒宿のところまで私たちを迎えに出て来てくれた。彼らを見てパウロは神に感謝し、勇気を得た。
Ὅτε δὲ εἰσήλθαμεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθʼ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
私たちがローマに入ったとき、パウロには、自分を監視する兵士一人とともに、単独で暮らすことが許された。
Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συνκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς Ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἰεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
三日後、彼はユダヤ人の指導者たちを呼び集めた。彼らが集まると、彼はこう言った。「兄弟である皆さん、私は民や先祖の慣習に背くようなことは何もしていないのに、囚人としてエルサレムからローマ人の手に引き渡されました。彼らは私を取り調べたうえで、私に死罪に当たる理由が何もないので釈放しようと望んだのです。
ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν.
しかしユダヤ人たちが反対したため、私はカエサルに上訴せざるを得なくなりました。自分の同胞を何かしら訴えようとしたわけではありません。
διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, εἵνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.4
ですから、この理由のために皆さんにお会いし、語り合いたいと願い出たのです。なぜなら、私はイスラエルの希望のために、この鎖をまとっているからです」。
οἱ δὲ πρὸς αὐτὸν εἶπαν Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
すると彼らは彼に言った。「私たちはあなたについてユダヤから手紙を受け取ってもいませんし、やって来た兄弟の誰かがあなたについて悪い知らせをもたらしたり、悪く言ったりしたこともありません。
ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστὶν ὅτι πανταχοῦ ἀντιλέγεται.
しかし、あなたがどう考えているのかを、あなた自身から聞くのがふさわしいと考えます。実際、この分派については、至る所で反対の声が上がっていることが私たちにも知られているからです」。
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθαν πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωυσέως καὶ τῶν προφητῶν ἀπὸ πρωὶ ἕως ἑσπέρας.
そして彼らは日を定めて、より多くの人々が宿所にいた彼のところにやって来た。パウロは朝から夕方まで、神の国について証言し、モーセの律法と預言者の書とからイエスについて彼らを説得しようと努めながら、説き明かした。
Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν, ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαίου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν λέγων "Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·"
そして、ある者たちは語られたことを信じ、ある者たちは信じようとしなかった。彼らが互いに意見が合わないまま立ち去ろうとしたとき、パウロは一言こう言った。「聖霊が預言者イザヤを通してあなたがたの先祖に語られたことは、まさにそのとおりです。こう言われました。 『 この民のところへ行って言え。 あなたがたは聞くには聞くが、決して悟ることはなく、 見るには見るが、決して知ることはない。 』
" ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς."
『 この民の心は鈍くなり、 その耳は聞こえにくくなり、 その目を閉じてしまったからである。 彼らが目で見ることも、 耳で聞くことも、 心で悟って立ち返ることもなく、 私が彼らを癒やすこともないためである』。
γνωστὸν οὖν ὑμῖν ἔστω ὅτι "τοῖς ἔθνεσιν" ἀπεστάλη τοῦτο "τὸ σωτήριον τοῦ θεοῦ·" αὐτοὶ καὶ ἀκούσονται.
それゆえ、あなたがたは知っておくがよい。 『異邦人に』 この 『神の救い』 が送られたのだということを。彼らこそ耳を傾けるであろう」。
Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
彼は自ら借りた家に丸二年間とどまり、自分を訪ねて来る人々をすべて迎え入れて、神の国を宣べ伝え、主イエス・キリストに関する事柄を、全くはばかることなく、妨げられずに教え続けた。
- 28.3καθῆψε τῆς χειρὸς αὐτοῦ
動詞 καθάπτω(ここでは能動態アオリスト καθῆψε)に部分・接触を表す属格 τῆς χειρός が結びついた構文。「彼の手にかみついた/とりついた」の意。中動態 καθάπτομαι のみならず、能動態でも目的語となる身体部位を属格で取ることがある。
- 28.4ἡ δίκη ζῇν οὐκ εἴασεν
擬人化された「正義(復讐の女神)」が主語。アオリスト εἴασεν は、パウロが毒蛇に咬まれた時点で「すでに生かしておくことを許さなかった(死が確定した)」と島民が見なした確定的・結果的ニュアンスを表す叙述的アオリスト。
- 28.13δευτεραῖοι ἤλθομεν
序数詞形容詞 δευτεραῖος が主語(私たち)と同格に置かれ、副詞句的に「二日目に(到着した)」という意味を表すギリシア語特有の表現。副詞や前置詞句(τῇ δευτέρᾳ ἡμέρᾳ 等)の代わりに主語述語的一致を取る形容詞が用いられている。
- 28.20τὴν ἅλυσιν ταύτην περίκειμαι
動詞 περίκειμαι は本来「周りにある」という自動詞だが、能動使役の περιτίθημι(〜を身につけさせる)の受動または中動的意味(「〜を身にまとっている、〜に縛られている」)を帯び、直接目的語(対格 τὴν ἅλυσιν ταύτην)を伴う。いわゆる保留対格(retained accusative)ないし目的語対格を伴う構文。
