← デイナルコス

デモステネス弾劾

§93-100

デモステネスの無能と神託による処罰の要求

弁論者はデモステネスがこれまで都市に実質的な貢献を何らなさず、言動の変節と虚偽の告発を繰り返してきた無能な人物であると告発し、神託の警告に従って収賄に染まった彼を処罰するよう陪審員に求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§93

τίς οὕτως εὔελπις ὑμῶν ἐστιν, ὦ Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημένων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, ὅστις ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, διʼ ἡντιναδήποτε αἰτίαν ἢ τύχην — ἐῶ γὰρ τοῦτο — νῦν, ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς;

アテナイ人諸君、諸君のうち誰がそれほど楽天家であり、誰がそれほど無分別であり、誰が過去および現下の情勢にそれほど無知であって、都市をかくも大きな繁栄からかくも大きな不名誉へと追いやった当のこの男が——いかなる理由や運命によるにせよ、それは不問に付すとしても——今や、他の困難や我らを取り巻く危機に加えてまさにこの都市の者たちによる収賄が重なり、一部の者たちの手元に私的にある資金を民衆が共同で保有していると見なされないよう、我ら全員が共同で恥ずべき告発と闘っているまさにその時に、助言し国政を差配して諸君を救うなどと期待できるでしょうか。

§94

ἐῶ γὰρ τἆλλα ὅσα μεταβαλλόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς διατετέλεκε, καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων μηδένα νομίζειν ἄλλον θεὸν ἢ τοὺς παραδεδομένους, τοτὲ δὲ λέγων ὡς οὐ δεῖ τὸν δῆμον ἀμφισβητεῖν τῶν ἐν τῷ οὐρανῷ τιμῶν Ἀλεξάνδρῳ, ὅταν δὲ μέλλῃ κριθήσεσθαι παρʼ ὑμῖν, Καλλιμέδοντα εἰσαγγέλλων συνιέναι ἐν Μεγάροις τοῖς φυγάσιν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ ταύτην τὴν εἰσαγγελίαν εὐθὺς παραχρῆμα ἀναιρούμενος, ἐν δὲ τῇ ἐκκλησίᾳ ταύτῃ τῇ πρώην γεγενημένῃ προσάγων καὶ κατασκευάζων1 ψευδῆ μηνυτὴν ὡς ἐπιβουλευομένων τῶν νεωρίων, καὶ περὶ τούτων γράφων μὲν οὐδέν, αἰτίας δʼ ἕνεκα τοῦ παρόντος ἀγῶνος παρασκευάζων· τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε. γόης οὗτος, ἄνδρες Ἀθηναῖοι, καὶ μιαρὸς ἄνθρωπός ἐστι, καὶ οὔτε τῷ γένει τῆς πόλεως πολίτης οὔτε τοῖς πεπολιτευμένοις αὐτῷ καὶ πεπραγμένοις.

というのも、この男が情勢において転向を繰り返し、民衆への演説において何ひとつ健全なことを成し遂げてこなかったその他の事柄については措いておくからです。ある時には、伝えられた神々以外のいかなる神も認めてはならないと起草・布告し、別の時には、天上の栄誉をアレクサンドロスに与えることについて民衆は異議を唱えるべきでないと主張し、諸君の法廷で裁かれそうになると、カリメドンが民衆政の打倒を目論んでメガラで亡命者たちと会合しているとして弾劾告発を行い、この弾劾告発を直ちにその場で取り下げ、先日の民衆集会においては、造船所に謀計がめぐらされているとして偽りの密告者を登場させて仕立て上げ、これについて自らは何も起草せず、当面の裁判の口実のために工作したのです。これらすべてのことについて諸君はこの男に対する証人なのです。アテナイの男子諸君、この男はペテン師であり、忌まわしい人間であって、出自においても都市の市民ではなく、その政治的活動や行いにおいても市民ではありません。

§96

ποῖαι γὰρ τριήρεις εἰσὶ κατεσκευασμέναι διὰ τοῦτον, ὥσπερ ἐπὶ Εὐβούλου, τῇ πόλει; ἢ ποῖοι νεώσοικοι τούτου πολιτευομένου γεγόνασι; πότε οὗτος ἢ διὰ ψηφίσματος ἢ νόμου ἐπηνώρθωσε τὸ ἱππικόν; τίνα κατεσκεύασε δύναμιν τοιούτων καιρῶν παραγενομένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἢ πεζὴν ἢ ναυτικήν; τίς ἀνενήνεκται τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἢ ἐν τῷ ἄστει ἢ ἄλλοθί που τῆς χώρας; οὐδεὶς ἂν οὐδαμοῦ δείξειεν.

というのも、エウブロスの時代のように、この男によって都市のためにいかなる三段櫂船が建造されたでしょうか。あるいは、この男が国政を担っていた間にいかなる船渠が築かれたでしょうか。いつこの男が決議や法律によって騎兵隊を改善したでしょうか。カイロネイアの戦いの後、そのような好機が生じたとき、陸上であれ海上であれ、いかなる軍事力を整備したでしょうか。この男によって女神のためにアクロポリスに奉納されたいかなる装飾品があるでしょうか。デモステネスは諸君の商業港や、市街、あるいは国土の他のどこかにいかなる建造物を建てたでしょうか。誰もどこにも示すことができないでしょう。

§97

ἔπειτα τὸν ἐν μὲν ταῖς πολεμικαῖς πράξεσιν ἄπιστον γεγενημένον, ἐν δὲ ταῖς κατὰ τὴν πόλιν οἰκονομίαις ἄχρηστον, περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους2 ὅσʼ ἐβουλήθησαν, μεταβεβλημένον δʼ αὐτὸν καὶ τὰς ὑπὲρ τοῦ δήμου πράξεις ἐγκαταλελοιπότα, τοῦτον περιποιῆσαι βουλήσεσθε;

それなのに、戦争の行動においては信頼ならぬ者となり、都市の行政においては無能であり、政敵たちが望む限りのことをことごとく成し遂げるのを座視し、自身は変節して民衆のための行動を放棄してしまったこの男を、諸君は救おうとお望みになるのでしょうか。

§98

οὐκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύησθε· ἀλλὰ δέξεσθε τὴν ἀγαθὴν τύχην, ἣ τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξεσθε, καθάπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολλάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκούσατε δʼ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν.

もし諸君が分別を持ち、諸君自身のためにも都市のためにも正しく良き決定を下すならば、決してそう望まれないでしょう。むしろ、自身の収賄によって都市を卑小なものにした弁論家たちを処罰できるよう引き渡してくれた幸運を受け入れ、神々が神託において諸君に度々予告されたとおり、このような指導者や顧問たちを警戒なさるでしょう。神託そのものをお聞きなさい。神託を朗読せよ。

§99

Μαντεία πῶς οὖν μίαν γνώμην ἕξομεν, ὦ Ἀθηναῖοι; πῶς ὁμονοήσομεν ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ ὁ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις;

神託 それならば、アテナイ人諸君、指導者たちや民衆扇動家たちが金を受け取って祖国の利益を売り渡し、諸君と全民衆が都市の基盤、父祖の神殿、子どもたちや妻たちをめぐって危機に瀕している一方で、彼らと和解した者たちが集会においてはわざと互いを罵倒し衝突しながら、私生活では同じ悪事を企み、彼らの言葉に最も容易に騙される諸君を欺いているというのに、我らはいかにして一つの意見を持ち、いかにして共通の利益のために一致結束できるというのでしょうか。

§100

τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; ἢ τί φασι τοὺς πρὸ ὑμῶν γεγενημένους, ὦ Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτʼ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν ὅ τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ;

というのも、民主的な弁論家であり、都市を敵視して発言や起草を行う者たちを憎む者の務めとは何でしょうか。あるいは、デモステネスとポリュエウクトスよ、諸君の先人たちは絶えず何を行っていたと語られているでしょうか。当時、都市を取り巻く恐ろしい事態は何一つなかったにもかかわらずです。互いを裁くことではなかったでしょうか。弾劾告発することではなかったでしょうか。違法行為の告発を行うことではなかったでしょうか。それなら、民衆を気遣っており、自身の救済は民衆の投票にかかっていると公言する諸君は、これらのことのうち何かを行ったというのでしょうか。

構文注3 件
  1. 94ἐῶ γὰρ τἆλλα ὅσα μεταβαλλόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς διατετέλεκε, καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων ... τοτὲ δὲ λέγων ... ὅταν δὲ μέλλῃ κριθήσεσθαι ... εἰσαγγέλλων ... καὶ ταύτην τὴν εἰσαγγελίαν εὐθὺς παραχρῆμα ἀναιρούμενος, ἐν δὲ τῇ ἐκκλησίᾳ ... προσάγων καὶ κατασκευάζων ...

    修辞的な「省略法(praeteritio)」による構文展開。主節動詞 ἐῶ(私は措いておく)の目的語 τἆλλα ὅσα(〜であるその他のすべての事柄)に連なる形で、一連の分詞句(γράφων, λέγων, εἰσαγγέλλων, ἀναιρούμενος, προσάγων, κατασκευάζων)が独立した主動詞を伴わずに連続して配置され、最終的に τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε(これらすべてについて諸君が証人である)という独立文によって構文が締めくくられている。

  2. 97περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους

    περιεορακότα は περιοράω(見過ごす、看過する、座視する)の完了能動分詞であり、補遺分詞として διαπεπραγμένους(διαπράσσω の完了中受動分詞、ここでは能動的な「成し遂げた」の意)を従えている。「政敵たちが望む限りのことをことごとく成し遂げるのを座視した」という構文。

  3. 93ὅστις ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, διʼ ἡντιναδήποτε αἰτίαν ἢ τύχην — ἐῶ γὰρ τοῦτο — νῦν, ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς;

    関係代名詞 ὅστις が導く従属節の中に、長大な対格不定詞構文(主語:τοῦτον、不定詞:σώσειν、目的語:ὑμᾶς)が形成されている。文頭に前置された分詞句 τὸν ... καταστήσαντα τὴν πόλιν は意味上 τοῦτον を修飾・指示するが、その後に挿入句(διʼ ἡντιναδήποτε...)および ἐπειδή 節が長く挟まれたため、指示代名詞 τοῦτον をτηνικαῦτα(その時に)とともに再配置して不定詞構文の骨格を回復している。

    本文中の位置は未特定

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:93-100