- 底本
- Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0030.tlg003.humanitext-grc2:19-23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アテノゲネスが香料店の債務を知らなかったと言い張ることの不合理さを指摘し、奴隷の不利益は主人が負うべきだとするソロンの法律を引いて契約の不当性を主張する。
ς οὐκ ᾔδει Μίδαν αδ σθέντα αλ ς εἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα δʼ ἔχων ἐν τρισὶ μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην, οὗτος δέ, ὁ ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δʼ ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα. ἀλλʼ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται.
……私は市場のことに不慣れであって、ミダスが[借金を背負っていたこと]を知らなかったとしても当然であるが、私は静かに三ヶ月の間にすべての債務と無尽について知ることになった。一方、この男は、三代続く香料商であり、毎日市場に座を占め、三つの香料店を所有し、毎月収支報告を受け取っていたというのに、債務を知らなかったというのだ。しかし、他の事柄においては彼は素人ではないのに、自分の奴隷に対してはこれほど愚かになったというのか。そして、どうやら彼は債務の一部は知っていたようだが、一部は、自分が知りたくないと思うものは、知らないと言い張っているのだ。
ὁ δὲ τοιοῦτος αὐτοῦ λόγος, ὦ ἄνδρες δικαςταί, οὐκ ἀπολόγημά ἐστιν, ἀλλʼ ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου τόδʼ εἰπεῖν1 ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν· ὅσα δʼ οὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν.2 ὅτι μὲν οὖν ᾔδεις, ὦ Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰ τὰ χρέα ὄντα ἱκανὸν νο. οὐ μὲν δὴ ἐγὼ τῷ λόγωι σοῦ τούτῳ ος καὶ οὐκ εἰλ νος καὶ τω τουτονὶ τὸν τρόπον. εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὁ ὕστερος πριάμενος ἢ ὁ πάλαι κεκτημένος ὅτʼ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δʼ ἄρʼ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδʼ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλʼ ὁ δημοτικώτατος Σόλων·
裁判官の皆さん、彼のそのような弁明は自己弁護ではなく、私がそれらの債務を解決すべきではないという告白なのです。なぜなら、彼がすべての負債を知らなかったと言うとき、彼は間違いなく、私に債務についてあらかじめ告げていたと言うことはできないからです。そして、売主から聞かされなかったものについては、私がそれを解決することは正当ではありません。アテノゲネスよ、ミダスがこれらの金を負っていることをあなたが知っていたということは、他の多くの事柄からも、また、債務がある程度あることを十分に知っていたためにあなたが私のためにニコンに保証人になるよう求めたことからも、すべての人に明らかであると思います。私は決してあなたのこの言葉には…… ……このように。もしあなたが、知らなかったという理由で私にすべての債務をあらかじめ告げず、私があなたから聞いたものだけがすべてであると思って契約を結んだとするならば、どちらが支払うのが正当でしょうか。後から買い取った者でしょうか、それとも、その債務が借り入れられた時に、古くからその奴隷を所有していた者でしょうか。私はあなたであると思います。もし私たちがこれについて異議を唱え合うならば、恋する者たちでも他人の財産を狙う者たちでもなく、最も民主的なソロンが定めた法律が、私たちの仲裁人となるべきです。
ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα διαλύειν τὸν δεσπότην3 παρʼ ᾧ ἂν ἐργάςωνται οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν πράξῃ ἢ ἐργασίαν εὕρῃ ὁ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων διαλέγῃ. καὶ ὁ μὲν Σόλων οὐδʼ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου οἴεται δεῖν κυριώτερον εἶναι,4 σὺ δὲ καὶ τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν πάντων τῶν νόμων.
ソロンは、この都市において多くの売買が行われることを知っており、すべての人が認めるように、正当な法律を制定しました。すなわち、奴隷たちがもたらした損害や不正行為は、その奴隷たちが働いていた時の主人が解決すべきである、というものです。当然のことです。なぜなら、もし奴隷が何か良いことを行ったり、あるいは利益をもたらしたりしたなら、それは彼を所有する者のものになるからです。しかしあなたは、法律を無視して、契約が違反されていることについて議論しています。そしてソロンは、誰かが正当に起草した決議案であっても法律より優位にあるべきではないと考えたというのに、あなたは不当な契約でさえすべての法律に勝るべきだと主張しているのです。
καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, τῷ τε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡς εθελ δωρεὰν κε τὸν δὲ Μίδαν κελεύςας ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι,5 ὥςπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν.
その上、裁判官の皆さん、彼は私の父や他の親しい者たちに対して、自分はミダスの息子たちを無償で解放するつもりであったが、ミダスについては彼のもとに残し、買い取らないようにと勧めたのだ、と言っていました。そして、私がそれを望まず、全員を買い取ることを望んだのだ、と。彼らは、彼が皆さんの前でもこのことを言うつもりであると噂しています。それは、あたかも自分自身が控えめな人間であるかのように見せるためであり、まるで愚か者たちを相手に話し、自分のあの厚顔無恥さに気づかれないとでも思っているかのようです。
- 20οὐκ ἔστιν αὐτῷ δήπου τόδʼ εἰπεῖν
οὐκ ἔστιν に与格 αὐτῷ と不定詞 εἰπεῖν が続く構文。「彼が〜と言うことはできない(許されない)」という不可能・不許可を表す。
- 20ὅσα δʼ οὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν
形容詞 δίκαιος が主語(ここでは「私」)に一致して個人的に用いられる個人的構文(personal construction)。非人称的表現である「私が〜することは正当ではない」と同義だが、ギリシア語では主語を形容詞の主語として立てる形が好まれるため、「私は〜を解決する(返済する)のが正当ではない(返済する義務がない)」となる。
- 22τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα διαλύειν τὸν δεσπότην
制定された法律(νόμον)の内容を説明する対格不定詞構文(accusative with infinitive)。不定詞 διαλύειν の意味上の主語は対格 τὸν δεσπότην(主人)であり、その目的語として、文頭に強調されて置かれた名詞句 τὰς ζημίας ... καὶ τὰ ἀδικήματα(損害や不正行為)が係っている。
- 22οὐδʼ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου οἴεται δεῖν κυριώτερον εἶναι
関係代名詞 ὃ の節の中に関係節の先行詞となるべき名詞 ψήφισμα が引き込まれた構造(attraction)。「誰かが正当に起草した決議案(ψήφισμα)であっても」と訳す。また、動詞 οἴεται(考える)の主語は前文から引き継がれたソロン(Σόλων)である。
- 23ἵνα δὴ δοκοίη μέτριος εἶναι
目的節 ἵνα において、主節の時制が過去(ἔλεγεν「語っていた」)であるため、過去の意図を表す斜格希求法(oblique optative)の δοκοίη が用いられている。
