- 底本
- Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (printing); 1960 (reprint).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0028.tlg005.humanitext-grc2:30-37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、後になって拷問された奴隷が脅迫と懐柔によって偽証させられた後に口封じのために処刑されたと論じ、告発者側の不当性と奴隷の最後の証言の真実性を主張する。
καὶ ὃν μὲν τότε παραχρῆμα ἐβασάνισαν, οὗτος μὲν οὐδὲν εἶπε περὶ ἐμοῦ φλαῦρον· ὃν δʼ ἡμέραις ὕστερον πολλαῖς ἐβασάνισαν, ἔχοντες παρὰ σφίσιν αὐτοῖς τὸν πρόσθεν χρόνον, οὗτος ἦν ὁ πεισθεὶς ὑπὸ τούτων καὶ καταψευσάμενος ἐμοῦ. παρέξομαι δὲ τούτων τοὺς μάρτυρας. "Μάρτυρες" Μάρτυρες ὡς μὲν ὕστερον τοσούτῳ χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν,1 ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν2 ὅ τι ἂν ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. εἰ μὲν γὰρ ἐγὼ ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατʼ ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων.
そして彼らがその時その場で拷問にかけた者は、私について何ら不利なことを口にしませんでした。しかし何日も後になって拷問にかけ、それまでの間自分たちのもとに留め置いていた者、この男こそが彼らに丸め込まれ、私について偽証した男だったのです。これらについて私は証人を提出いたしましょう。 〔証人たち〕かの人物がかくも長い時間の後に拷問にかけられたことは、すでに諸君に証言された通りです。諸君は拷問そのものがどのようなものであったかに心を留めてください。すなわち奴隷は、彼らから一方ではおそらく自由を約束され、他方では虐待を止めてもらうことが彼らの掌中にあったがゆえに、おそらくはその双方に動かされて、一方では自由を手に入れられると期待し、他方では差し当たり拷問から逃れたいと欲して、私について偽証したのです。諸君もこのこと、すなわち拷問の最大の権限を握っている者たちに対して、拷問を受ける者たちは彼らに取り入るようなことであれば何でも言うように傾くのだということをご存知でしょう。彼らにとっての利益はまさにその点にあるのであり、偽証の相手となる者が居合わせていない場合にはなおさらです。なぜなら、もし私が、彼が真実を語っていないとして拷問台にかけるよう命じていたなら、おそらくはそのこと自体によって私に不利な偽証をしないよう思いとどまったでしょう。しかし実際には、彼ら自身が拷問者であり、自分たちの利害の判定者でもあったのです。
ἕως μὲν οὖν μετὰ χρηστῆς ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν,3 ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν ἐγὼ ἔλθοιμι.
したがって、私を偽って告発することに都合のよい希望を抱いている間は、彼はこの供述に固執していました。しかし、自分が処刑されると知るや、その時になってようやく真実を用い、私に不利な偽証をするよう彼らに説得されたのだと語ったのです。彼が偽りを言うことを試み、後になって真実を語ったことは、そのいずれも彼を救いませんでした。それどころか彼らは、自分たちが信拠して私を訴追しているその密告者である男を引き立てて処刑してしまいました。他の人々とは正反対のことをしたのです。他の人々は密告者に対して、自由人には金銭を与え、奴隷であれば解放します。しかし彼らは、私が到着するまでその男を殺さないよう私の友人たちが制止したにもかかわらず、密告者に褒賞として死を与えたのです。
δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.
したがって、彼らにとって必要だったのは男の肉体ではなく、その言葉であったことは明白です。なぜなら、その男が生きていれば、私のもとで同様の拷問を受けることによって彼らの陰謀の告発者となったでしょうが、死んでしまえば、その肉体そのものが滅ぼされることによって真実の検証を奪い去り、他方で私は、彼によって捏造された言葉があたかも真実であるかのように扱われて身を滅ぼされることになるからです。これらについて、私のもとに証人たちを呼んでください。
Μάρτυρες ἐχρῆν μὲν γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτʼ οὐκ ἔφη;
〔証人たち〕なぜなら私の考えでは、彼らはその密告者自身をここに出廷させて私を論駁すべきであり、男を公の場に連れてきて拷問にかけるよう求めることによって、まさにこのことを争点として用いるべきであり、殺すべきではなかったからです。さあ、今や彼らは二つの供述のどちらを用いるというのでしょうか。彼が最初に言った供述でしょうか、それとも後になって言った供述でしょうか。そして私がその行為に及んだと言った時と、及んでいないと言った時の、どちらが真実なのでしょうか。
εἰ μὲν γὰρ ἐκ τοῦ εἰκότος ἐξετασθῆναι δεῖ τὸ πρᾶγμα, οἱ ὕστεροι λόγοι ἀληθέστεροι φαίνονται. ἐψεύδετο μὲν γὰρ ἐπʼ ὠφελείᾳ τῇ ἑαυτοῦ, ἐπειδὴ δὲ τῷ ψεύδεσθαι ἀπώλλυτο, ἡγήσατο τἀληθῆ κατειπὼν διὰ τοῦτο σωθῆναι ἄν. τῆς μὲν οὖν ἀληθείας οὐκ ἦν αὐτῷ τιμωρὸς οὐδείς· οὐ γὰρ παρὼν ἐγὼ ἐτύγχανον, ᾧπερ σύμμαχος ἦν ἡ ἀλήθεια τῶν ὑστέρων λόγων· τοὺς δὲ προτέρους λόγους τοὺς κατεψευσμένους ἦσαν οἱ ἀφανιοῦντες, ὥστε μηδέποτε εἰς τὸ ἀληθὲς καταστῆναι.
もし事柄を蓋然性から吟味しなければならないとすれば、後からの供述の方がより真実であるように思われます。なぜなら、彼は自らの利益のために偽りを述べていたのであり、偽りを述べることによって身を滅ぼしかけたとき、真実を告白することによって救われるかもしれないと考えたからです。もっとも、真実にとって彼には何の味方もいませんでした。後からの供述の真実が味方となるはずの私が居合わせていなかったからです。しかし前に行った偽りの供述については、真実が露見することのないよう、それを抹殺しようとする者たちがいたのです。
- 31τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν
前置詞句 ἐπὶ τούτοις ἦν は「〜の権限・掌中にある」を意味する慣用表現(ἐπί +与格+εἰμί)であり、主語は不定詞 παύσασθαι(自動詞的/中動態的用法の不定詞「苦痛・虐待を終わらせること」)。これに分詞 κακούμενον αὐτόν が意味上の主語兼補語として結びつき、「彼自身が酷い目に遭わされるのを止めてもらうことが彼ら(告発者側)の裁量にあった」を表す。
- 31ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν
関係節 ἐφʼ οἷς ἂν... においては接続法動詞(ᾖ など)が省略されている。主節の πρὸς τούτων εἰσίν は「〜の側に立つ、〜に味方する・傾く」を表す構文(πρός+属格+εἰμί)であり、それに後続する結果・傾向を表す不定詞 λέγειν が結びつく(「彼らに取り入るようなことを語る方に傾く」)。
- 33διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν
文頭の διαπειραθέντα... αὐτὸν はアオリスト受動分詞(中動態的意味)対格で、後続の分詞 λέγοντα とともに対格 αὐτόν を修飾し、動詞 ὠφέλησεν(中性複数主格 οὐδέτερα が主語)の目的語となっている。すなわち「彼が偽りを述べることを試みたことも、後に真実を語ったことも、そのどちらも彼を益さなかった」という構文である。
