← デイナルコス

アリストゲイトン弾劾

§14-19

アリストゲイトンの公職資格の欠如と厳罰の要求

弁士はアリストゲイトンを顧問や政治家として容赦・受容することの不当さを訴え、デマデスやデモステネスが処罰された前例や、祖先の立法精神・公職審査の基準に照らして彼が極めて不適格であることを列挙して厳罰を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14

εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένον ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα, φυλάξαι δʼ οὔθʼ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενον κελεύει τὸν κήρυκα μετʼ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθʼ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ὤεσθε δεῖν συγγνώμην ἔχειν, ὅτι δῶρα καθʼ ὑμῶν ἐξηλέγχθησαν λαμβάνοντες, ἀλλʼ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε χρήσιμα πεπολιτευμένοις·1 τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδεπώποτε πεποίηκεν ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δʼ ὅ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοις σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμον καὶ φανερὰν καὶ περιβόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖν δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκότες θαυμάσουσι, πότερα βελτίους οὐκ ἔχετε συμβούλους ἢ καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες.

それなのに、アテナイの市民たちよ、市民たちによって告発され有罪を宣告されて、法律が幾度となく処罰のためにあなたがたの手に引き渡したにもかかわらず、十一人委員会も牢獄も拘束しておくことができなかったこの男を、あなたがたは相談役として用いたいと望まれるのだろうか。また法は、伝令官が大いなる謹みを込めて祈りを捧げた上で、このように国政についての審議をあなたがたに委ねるよう命じているというのに、すべての人々に対して邪悪であり、何よりも自分の父親に対して邪悪であったこの不敬な男を、あなたがたはご自身や、ご自身の家族や親族とともに国政に携わらせるままにするのだろうか。そしてあなたがたは、デマデスとデモステネスに対しては、いかなる容赦もすべきでないと考え、あなたがたに背いて賄賂を受け取ったことが立証されたために処罰し、それも当然のこととして処罰されたのであり、彼らについては、すべてではないにせよ、有益な政策を多く行ってきたことをあなたがた自身も知っておられたのである。それなのに、国政に関わり始めてから一度としてあなたがたに良いことをしたことがなく、できる限りの悪事を働いてきたこの呪われた男を、あなたがたは放免されるのだろうか。そして、このような男を相談役として迎え入れるあなたがたを、誰が非難せずにいられようか。なぜなら、万人の市民の間で邪悪であることが知れ渡り、公然のものとなり、悪名高い人間があなたがたの間で民会演説を行うとき、傍観者たちは、耳を傾けているあなたがたに対して、より優れた相談役がいないのか、それともこのような者の演説を聞くことを喜んですらいるのかと訝しむであろうからである。

§16

χρὴ δʼ, ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶν ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην ἐκκλησίαν δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι,2 εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων·

アテナイの人々よ、最初の立法者たちが民会で演説する者たちについてあなたがたの祖先のために法を定めたのと同様に、あなたがたもそのように耳を傾けるよう努めねばならず、それはあなたがたのもとに進み出る者たちをより良くするためである。では、先人たちはこれらについてどのように判断していたのだろうか。第一に、毎回の民会において、悪人たちに対して公に呪いをかけ、もし誰かが賄賂を受け取った上で国政について発言し意見を述べるならば、その者は根絶やしにされるべきであるとした。このアリストゲイトンこそは、いまやその呪いの対象となる者の一人なのである。

§17

ἔπειτʼ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπιθέντες τοῦ τιμήματος τὴν ἔκτισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλʼ ὑπὲρ τῶν τοῖς δοῦσι συμφερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν ἡ βουλὴ ἀποπέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίνοντες τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστι τὸν ἴδιον τρόπον, εἰ γονέας εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, εἰ ἱερὰ πατρῷά ἐστιν, εἰ τὰ τέλη τελεῖ·

第二に、法律の中に収賄罪の訴状を設け、この不正行為についてのみ評価額の十倍の支払いを課した。民会で語られようとする演説の対価を受け取る者は、民衆の最善のためではなく、金を与えた者たちの利益のために民衆演説を行うものと考えたからである。さて、評議会はこのアリストゲイトンを告発したのである。さらにその上、公共の事務を管理しようとする者たちを審査し、その人物が私的な人柄においてどのような者であるか、両親を大切にしているか、都市のために従軍したか、父祖伝来の祭壇を有しているか、租税を納めているかを吟味したのである。

§18

ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πεποίηκεν· ὅτε δʼ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν τῷ δεσμωτηρίῳ· τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστʼ3 οὐδʼ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ· τῶν δʼ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲ τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν.

これらの中で、アリストゲイトンが自らに当てはまると示せるものは一つとしてない。両親を大切にするどころか、この男は実の父親を虐待したからである。またあなたがた全員が従軍していたとき、この男は牢獄にいた。さらにアテナイの人々よ、この男は父親の墓を示すことからもあまりにかけ離れているため、父親がエレトリアで死去した際にも、そこにおいて彼のために慣例の葬礼を行うことすらしなかった。他のアテナイ人たちが私財から軍資金を拠出しているときにも、この男は公金や自らに科された罰金すら全額支払っていないのである。

§19

ἁπλῶς δʼ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἡ ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρʼ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν καὶ ἄδικον ὄντα, ἀλλʼ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δʼ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες.

端的に言えば、彼はすべての法律に反する行動を取り続けてきたのであり、アレイオス・パゴス評議会は、調査を行い真相を知る者たちに対して、この男のみを告発したのである。あなたがたが彼を邪悪で不正な者だと知っているのは、評議会から教えられたからではなく、あなたがた各自がこの男の邪悪さを熟知しているからである。それゆえ、「あなたがたはこの男について票を投じようとしているが、周囲の傍観者たちや他のすべての人々はあなたがたについて票を投じるであろう」という、しばしば言われる言葉は真実なのである。

構文注3 件
  1. 15οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε χρήσιμα πεπολιτευμένοις

    動詞 σύνοιδα が与格の関係代名詞 οἷς(先行詞は先行する Δημάδῃ καὶ Δημοσθένει)およびそれに一致する与格分詞 πεπολιτευμένοις を取り、「〜が…したことを(心の中で)知っている・自覚している」を表す構文。εἰ μὴ πάντα ἀλλὰ πολλά γε は挿入句的に「すべてではないにしても少なくとも多くの(有益な政策を)」として対格目的語 χρήσιμα を修飾する。

  2. 16πρῶτον μὲν καθʼ ἑκάστην ἐκκλησίαν δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι

    直前の疑問文 πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον;(では先人たちはこれらについてどのように判断していたのか)に対する回答として、主節の定動詞を欠いたまま分詞句(πρῶτον μὲν ... ποιούμενοι, ἔπειτʼ ... ποιήσαντες, πρὸς δὲ τούτοις ἀνακρίνοντες)が並列され、立法者たちの具体的な措置を解題的に列挙する破格(アナコルトン)をなしている。

  3. 18τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστʼ

    「τοσοῦτον ἀπολείπει τοῦ + 不定詞(ἔχειν)+ ὥστε 節」は「〜することからあまりにもかけ離れているため、…である」を意味する慣用的構文。不定詞 δεῖξαι は名詞句 μνῆμά τι に後続して「指し示すべき父親の墓」という目的・結果の限定を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0029.tlg005.humanitext-grc2:14-19