← アンティポン

毒殺容疑での継母告訴

§1-8

若き原告の苦悩と奴隷尋問の拒絶

父の毒殺容疑で継母を告訴した原告が、若くして訴訟に臨む苦悩、異母兄弟との対立、そして相手方が真実究明のための奴隷の拷問を拒否した事実を挙げて、自らの告訴の正当性を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

νέος μὲν καὶ ἄπειρος δικῶν ἔγωγε ἔτι, δεινῶς δὲ καὶ ἀπόρως ἔχει μοι1 περὶ τοῦ πράγματος, ὦ ἄνδρες, τοῦτο μὲν εἰ ἐπισκήψαντος τοῦ πατρὸς ἐπεξελθεῖν τοῖς αὑτοῦ φονεῦσι μὴ ἐπέξειμι, τοῦτο δὲ2 εἰ ἐπεξιόντι ἀναγκαίως ἔχει οἷς ἥκιστα ἐχρῆν ἐν διαφορᾷ καταστῆναι, ἀδελφοῖς ὁμοπατρίοις καὶ μητρὶ ἀδελφῶν.

私はまだ若く、裁判の経験もありませんが、裁判員諸君、私にとってこの事件は恐ろしく、また困惑させるものです。一方では、父がその殺害者たちを告発せよと命じたのに私が告発しないならば(不孝となるし)、他方では、もし告発するなら、最も争うべきでない人々、すなわち私の異母兄弟たちや彼らの母親と対立せざるを得ないからです。

§2

ἡ γὰρ τύχη καὶ αὐτοὶ οὗτοι ἠνάγκασαν ἐμοὶ πρὸς τούτους αὐτοὺς τὸν ἀγῶνα καταστῆναι, οὓς εἰκὸς ἦν τῷ μὲν τεθνεῶτι τιμωροὺς γενέσθαι, τῷ δʼ ἐπεξιόντι βοηθούς. νῦν δὲ τούτων τἀναντία γεγένηται· αὐτοὶ γὰρ οὗτοι καθεστᾶσιν ἀντίδικοι καὶ φονῆς, ὡς καὶ ἐγὼ καὶ ἡ γραφὴ λέγει.

というのも、運命と彼ら自身が、私をして、まさに彼ら自身との間にこの裁判を起こさせるように強制したのです。彼らこそは、亡き者にとっては復讐者となり、告発する者にとっては助力者となるのが当然であったのに。しかし今や、これとは反対のことが起こっています。彼ら自身が、私と訴訟で争う相手となり、また殺人者となって立ちはだかっているのです。私と告訴状が主張するように。

§3

δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες, ἐὰν ἐπιδείξω ἐξ ἐπιβουλῆς καὶ προβουλῆς τὴν τούτων μητέρα φονέα οὖσαν τοῦ ἡμετέρου πατρός, καὶ μὴ ἅπαξ ἀλλὰ καὶ πολλάκις ἤδη ληφθεῖσαν τὸν θάνατον τὸν ἐκείνου ἐπʼ αὐτοφώρῳ μηχανωμένην, τιμωρῆσαι πρῶτον μὲν τοῖς νόμοις τοῖς ὑμετέροις, οὓς παρὰ τῶν θεῶν καὶ τῶν προγόνων διαδεξάμενοι κατὰ τὸ αὐτὸ ἐκείνοις περὶ τῆς καταψηφίσεως δικάζετε, δεύτερον δʼ ἐκείνῳ τῷ τεθνηκότι, καὶ ἅμα ἐμοὶ μόνῳ ἀπολελειμμένῳ βοηθῆσαι.3

裁判員諸君、私はあなた方にお願いします。もし私が、計画と謀略によって彼らの母親が私たちの父の殺人者であることを証明し、しかも一度だけでなくすでに何度も、父の死を企てている現場を押さえられたことを証明したならば、第一には、あなた方の法律に報いること、その法律はあなた方が神々と先祖から受け継ぎ、判決を下すに際して先祖と同じように適用しているものですが、第二には、あの亡き者に復讐を果たし、そして同時に、一人残された私を助けてくださることを。

§4

ὑμεῖς γάρ μοι ἀναγκαῖοι. οὓς γὰρ ἐχρῆν τῷ μὲν τεθνεῶτι τιμωροὺς γενέσθαι, ἐμοὶ δὲ βοηθούς, οὗτοι τοῦ μὲν τεθνεῶτος φονῆς γεγένηνται, ἐμοὶ δʼ ἀντίδικοι καθεστᾶσι. πρὸς τίνας οὖν ἔλθῃ τις βοηθούς, ἢ ποῖ τὴν καταφυγὴν ποιήσεται ἄλλοθι ἢ πρὸς ὑμᾶς καὶ τὸ δίκαιον;

あなた方こそが私にとって不可欠な存在なのです。なぜなら、亡き者にとっては復讐者となり、私にとっては助力者となるべきであった人々が、亡き者の殺人者となり、私の対立当事者として立ちはだかっているからです。それなら、人は誰のところに助けを求めて行けばよいのでしょうか。あるいは、あなた方と正義のほか、どこに逃げ場を求めればよいのでしょうか。

§5

θαυμάζω δʼ ἔγωγε καὶ τοῦ ἀδελφοῦ,4 ἥντινά ποτε γνώμην ἔχων ἀντίδικος καθέστηκε πρὸς ἐμέ, καὶ εἰ νομίζει τοῦτο εὐσέβειαν εἶναι, τὸ τὴν μητέρα μὴ προδοῦναι. ἐγὼ δʼ ἡγοῦμαι πολὺ ἀνοσιώτερον εἶναι ἀφεῖναι τοῦ τεθνεῶτος τὴν τιμωρίαν, ἄλλως τε καὶ τοῦ μὲν ἐκ προβουλῆς ἀκουσίως ἀποθανόντος, τῆς δὲ ἑκουσίως ἐκ προνοίας ἀποκτεινάσης.

私はまた、我が兄弟についても驚いています。彼がいかなる考えを持って私に対する対立当事者となっているのか、そして母親を裏切らないことが敬神であると考えているのだろうかと。しかし私は、亡き者への復讐を放置することのほうが、はるかに不敬神であると考えます。とりわけ、一方は謀殺によって意に反して死なされ、他方は自らの意志で意図的に殺害したのであるから。

§6

καὶ οὐ τοῦτό γʼ ἐρεῖ, ὡς εὖ οἶδεν ὅτι οὐκ ἀπέκτεινεν ἡ μήτηρ αὐτοῦ τὸν πατέρα τὸν ἡμέτερον· ἐν οἷς μὲν γὰρ αὐτῷ ἐξουσία ἦν σαφῶς εἰδέναι παρὰ τῆς βασάνου, οὐκ ἠθέλησεν· ἐν οἷς δʼ οὐκ ἦν πυθέσθαι, τοῦτʼ αὐτὸ προὐθυμήθη. καίτοι αὐτὸ τοῦτο ἐχρῆν, ὃ καὶ ἐγὼ προὐκαλούμην, προθυμηθῆναι, ὅπως τὸ πραχθὲν ᾖ ἀληθῶς ἐπεξελθεῖν.

そして彼は、自分の母親が私たちの父を殺さなかったことをはっきりと知っている、などとは言えないでしょう。なぜなら、奴隷の拷問によって明白に知る機会があった時には、彼はそれを望まなかったからです。一方で、知ることが不可能な事柄において、まさにそれを知りたがったのです。しかし、私が求めたまさにそのことこそ、すなわち、行われた事柄を真に糾明するために熱意を傾けるべきであったのです。

§7

μὴ γὰρ ὁμολογούντων τῶν ἀνδραπόδων οὗτός τʼ εὖ εἰδὼς ἂν ἀπελογεῖτο καὶ ἀντέσπευδε πρὸς ἐμέ, καὶ ἡ μήτηρ αὐτοῦ ἀπήλλακτο5 ἂν ταύτης τῆς αἰτίας. ὅπου δὲ μὴ ἠθέλησεν ἔλεγχον ποιήσασθαι τῶν πεπραγμένων, πῶς περί γʼ ὧν οὐκ ἠθέλησε πυθέσθαι, ἐγχωρεῖ αὐτῷ περὶ τούτων εἰδέναι; [πῶς οὖν περὶ τούτων, ὦ δικάζοντες, αὐτὸν εἰκὸς εἰδέναι, ὧν γε τὴν ἀλήθειαν οὐκ εἴληφε;]

もし奴隷たちが自白しなかったならば、彼はそれをよく知った上で弁明し、私に抗弁できたでしょうし、彼の母親もこの容疑から解放されていたことでしょう。しかし、彼が行われたことについての検証を行うことを望まなかったのに、自分が知ろうとしなかった事柄について、どうして彼が知っているなどということがあり得るでしょうか。[それゆえ、裁判員諸君、その真実を手に入れてもいない彼が、どうしてそれらのことについて知っているはずがあるでしょうか。]

§8

τί ποτε ἀπολογήσεσθαι μέλλει μοι; ἐκ μὲν γὰρ τῆς τῶν ἀνδραπόδων βασάνου εὖ ᾔδει ὅτι οὐχ οἷόν τʼ ἦν αὐτῇ σωθῆναι, ἐν δὲ τῷ μὴ βασανισθῆναι ἡγεῖτο τὴν σωτηρίαν εἶναι· τὰ γὰρ γενόμενα ἐν τούτῳ ἀφανισθῆναι ᾠήθησαν. πῶς οὖν εὔορκα ἀντομωμοκὼς ἔσται φάσκων εὖ εἰδέναι, ὃς οὐκ ἠθέλησε σαφῶς πυθέσθαι ἐμοῦ ἐθέλοντος τῇ δικαιοτάτῃ βασάνῳ χρήσασθαι περὶ τούτου τοῦ πράγματος;

彼は私に対して一体どのように弁明するつもりでしょうか。なぜなら、奴隷の拷問によるなら、母親が救われる見込みはないことを彼はよく知っており、拷問にかけられないことの中に救いがあると考えたからです。起こった事柄が、これによって闇に葬られると考えたからです。私がこの事件に関して最も公正な拷問を用いることを望んでいたのに、それをはっきりと知ることを拒んだ彼が、どうしてよく知っていると主張して、誓いにかなった反対宣誓をしたと言えるでしょうか。

構文注5 件
  1. 1δεινῶς δὲ καὶ ἀπόρως ἔχει μοι

    非人称動詞 ἔχει と副詞が与格(μοι)を伴う構文。「私にとって〜な状況にある」という意味。後続の τοῦτο μὲν εἰ... τοῦτο δὲ εἰ... が主語の役割を果たすか、あるいは同格の節として機能している。

  2. 1τοῦτο μὲν ... τοῦτο δὲ ...

    副詞的対格として機能する相関表現。「一方では〜、他方では〜」を意味し、対比関係を強調する。

  3. 3τιμωρῆσαι ... βοηθῆσαι

    主節の動詞 δέομαι(「私は懇願する」)の目的語となる不定詞。πρῶτον μὲν ... δεύτερον δʼ ... καὶ ἅμα によって結ばれている。

  4. 5θαυμάζω δʼ ἔγωγε καὶ τοῦ ἀδελφοῦ

    動詞 θαυμάζω は感情の原因を表す人物の属格(τοῦ ἀδελφοῦ)を支配し、その後ろに驚きや疑問の内容を示す間接疑問節(ἥντινά ποτε γνώμην ἔχων...)を伴う。

  5. 7μὴ γὰρ ὁμολογούντων τῶν ἀνδραπόδων ... ἂν ἀπελογεῖτο ... ἂν ἀπήλλακτο

    反実仮想(事実と反対の仮定)の条件文。属格独立格 μὴ ὁμολογούντων τῶν ἀνδραπόδων が条件節(εἰ μὴ ὡμολόγουν...)の役割を果たし、帰結節では ἂν + 直説法過去(継続・未完了)および ἂν + 直説法過去完了(完了)が用いられている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0028.tlg001.humanitext-grc2:1-8