← アンドキデス

秘儀について

§137-143

神々の庇護と祖先の功績に基づく無罪の訴え

アンドキデスは、神々が彼を過酷な航海や戦争の危機から救ったのはケピシオスごときに処刑させるためではないと論じ、大赦による和解を守ることと、かつて国を救った祖先の功績に報いて自分を放免することを裁判員に訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§137

κατηγόρησαν δέ μου καὶ περὶ τῶν ναυκληριῶν καὶ περὶ τῆς ἐμπορίας, ὡς ἄρα οἱ θεοὶ διὰ τοῦτό με ἐκ τῶν κινδύνων σῴσαιεν,1 ἵνα ἐλθὼν δεῦρο, ὡς ἔοικεν, ὑπὸ Κηφισίου ἀπολοίμην. ἐγὼ δέ, ὦ Ἀθηναῖοι, οὐκ ἀξιῶ τοὺς θεοὺς τοιαύτην γνώμην ἔχειν, ὥστʼ εἰ ἐνόμιζον ὑπʼ ἐμοῦ ἀδικεῖσθαι, λαμβάνοντάς με ἐν τοῖς μεγίστοις κινδύνοις μὴ τιμωρεῖσθαι. τίς γὰρ κίνδυνος μείζων ἀνθρώποις ἢ χειμῶνος ὥρᾳ πλεῖν τὴν θάλατταν; ἐν οἷς ἔχοντες μὲν τὸ σῶμα τοὐμόν, κρατοῦντες δὲ τοῦ βίου καὶ τῆς οὐσίας τῆς ἐμῆς, εἶτα ἔσῳζον;

告発者たちは私の船主稼業や交易についても非難し、神々が私を危険から救ったのは、どうやら私がここへ戻ってきてケピシオスによって身を滅ぼすためであった、などと主張しました。しかしアテナイの皆様、私は神々がそのような考えをお持ちであるとは思いません。もし私から不正を受けていると見なしておられたなら、私を最大の危険の中に捕らえながら処罰しないなどということはないはずです。いったい人間にとって、冬の季節に海を航海すること以上に大きな危険があるでしょうか。その危険の中で、神々は私の身体を手中に収め、私の生命と財産を支配していながら、それでも救ってくださったというのでしょうか。

§138

οὐκ ἐξῆν αὐτοῖς ποιῆσαι μηδὲ ταφῆς τὸ σῶμα ἀξιωθῆναι; ἔτι δὲ πολέμου γενομένου καὶ τριήρων ἀεὶ κατὰ θάλατταν οὐσῶν καὶ λῃστῶν, ὑφʼ ὧν πολλοὶ ληφθέντες, ἀπολέσαντες τὰ ὄντα, δουλεύοντες τὸν βίον διετέλεσαν, οὔσης δὲ χώρας βαρβάρου, εἰς ἣν πολλοὶ ἤδη ἐκπεσόντες αἰκείαις ταῖς μεγίσταις περιέπεσον καὶ τὰ σφέτερα αὐτῶν σώματα αἰκισθέντες ἀπέθανον, — εἶτα οἱ μὲν θεοὶ ἐκ τοσούτων κινδύνων ἔσῳζόν με,2 σφῶν δὲ αὐτῶν προὐστήσαντο τιμωρὸν γενέσθαι Κηφίσιον τὸν πονηρότατον Ἀθηναίων, ὧν οὗτός φησι πολίτης εἶναι οὐκ ὤν, ᾧ οὐδʼ ὑμῶν τῶν καθημένων οὐδεὶς ἂν ἐπιτρέψειεν οὐδὲν τῶν ἰδίων, εἰδὼς τοῦτον οἷός ἐστιν; ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, ἡγοῦμαι χρῆναι νομίζειν τοὺς τοιούτους κινδύνους ἀνθρωπίνους, τοὺς δὲ κατὰ θάλατταν θείους. εἴπερ οὖν δεῖ τὰ τῶν θεῶν ὑπονοεῖν, πάνυ ἂν αὐτοὺς οἶμαι ἐγὼ ὀργίζεσθαι καὶ ἀγανακτεῖν, εἰ τοὺς ὑφʼ ἑαυτῶν σῳζομένους ὑπʼ ἀνθρώπων ἀπολλυμένους ὁρῷεν.

神々は私の遺体すら埋葬に値しないように取り計らうこともできたのではありませんか。その上、戦争が起こり、海上には常に三段櫂船や海賊が出没し、彼らに捕らえられた多くの人々が財産を失って生涯を奴隷として過ごし、また野蛮人の地もあって、そこへ漂着した多くの人々が極度の虐待に遭い、その肉体を痛めつけられて命を落としたのです。――それなのに神々は、これほど多くの危険から私を救いながら、自分たちの復讐者として、アテナイ人の中で最も邪悪なケピシオス――この男はアテナイ市民であると自称していますが実際はそうではない男であり、ここに座っておられる皆様の誰一人として、彼の人となりを知りながら私的な財産を何一つ委ねようとはしない男です――を立てられたとでもいうのでしょうか。皆様、私としては、そのような危険は人間的なもの、海の危険こそ神的なものと考えるべきだと思います。もし神々のお心を推し量る必要があるならば、自分たちによって救われた者たちが人間によって滅ぼされるのをご覧になれば、神々は激しく怒り憤慨なさるだろうと私は思います。

§140

καὶ μὲν δὴ καὶ τάδε ὑμῖν ἄξιον, ὦ ἄνδρες, ἐνθυμηθῆναι, ὅτι νυνὶ πᾶσι τοῖς Ἕλλησιν ἄνδρες ἄριστοι καὶ εὐβουλότατοι δοκεῖτε γεγενῆσθαι, οὐκ ἐπὶ τιμωρίαν τραπόμενοι τῶν γεγενημένων, ἀλλʼ ἐπὶ σωτηρίαν τῆς πόλεως καὶ ὁμόνοιαν τῶν πολιτῶν. συμφοραὶ μὲν γὰρ ἤδη καὶ ἄλλοις πολλοῖς ἐγένοντο οὐκ ἐλάττους ἢ καὶ ἡμῖν· τὸ δὲ τὰς γενομένας διαφορὰς πρὸς ἀλλήλους θέσθαι καλῶς, τοῦτʼ εἰκότως ἤδη δοκεῖ ἀνδρῶν ἀγαθῶν καὶ σωφρόνων ἔργον εἶναι. ἐπειδὴ τοίνυν παρὰ πάντων ὁμολογουμένως ταῦθʼ ὑμῖν ὑπάρχει, καὶ εἴ τις φίλος ὢν τυγχάνει καὶ εἴ τις ἐχθρός, μὴ μεταγνῶτε, μηδὲ βούλεσθε τὴν πόλιν ἀποστερῆσαι ταύτης τῆς δόξης, μηδὲ αὐτοὶ δοκεῖν τύχῃ ταῦτα μᾶλλον ἢ γνώμῃ ψηφίσασθαι.

そして皆様、まさに次のことも思いを致すに値します。すなわち現在、皆様はすべてのギリシア人にとって最も優れた、最も思慮深い人々であると認められているということです。それは、過去の出来事への復讐へと向かうのではなく、都市の救済と市民の調和へと向かわれたからです。というのも、不幸そのものは既に他の多くの人々にも我々に劣らず生じたことですが、生じた互いの不和を立派に収めること、これこそがまさに立派で思慮ある人々のなすべき業であると思われるからです。それゆえ、敵であれ味方であれ、すべての人々から異口同音にこの名声が皆様に備わっている以上、考えを変えないでください。この名声を都市から奪い去るようなことを望まないでください。そして皆様ご自身が、思慮によってではなく偶然によってこの決議を下したのだと思われるようなことはなさらないでください。

§141

δέομαι οὖν ἁπάντων ὑμῶν περὶ ἐμοῦ τὴν αὐτὴν γνώμην ἔχειν, ἥνπερ καὶ περὶ τῶν ἐμῶν προγόνων, ἵνα κἀμοὶ ἐγγένηται ἐκείνους μιμήσασθαι, ἀναμνησθέντας αὐτῶν ὅτι ὅμοιοι3 τοῖς πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίοις τῇ πόλει γεγένηνται, πολλῶν ἕνεκα σφᾶς αὐτοὺς παρέχοντες τοιούτους, μάλιστα δὲ τῆς εἰς ὑμᾶς εὐνοίας, καὶ ὅπως, εἴ ποτέ τις αὐτοῖς ἢ τῶν ἐξ ἐκείνων τινὶ κίνδυνος γένοιτο ἢ συμφορά, σῴζοιντο συγγνώμης παρʼ ὑμῶν τυγχάνοντες. εἰκότως δʼ ἂν αὐτῶν μεμνῇσθε·

それゆえ私は皆様全員に対し、私の祖先たちに対して抱いておられるのと同じお考えを私に対しても抱いてくださるよう懇願いたします。それは私にも彼らを見習う道が開かれるためであり、また祖先たちが都市にとって最大・最多の善きことの原因となった人々と同様であったことを皆様に思い起こしていただきたいのです。彼らは多くのことのために、とりわけ皆様への好意のために、自らをそのような者として示し、また、もし自分たちやその子孫の誰かに危険や不幸が生じたときには、皆様から寛恕を得て救われるようにと望んだのです。皆様が彼らを記憶に留められるのは当然のことです。

§142

καὶ γὰρ τῇ πόλει ἁπάσῃ αἱ τῶν ὑμετέρων προγόνων ἀρεταὶ πλείστου ἄξιαι ἐγένοντο. ἐπειδὴ γάρ, ὦ ἄνδρες, αἱ νῆες διεφθάρησαν, πολλῶν βουλομένων τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλεῖν, Λακεδαιμόνιοι ἔγνωσαν ὅμως τότε ἐχθροὶ ὄντες σῴζειν τὴν πόλιν διὰ τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς, οἳ ὑπῆρξαν τῆς ἐλευθερίας ἁπάσῃ τῇ Ἑλλάδι.

というのも、皆様の祖先たちの卓越した徳は都市全体にとっても最大の価値あるものであったからです。というのも皆様、船団が壊滅し、多くの者が都市を回復不能の惨禍に陥れようと望んだときにも、ラケダイモン人たちは当時敵であったにもかかわらず、全ギリシアに自由をもたらしたあの先人たちの徳のゆえに、都市を救う決定を下したのです。

§143

ἐπειδὴ τοίνυν καὶ ἡ πόλις ἐσώθη δημοσίᾳ διὰ τὰς τῶν προγόνων τῶν ὑμετέρων ἀρετάς, ἀξιῶ κἀμοὶ διὰ τὰς τῶν προγόνων τῶν ἐμῶν ἀρετὰς σωτηρίαν γενέσθαι. καὶ γὰρ αὐτῶν τῶν ἔργων, διʼ ἅπερ ἡ πόλις ἐσώθη, οὐκ ἐλάχιστον μέρος οἱ ἐμοὶ πρόγονοι συνεβάλοντο· ὧν ἕνεκα καὶ ἐμοὶ δίκαιον ὑμᾶς μεταδοῦναι τῆς σωτηρίας, ἧσπερ καὶ αὐτοὶ παρὰ τῶν Ἑλλήνων ἐτύχετε.

それゆえ、都市が皆様の祖先たちの徳によって公に救われた以上、私もまた私の祖先たちの徳によって救いを得るのが当然であると私は考えます。都市が救われる因となったまさにその功業において、私の祖先たちも決して小さくない貢献をなしたのです。そのゆえに、皆様ご自身がギリシア人たちから受けられたその救いを、私にも分かち与えてくださることが正当なのです。

構文注3 件
  1. 137ὡς ἄρα οἱ θεοὶ διὰ τοῦτό με ἐκ τῶν κινδύνων σῴσαιεν

    間接話法における ὡς+希求法で、告発者側の主張(「神々が私を救ったのは…」)を伝聞として引く。小辞 ἄρα は相手の奇妙で不合理な理屈(「まさか〜だというのか」)を浮き彫りにし、皮肉なニュアンスを添えている。

  2. 138ἔτι δὲ πολέμου γενομένου καὶ τριήρων ἀεὶ κατὰ θάλατταν οὐσῶν καὶ λῃστῶν, ὑφʼ ὧν πολλοὶ ληφθέντες, ἀπολέσαντες τὰ ὄντα, δουλεύοντες τὸν βίον διετέλεσαν, οὔσης δὲ χώρας βαρβάρου, εἰς ἣν πολλοὶ ἤδη ἐκπεσόντες αἰκείαις ταῖς μεγίσταις περιέπεσον καὶ τὰ σφέτερα αὐτῶν σώματα αἰκισθέντες ἀπέθανον, — εἶτα οἱ μὲν θεοὶ ἐκ τοσούτων κινδύνων ἔσῳζόν με

    複数の属格絶対句(πολέμου γενομένου... τριήρων οὐσῶν... οὔσης δὲ χώρας)と関係節が重畳したのち、破格構文(アナコルートン)によってダッシュ以下の主節(εἶτα οἱ μὲν θεοὶ...)へ接続している。副詞 εἶτα は憤慨を込めた反語の導入として機能し、前半で列挙された数々の危機と、ケピシオスごときを復讐者にするという結末の不条理を鋭く対比させている。

  3. 141ἀναμνησθέντας αὐτῶν ὅτι ὅμοιοι

    直前の主節動詞 δέομαι ἁπάντων ὑμῶν(属格支配)に対し、分詞 ἀναμνησθέντας は対格形をとっている。これは先行する不定詞 ἔχειν の意味上の主語(対格)に構文上引き寄せられた構文交代(構文的同化)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:137-143