- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg003.humanitext-grc2:27-33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者はアルゴス人の不誠実な提案と過去の過ち(ペルシア王、シケリア遠征、アルゴス人の煽動によるラケダイモンとの開戦)を列挙して警告を発し、拙速な平和や独断を求める強硬論を戒める。
σκεψώμεθα δὴ καὶ τοὺς Ἀργείων λόγους. κελεύουσι γὰρ ἡμᾶς κοινῇ μετὰ σφῶν καὶ μετὰ Κορινθίων πολεμεῖν, αὐτοὶ δʼ ἰδίᾳ εἰρήνην ποιησάμενοι τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν.1 καὶ μετὰ μὲν πάντων τῶν συμμάχων τὴν εἰρήνην ποιουμένους οὐκ ἐῶσιν ἡμᾶς οὐδὲν πιστεύειν Λακεδαιμονίοις· ἃ δὲ πρὸς τούτους μόνους ἐκεῖνοι συνέθεντο, ταῦτα δʼ οὐδεπώποτʼ αὐτούς φασι παραβῆναι. πατρίαν τε εἰρήνην ὀνομάζοντες ᾗ χρῶνται, τοῖς ἄλλοις Ἕλλησιν οὐκ ἐῶσι πατρίαν γενέσθαι τὴν εἰρήνην· ἐκ γὰρ τοῦ πολέμου χρονισθέντος Κόρινθον ἑλεῖν προσδοκῶσι, κρατήσαντες δὲ τούτων ὑφʼ ὧν ἀεὶ κρατοῦνται, καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι.2
それでは、アルゴス人たちの言い分をも検討してみましょう。彼らは自分たちやコリントス人とともに共同で戦うよう私たちに要求していますが、自分たちは個別に平和を結んでおり、自らの国土を戦場として提供することはありません。また、全同盟諸国とともに平和を結ぼうとする私たちに対しては、ラケダイモン人をまったく信用するなと言いながら、彼らが自分たちだけと結んだ条約については、ラケダイモン人が一度たりとも違反したことはないと述べています。そして、自分たちが享受している平和を「祖伝の平和」と呼びながら、他のギリシア人たちが平和を自らの祖伝のものとすることは許そうとしないのです。彼らは戦争が長期化することによってコリントスを奪取することを期待しており、常日頃から自分たちが打ち破られてばかりいる相手を打ち破った暁には、ともに勝利を収めている味方をも従属させることを望んでいるのです。
τοιούτων δʼ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν θάτερον ἑλέσθαι, ἢ πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμονίοις, ἢ μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα, ὦ Ἀθηναῖοι, τὸ εἰθισμένον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα διʼ ἑτέρους, ἐξὸν διʼ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν·
このような希望を抱く者たちと同調した私たちには、二つのうちどちらかを選ぶことが迫られています。すなわち、アルゴス人とともにラケダイモン人と戦うか、それともボイオティア人とともに共同で平和を結ぶかです。アテナイの皆さん、私自身が何よりも恐れているのは、私たちがいつもの悪弊に陥り、常により強力な友邦を捨ててより劣弱な者を選び、自分たち自身のために平和を保つことができるのに、他人のために戦争を行うことです。
οἵτινες πρῶτον μὲν βασιλεῖ τῷ μεγάλῳ3 — χρὴ γὰρ ἀναμνησθέντας τὰ γεγενημένα καλῶς βουλεύσασθαι — σπονδὰς ποιησάμενοι καὶ συνθέμενοι φιλίαν εἰς τὸν ἅπαντα χρόνον, ἃ ἡμῖν ἐπρέσβευσεν Ἐπίλυκος Τεισάνδρου, τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, μετὰ ταῦτα Ἀμόργῃ πειθόμενοι τῷ δούλῳ τοῦ βασιλέως καὶ φυγάδι τὴν μὲν βασιλέως δύναμιν ἀπεβαλόμεθα ὡς οὐδενὸς οὖσαν ἀξίαν, τὴν δὲ Ἀμόργου φιλίαν εἱλόμεθα, κρείττω νομίσαντες εἶναι· ἀνθʼ ὧν βασιλεὺς ὀργισθεὶς ἡμῖν, σύμμαχος γενόμενος Λακεδαιμονίοις, παρέσχεν αὐτοῖς εἰς τὸν πόλεμον πεντακισχίλια τάλαντα, ἕως κατέλυσεν ἡμῶν τὴν δύναμιν. ἓν μὲν βούλευμα τοιοῦτον ἐβουλευσάμεθα·
私たちはかつて――過去の出来事を思い起こしてこそ、正しく熟議できるのです――大王と休戦を結び、永続的な友好関係を定めたことがありました。これは私の母の兄弟であるテイサンドロスの息子エピリュコスが使節として私たちにもたらしたものでした。ところがその後、私たちは大王の奴隷であり逃亡者であったアモルゲスに言いくるめられ、大王の勢力など取るに足らないものとして退け、アモルゲスとの友好の方がより勝ると考えてこれを選びました。これに憤慨した大王はラケダイモン人の同盟者となり、彼らに戦費として五千タラントンを供給し、ついに私たちの勢力を瓦解させました。私たちはこのような決断を一つ下したのです。
Συρακόσιοι δʼ ὅτε ἦλθον ἡμῶν δεόμενοι, φιλότητα μὲν ἀντὶ διαφορᾶς ἐθέλοντες εἰρήνην δʼ ἀντὶ πολέμου ποιεῖσθαι, τήν τε συμμαχίαν ἀποδεικνύντες ὅσῳ κρείττων ἡ σφετέρα εἴη τῆς Ἐγεσταίων καὶ Καταναίων, εἰ βουλοίμεθα πρὸς αὐτοὺς ποιεῖσθαι, ἡμεῖς τοίνυν εἱλόμεθα καὶ τότε πόλεμον μὲν ἀντὶ εἰρήνης, Ἐγεσταίους δὲ ἀντὶ Συρακοσίων, στρατεύεσθαι δʼ εἰς Σικελίαν ἀντὶ τοῦ μένοντες οἴκοι συμμάχους ἔχειν Συρακοσίους· ἐξ ὧν πολλοὺς μὲν Ἀθηναίων ἀπολέσαντες ἀριστίνδην καὶ τῶν συμμάχων, πολλὰς δὲ ναῦς καὶ χρήματα καὶ δύναμιν ἀποβαλόντες, αἰσχρῶς διεκομίσθησαν οἱ σωθέντες αὐτῶν.
また、シュラクサイ人が私たちのもとに来て懇願し、対立の代わりに親善を、戦争の代わりに平和を結ぶことを望み、もし私たちが彼らと同盟を結ぼうとするなら、彼らとの同盟がエゲスタ人やカタナ人との同盟に比べてどれほど優れているかを示したとき、私たちはそのときにもやはり平和の代わりに戦争を、シュラクサイ人の代わりにエゲスタ人を、国内にとどまりつつシュラクサイ人を味方に持つ代わりにシケリアへの遠征を選びました。その結果、私たちはアテナイ人の精鋭と同盟軍の兵士を数多く失い、多数の船と資金と戦力を失った末に、生き残った者たちは不名誉な形で帰国することになりました。
ὕστερον δʼ ὑπʼ Ἀργείων ἐπείσθημεν, οἵπερ νῦν ἥκουσι πείθοντες πολεμεῖν, πλεύσαντες ἐπὶ τὴν Λακωνικὴν εἰρήνης ἡμῖν οὔσης πρὸς Λακεδαιμονίους ἐντεῖναι ἐκείνων τὸν θυμόν, ἀρχὴν πολλῶν κακῶν· ἐξ οὗ πολεμήσαντες ἠναγκάσθημεν τὰ τείχη κατασκάπτειν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι. ταῦτα δὲ πασχόντων ἡμῶν οἱ πείσαντες ἡμᾶς πολεμεῖν Ἀργεῖοι τίνα ὠφέλειαν παρέσχον ἡμῖν; τίνα δὲ κίνδυνον ὑπὲρ Ἀθηναίων ἐποιήσαντο;
さらにその後、現在再び参戦を勧告しに来ているアルゴス人たちに説得され、私たちはラケダイモン人と平和関係にあったにもかかわらず、ラコニケへと船を出して彼らの憤怒を掻き立て、数々の惨禍の端緒を開きました。その結果として戦った末、私たちは城壁を破却し、船を引き渡し、亡命者たちを呼び戻さざるを得なくなりました。私たちがこのような苦難を被っていたとき、私たちに開戦を説得したアルゴス人たちは、私たちに何の援助をもたらしてくれたでしょうか。アテナイ人のためにいかなる危険を冒してくれたでしょうか。
νῦν οὖν τοῦτο ὑπόλοιπόν ἐστιν ἡμῖν, πόλεμον μὲν ἑλέσθαι καὶ νῦν ἀντʼ εἰρήνης, τὴν δὲ συμμαχίαν τὴν Ἀργείων ἀντὶ τῆς Βοιωτῶν, Κορινθίων δὲ τοὺς νῦν ἔχοντας τὴν πόλιν ἀντὶ Λακεδαιμονίων. μὴ δῆτα, ὦ Ἀθηναῖοι, μηδεὶς ἡμᾶς ταῦτα πείσῃ· τὰ γὰρ παραδείγματα τὰ γεγενημένα τῶν ἁμαρτημάτων ἱκανὰ τοῖς σώφροσι τῶν ἀνθρώπων ὥστε μηκέτι ἁμαρτάνειν.
したがって今や、私たちに残されているのは、今回もまた平和の代わりに戦争を選び、ボイオティア人の同盟の代わりにアルゴス人の同盟を、ラケダイモン人の代わりに今コリントスを支配している者たちを選ぶことだけなのです。アテナイの皆さん、決してそのような説得に誰一人として乗せられてはなりません。分別のある人々にとって、過去に生じた過ちの実例は、もはや二度と過ちを繰り返さないようにするための十分な戒めとなるからです。
εἰσὶ δέ τινες ὑμῶν οἳ τοσαύτην ὑπερβολὴν τῆς ἐπιθυμίας ἔχουσιν εἰρήνην ὡς τάχιστα γενέσθαι· φασὶ γὰρ καὶ τὰς τετταράκονθʼ ἡμέρας ἐν αἷς ὑμῖν ἔξεστι βουλεύεσθαι περίεργον εἶναι, καὶ τοῦτο ἀδικεῖν ἡμᾶς·4 αὐτοκράτορας γὰρ πεμφθῆναι εἰς Λακεδαίμονα διὰ ταῦθʼ, ἵνα μὴ πάλιν ἐπαναφέρωμεν. τήν τε ἀσφάλειαν ἡμῶν τῆς ἐπαναφορᾶς δέος ὀνομάζουσι, λέγοντες ὡς οὐδεὶς πώποτε τὸν δῆμον τὸν Ἀθηναίων ἐκ τοῦ φανεροῦ πείσας ἔσῳσεν, ἀλλὰ δεῖ λαθόντας ἢ ἐξαπατήσαντας αὐτὸν εὖ ποιῆσαι.
ところが、皆さんの中には、できるだけ速やかに平和を結びたいと過剰なまでに望む人々がいます。彼らは、皆さんに審議が許されている四十日間の猶予すら余計なものであり、この点で私たちが不正を働いていると非難しています。彼らの言い分によれば、私たちが民衆に再付議することがないよう全権使節としてラケダイモンへ派遣されたのだからというのです。そして、私たちが再付議によって安全を期そうとしているのを「臆病」と呼び、これまで誰一人としてアテナイの民衆を公然と説得して救った者はおらず、民衆を利するには密かに事を運ぶか、あるいは騙すかしなければならないのだと述べています。
- 27τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν
不定詞 ἐμπολεμεῖν は動詞 παρέχουσιν の目的語である τὴν χώραν を修飾する限定・目的の不定詞(epexegetic / purpose infinitive)で、「戦う場として自らの国土を提供する(ことはしない)」という意味を表す。
- 27καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι
動詞 παραστήσεσθαι は παρίστημι の中動相未来不定詞で、「味方に引き入れる」「自らに従属させる・屈服させる」という他動詞的意味を持ち、対格の τοὺς συννικῶντας(ともに勝利する者たち=同盟者)を直接の目的語にとる。
- 29οἵτινες πρῶτον μὲν βασιλεῖ τῷ μεγάλῳ
関係代名詞 οἵτινες は直前の第1人称複数主語(ἡμεῖς)を受けて文頭に置かれ、挿入句や分詞句を挟んだ後、主動詞 ἀπεβαλόμεθα へと接続する。独立した接続的関係代名詞として論理的な理由・例証を展開する統語構造となっている。
- 33καὶ τοῦτο ἀδικεῖν ἡμᾶς
間接話法を導く φασί の支配下で、ἡμᾶς が不定詞 ἀδικεῖν の意味上の主語(対格主語)、τοῦτο は関連を示す対格または内面目的語(「この点において」「このようなことをして」)として機能している。
