- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg002.humanitext-grc2:1-7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンドキデスは、自身が国益となる提案をしているにもかかわらず私怨から妨害する政敵たちの無知と敵意を糾弾し、かつて自分が告発者となったのは父の命を救うための不可避の苦渋の選択であったと述べて寛容を求める。
εἰ μέν, ὦ ἄνδρες, ἐν ἑτέρῳ τῳ πράγματι οἱ παριόντες μὴ τὴν αὐτὴν γνώμην ἔχοντες πάντες ἐφαίνοντο, οὐδὲν ἂν θαυμαστὸν ἐνόμιζον· ὅπου μέντοι δεῖ τὴν πόλιν ἐμέ τι ποιῆσαι ἀγαθόν, ἢ εἴ τις ἕτερος βούλοιτο ἐμοῦ κακίων, δεινότατον ἁπάντων χρημάτων ἡγοῦμαι, εἰ τῷ μὲν δοκεῖ ταῦτα τῷ δὲ μή, ἀλλὰ μὴ πᾶσιν ὁμοίως. εἴπερ γὰρ ἡ πόλις ἁπάντων τῶν πολιτευομένων κοινή ἐστι, καὶ τὰ γιγνόμενα δήπου ἀγαθὰ τῇ πόλει κοινά ἐστι.
皆様、もし別の事柄において登壇者たちが全員一致した意見を持っていないように見えたのであれば、私は何も怪しむに足りないと考えたでしょう。しかしながら、国家のために私が何か善きことを為すべき場合、あるいは私以上に劣る誰か他の者がそう望む場合に、ある者にはこれが善しとされ、別の者には善しとされない、全員にとって一様にそうではないということは、あらゆる事柄の中で最も恐るべきことだと私は考えます。というのも、もし国家が国政に携わる者全員の共有のものであるなら、国家にもたらされる善き事柄もまた当然、共有のものだからです。
τουτὶ τοίνυν τὸ μέγα καὶ δεινὸν πάρεστιν ὑμῖν ὁρᾶν τοὺς μὲν ἤδη πράττοντας, τοὺς δὲ τάχα μέλλοντας· καί μοι μέγιστον θαῦμα παρέστηκε, τί ποτε οὗτοι οἱ ἄνδρες δεινῶς οὕτω περικάονται, εἴ τι ὑμᾶς χρὴ ἀγαθὸν ἐμοῦ ἐπαυρέσθαι.1 δεῖ γὰρ αὐτοὺς ἤτοι ἀμαθεστάτους εἶναι πάντων ἀνθρώπων, ἢ τῇ πόλει ταύτῃ δυσμενεστάτους. εἰ μέν γε νομίζουσι τῆς πόλεως εὖ πραττούσης καὶ τὰ ἴδια σφῶν αὐτῶν ἄμεινον ἂν φέρεσθαι, ἀμαθέστατοί εἰσι τὰ ἐναντία νῦν τῇ ἑαυτῶν ὠφελείᾳ σπεύδοντες·
さて皆様は、ある者たちが今や現にこの重大で恐るべきことを行っており、別の者たちがおそらくはまさにこれから行おうとしているのを目撃することができます。そして私には、皆様が私から何か善き益を得るべきだという場合に、いったいなぜこれらの者たちがこれほど激しくやきもきしているのか、最大の驚きが生じています。なぜなら彼らは、全人類の中で最も愚かであるか、さもなくばこの国家に対して最も敵意を抱いているかのいずれかでなければならないからです。もし彼らが、国家が繁栄すれば自分たち個人の事柄もより善く運ぶだろうと考えているのであれば、今まさに自分たち自身の利益と正反対のことを推し進めているのですから、最も愚かな者たちです。
εἰ δὲ μὴ ταὐτὰ ἡγοῦνται σφίσι τε αὐτοῖς συμφέρειν καὶ τῷ ὑμετέρῳ κοινῷ, δυσμενεῖς ἂν τῇ πόλει εἶεν· οἵτινες εἰσαγγείλαντός μου ἀπόρρητα εἰς τὴν βουλὴν περὶ τῶν πραγμάτων, ὧν ἀποτελεσθέντων οὐκ εἰσὶ τῇ πόλει ταύτῃ μείζονες ὠφέλειαι, καὶ τούτων ἀποδεικνύντος μου τοῖς βουλευταῖς σαφεῖς τε καὶ βεβαίους τὰς ἀποδείξεις, ἐκεῖ μὲν οὔτε τούτων τῶν ἀνδρῶν οἱ παραγενόμενοι ἐλέγχοντες οἷοί τʼ ἦσαν ἀποδεῖξαι εἴ τι μὴ ὀρθῶς ἐλέγετο, οὔτʼ ἄλλος οὐδείς, ἐνθάδε δὲ νῦν πειρῶνται διαβάλλειν.
しかし、もし自分たち自身にとって有益なことと皆様の公共にとって有益なこととが同一ではないと考えているのであれば、彼らは国家に対して敵意を抱いていることになりましょう。彼らは、達成されたならこの国家にとってそれ以上の恩恵はないような事柄について、私が評議会に機密の告発を行い、評議員たちにこれらの明白かつ確実な証拠を提示した折には、そこに立ち会った彼らの側の人間の誰ひとりとして、何か正しく語られていない点があるかどうか論駁して示すことができず、他の誰もできなかったのに、いまやここにおいて私を中傷しようと試みているのです。
σημεῖον οὖν τοῦτο ὅτι οὗτοι οὐκ ἀφʼ αὑτῶν ταῦτα πράττουσιν — εὐθὺς γὰρ ἂν τότε ἠναντιοῦντο — ἀλλʼ ἀπʼ ἀνδρῶν ἑτέρων, οἷοί εἰσιν ἐν τῇ πόλει ταύτῃ, οὐδενὸς ἂν χρήματος δεξάμενοι2 ὑμᾶς τι ἀγαθὸν ἐξ ἐμοῦ πρᾶξαι. καὶ αὐτοὶ μὲν οὗτοι οἱ ἄνδρες οὐ τολμῶσι σφᾶς αὐτοὺς εἰς τὸ μέσον καταστήσαντες διισχυρίζεσθαι περὶ τούτων, φοβούμενοι ἔλεγχον διδόναι εἴ τι εἰς ὑμᾶς τυγχάνουσι μὴ εὖ φρονοῦντες· ἑτέρους δὲ εἰσπέμπουσι, τοιούτους ἀνθρώπους οἷς εἰθισμένοις ἤδη ἀναισχυντεῖν οὐδὲν διαφέρει εἰπεῖν τε καὶ ἀκοῦσαι τὰ μέγιστα τῶν κακῶν.
したがって、これは彼らが自らの意志からこれを行っているのではなく――なぜならそれなら当時ただちに反対したはずだからです――、皆様が私から何か善き事柄を享受することをどのような金銭をもっても受け入れないような、この国家にいる他の者たちの差し金で行っているのだという証拠なのです。そしてこれらの者たち自身は、表に出て自分たちでこれらのことについて強硬に主張する勇気はなく、皆様に対して善からぬ思いを抱いているのではないかと試問を受けることを恐れています。それに対して彼らは別の者たち、すでに破廉恥であることに慣れきっており、最大の悪行を語ることも聞くことも意に介さないような人間たちを送り込んできているのです。
τὸ δʼ ἰσχυρὸν τοῦτο μόνον εὕροι τις ἂν αὐτῶν ἐν τοῖς λόγοις, τὰς ἐμὰς συμφορὰς ἐπὶ παντὶ ὀνειδίζειν, καὶ ταῦτα ἐν εἰδόσι δήπου κάλλιον ὑμῖν, ὥστε μηδὲν ἂν τούτων δικαίως τιμὴν αὐτοῖς τινα φέρειν. ἐμοὶ δέ, ὦ ἄνδρες, καὶ τῷ πρώτῳ τοῦτο εἰπόντι ὀρθῶς δοκεῖ εἰρῆσθαι, ὅτι πάντες ἄνθρωποι γίγνονται ἐπὶ τῷ εὖ καὶ κακῶς πράττειν, μεγάλη δὲ δήπου καὶ τὸ ἐξαμαρτεῖν δυσπραξία ἐστί, καὶ εἰσὶν εὐτυχέστατοι μὲν οἱ ἐλάχιστα ἐξαμαρτάνοντες, σωφρονέστατοι δὲ οἳ ἂν τάχιστα μεταγιγνώσκωσι. καὶ ταῦτα οὐ διακέκριται τοῖς μὲν γίγνεσθαι τοῖς δὲ μή, ἀλλʼ ἔστιν ἐν τῷ κοινῷ πᾶσιν ἀνθρώποις καὶ ἐξαμαρτεῖν τι καὶ κακῶς πρᾶξαι. ὧν ἕνεκα, ὦ Ἀθηναῖοι, εἰ ἀνθρωπίνως περὶ ἐμοῦ γιγνώσκοιτε, εἴητε ἂν ἄνδρες εὐγνωμονέστεροι. οὐ γὰρ φθόνου μᾶλλον ἢ οἴκτου ἄξιά μοί ἐστι τὰ γεγενημένα·
彼らの言葉の中に唯一見出される強力な点といえば、ことあるごとに私の災難を非難することだけですが、それも皆様の方がよくご存じの事柄であり、したがってこれらが正当にいかなる名誉をも彼らにもたらすはずはありません。 しかし皆様、私には、最初にこう語った者によっても、すべての人間は幸福にも不幸にもなる定めで生まれてくるのであり、罪を犯すということもまた確かに大きな不幸である、ということは正しく語られたと思われます。そして、最も幸運なのは最も過ちの少ない者たちであり、最も思慮分別があるのは最も迅速に思い改める者たちです。そしてこれらのことは、ある者たちには生じ、別の者たちには生じないというように分け隔てられているのではなく、何らかの過ちを犯すことも不幸になることも、全人類にとって共通してありうることなのです。ですからアテナイの皆様、もし皆様が私について人間的な寛容さをもって判断してくださるならば、より情け深い方々であってくださることでしょう。というのも、私に生じた出来事は嫉妬よりもむしろ同情に値するものだからです。
ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας, εἴτε χρὴ εἰπεῖν νεότητί τε καὶ ἀνοίᾳ τῇ ἐμαυτοῦ, εἴτε καὶ δυνάμει τῶν πεισάντων με ἐλθεῖν εἰς τοιαύτην συμφορὰν τῶν φρενῶν, ὥστʼ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι,3 ἢ μὴ βουληθέντι κατειπεῖν τοὺς ταῦτα ποιήσαντας οὐ περὶ ἐμοῦ μόνου ὀρρωδεῖν, εἴ τι ἔδει παθεῖν, ἀλλὰ καὶ τὸν πατέρα οὐδὲν ἀδικοῦντα σὺν ἐμαυτῷ ἀποκτεῖναι — ὅπερ ἀνάγκη παθεῖν ἦν αὐτῷ, εἰ ἐγὼ μὴ ἐβουλόμην ταῦτα ποιῆσαι — ἢ κατειπόντι τὰ γεγενημένα αὐτὸν μὲν ἀφεθέντα μὴ τεθνάναι, τοῦ δὲ ἐμαυτοῦ πατρὸς μὴ φονέα γενέσθαι. τί δʼ ἂν οὐ πρό γε τούτου τολμήσειεν ἄνθρωπος ποιῆσαι;
私自身の若さと無分別によるものと語るべきか、あるいは私をそのような心の錯乱へと至らしめるよう説得した者たちの力によるものと語るべきかはともかく、私はそれほどの不運に陥り、その結果、二つの最大の災厄のうちいずれか一方を選ばざるをえない事態となりました。すなわち、これらを実行した者たちを告発することを望まなければ、自分が被るべき災いがあったとしても自分一人の身の上を恐れるだけでなく、何ら罪のない実の父をも自分とともに死に至らしめるか――もし私がこれを行おうと望まなければ、父がそれを被ることは不可避でした――、あるいは生じた出来事を告発して、自分自身は赦免されて命を落とさずに済み、実の父の殺人者にもならないか、という二者択一です。この事態を避けるためなら、いったい人間として敢えて行わないことなどあるでしょうか。
- 2εἴ τι ὑμᾶς χρὴ ἀγαθὸν ἐμοῦ ἐπαυρέσθαι
動詞 ἐπαυρίσκομαι(不定法 ἐπαυρέσθαι)は目的語として属格または対格を取るが、ここでは τι ἀγαθόν が直接目的語(対格)、ὑμᾶς が「益を受ける主体」(対格)、ἐμοῦ が利益の出所(出所の属格)を表す。全体として「皆様が私から何らかの善いこと(益)を得るべきだとしたら」の意をなす。
- 4ἀλλʼ ἀπʼ ἀνδρῶν ἑτέρων, οἷοί εἰσιν ἐν τῇ πόλει ταύτῃ, οὐδενὸς ἂν χρήματος δεξάμενοι
分詞 δεξάμενοι は主格複数であり、文法的には先行する前置詞句 ἀπʼ ἀνδρῶν ἑτέρων(属格)と一致しない。関係節 οἷοί εἰσιν の主格補語あるいは意味上の主語「彼らは〜であろうような人々である」に牽引された破格構文(constructio ad sensum)であり、ἄν とともに潜在(「決して受け入れないであろう人々」)を表している。
- 7ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας... ὥστʼ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι
文頭の関係代名詞 ὃς は接続的に用いられ、先行する μοι を受けて「この私は…」と自らの不運な経緯を述べる。続く ὥστε 節は結果構文で、ἀνάγκην γενέσθαι 以下の二者択一が ἢ μὴ βουληθέντι... ἢ κατειπόντι... という与格分詞句(μοι に呼応)の対比によって展開されている。
