← 新約聖書

マタイによる福音書

§26.52-26.75

最高法院でのイエスの審問とペトロの否認

イエスは暴力による抵抗を制して自ら捕縛を受け入れ、大祭司の最高法院で死刑判決を下される。一方、中庭で見守っていたペトロは予告通りイエスを三度否認し、激しく慟哭する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§26.52

τότε λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται·

そのとき、イエスは彼に言われた。「あなたの剣をもとのところへ納めなさい。剣を取る者はみな、剣によって滅びるのである。

§26.53

ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;

それとも、わたしが父にお願いして、十二軍団より多くの御使いたちを今すぐそばに配備していただくことができないとでも思うのか。

§26.54

πῶς οὖν πληρωθῶσιν1 αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;

それでは、このように起こらねばならないとする聖書はどうして成就されようか。」

§26.55

Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.

その時、イエスは群衆に言われた。「強盗に対するように、剣や棒を持ってわたしを捕らえに来たのか。わたしは毎日、宮で座って教えていたのに、あなたがたはわたしを捕らえなかった。

§26.56

Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

しかし、これらすべてが起こったのは、預言者たちの聖書が成就するためである。」そのとき弟子たちはみな、イエスを見捨てて逃げ去った。

§26.57

Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καιάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.

イエスを捕らえた者たちは、学者たちや長老たちが集まっていた大祭司カヤパのもとへと連れて行った。

§26.58

ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ [ἀπὸ] μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.

ペトロは遠くからイエスに従い、大祭司の中庭まで行き、中に入って、結末を見届けようと下役たちと一緒に座っていた。

§26.59

οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν, καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων.2 ὕστερον δὲ προσελθόντες δύο εἶπαν Οὗτος ἔφη Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.

祭司長たちと最高法院の全員は、イエスを死刑にするために彼に対する偽証を求めていた。多くの偽証人が進み出たが、得られなかった。しかし後に二人が進み出て言った。「この男は『わたしは神の神殿を打ち倒し、三日でそれを建てることができる』と言いました。」

§26.62

καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα.

大祭司は立ち上がってイエスに言った。「何も答えないのか。この者たちがお前に対して証言しているのは何なのか。」しかしイエスは沈黙しておられた。

§26.63

καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς3 εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.

そこで大祭司は彼に言った。「生ける神にかけて命じる。お前が神の子、キリストであるのかどうか、われわれに言いなさい。」

§26.64

λέγει αὐτῷ ὁ Ἰησοῦς Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε "τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. "

イエスは彼に言われた。「あなたが言いました。しかし、あなたがたに言う。今から後、あなたがたは 『人の子が力ある方の右に座し、天の雲に乗って来る』のを見るであろう。」

§26.65

τότε ὁ ἀρχιερεὺς διέρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν·

そのとき、大祭司は自分の衣を引き裂いて言った。「冒涜した。これ以上、われわれに何の証人が必要か。見よ、今あなたがたはその冒涜を聞いたのだ。

§26.66

τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν Ἔνοχος θανάτου ἐστίν.

あなたがたはどう思うか。」彼らは答えて言った。「死罪に当たる。」

§26.67

Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν λέγοντες Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

そのとき、彼らはイエスの顔につばを吐きかけ、拳で殴りつけた。ある者たちは平手打ちをして、こう言った。「キリストよ、われわれに預言してみよ。お前を打ったのは誰だ。」

§26.69

Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου·

ペトロは外の中庭に座っていた。すると一人の女中が彼のもとに来て言った。「あなたもガリラヤ人イエスと一緒にいた。」

§26.70

ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων Οὐκ οἶδα τί λέγεις.

しかし彼はすべての人の前で否定して言った。「あなたが何を言っているのか分からない。」

§26.71

ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη4 καὶ λέγει τοῖς ἐκεῖ Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.

彼が門口へと出て行くと、別の女中が彼を見て、そこにいた者たちに言った。「この男はナザレ人イエスと一緒にいた。」すると彼は再び誓って、「そんな人は知らない」と否定した。

§26.73

μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ·

少しの後、居合わせた者たちが近づいて来てペトロに言った。「確かにあなたも彼らの仲間だ。あなたの話し言葉があなたを明らかに示している。」

§26.74

τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθὺς ἀλέκτωρ ἐφώνησεν·

そのとき彼は呪いをかけ、また誓って、「そんな人は知らない」と言い始めた。するとすぐに鶏が鳴いた。

§26.75

καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

そしてペトロは、「鶏が鳴く前に、あなたは三度わたしを知らないと言うであろう」と言われたイエスの言葉を思い出し、外に出て激しく泣いた。

構文注4 件
  1. 26.54πληρωθῶσιν

    疑問副詞 πῶς に導かれる接続法アオリストで、思案・躊躇を表す審議的接続法(deliberative subjunctive)。「どのようにして成就されようか」と反語的に解され、書かれた預言の必然的成就を強調している。

  2. 26.60πολλῶν προσελθόντων ψευδομαρτύρων

    属格独立構文(genitive absolute)。先行する καὶ οὐχ εὗρον(目的語の「証拠・告発理由」が文脈上省略されている)に対して譲歩的関係(「多くの偽証人が進み出たにもかかわらず」)を表す。

  3. 26.63ἵνα ἡμῖν εἴπῃς

    誓約・厳命の動詞 ἐξορκίζω(生ける神にかけて誓わせる・命じる)に従属する名詞節を導く ἵνα。古典期における不定詞構文に代わって、コイネー期に広まった使役・要求を表す動詞の補文用法である。

  4. 26.71ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη

    分詞 ἐξελθόντα は対格男性単数で、主動詞 εἶδεν の直接目的語である代名詞 αὐτόν(ペトロを指す)に一致する。意味上の主語が主節の主語(ἄλλη)ではなく目的語である点に注意が必要。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:26.52-26.75