- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:121-128
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンドキデスは、カリアスがエピュリコスの相続女を狙って自身を告発し嘆願の枝を置く陰謀を巡らせたと暴露し、さらにイスコマコスの母娘双方と同棲して子を否認・再認知したカリアスの放埒な醜聞を糾弾する。
εἰ δὲ μή, ἐγὼ ἐπιδικάσομαι. γνοὺς ταῦτα Καλλίας λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου,1 τῇ δεκάτῃ ἱσταμένου, ἵνα μὴ ἐπιδικάσωμαι ἐγώ. ταῖς δʼ εἰκάσι, μυστηρίοις τούτοις, δοὺς Κηφισίῳ χιλίας δραχμὰς ἐνδείκνυσί με καὶ εἰς τὸν ἀγῶνα τοῦτον καθίστησιν. ἐπειδὴ δʼ ἑώρα με ὑπομένοντα, τίθησι τὴν ἱκετηρίαν, ὡς ἐμὲ μὲν ἀποκτενῶν ἄκριτον ἢ ἐξελῶν, αὐτὸς δὲ πείσας Λέαγρον χρήμασι συνοικήσων τῇ Ἐπιλύκου θυγατρί.
さもなければ、私が請求する」と。 カリアスはこれを知ると、私が請求できないようにするため、上弦の月の十日に自分の息子のためにその相続女の請求訴訟を起こしました。そして二十日過ぎ、この秘儀の最中に、ケフィシオスに千ドラクマを与えて私を告発させ、この裁判へと引きずり込んだのです。しかし私が踏みとどまるのを見ると、私を審理なしに処刑するか追放する一方、自らは金でレアグロスを説得してエピリュコスの娘と同棲しようと目論み、あの嘆願の枝を置いたのです。
ἐπειδὴ δʼ οὐδʼ ὣς ἄνευ ἀγῶνος ἑώρα ἐσόμενα τὰ πράγματα, τότε δὴ προσιὼν Λυσίστρατον, Ἡγημόνα, Ἐπιχάρη, ὁρῶν φίλους ὄντας ἐμοὶ καὶ χρωμένους, εἰς τοῦτο βδελυρίας ἦλθε καὶ παρανομίας ὥστʼ ἔλεγε πρὸς τούτους ὡς εἰ ἔτι καὶ νῦν βουλοίμην ἀποστῆναι τῆς Ἐπιλύκου θυγατρός, ἕτοιμος εἴη παύσασθαί με κακῶς ποιῶν, ἀπαλλάξαι δὲ Κηφίσιον, δίκην δʼ ἐν τοῖς φίλοις δοῦναί μοι τῶν πεποιημένων.
しかし、それでも裁判なしには事態が収まらないと見ると、その時になって私の友人であり親しい付き合いのあるリュシストラトス、ヘゲモン、エピカレスに近づき、もはや呆れ果てるほどの恥知らずで不法な挙に出ました。もし私が今からでもエピュリコスの娘を諦めるなら、自分は私への加害をやめ、ケフィシオスを取り下げさせ、友人たちの前でこれまでの所業について私に賠償する用意がある、と彼らに告げたのです。
εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλους· εἰ δʼ ἐγὼ αὐτὸν ἀποφεύξομαι καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρες, δοκῇ. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας.
私は彼に、告発もし、他の者たちをも抱き込めばよいと言いました。もし私が彼の告発から無罪を勝ち取り、アテナイ人たちが私について正当な判断を下すならば、今度は彼自身が自らの命を懸けて審判を受ける番になると私は考えています。皆様がお望みなら、私は彼に対してこの言葉を違えることはありません。私が真実を言っていることの証拠として、証人たちを呼んでください。
Μάρτυρες ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, ᾧ λαχεῖν ἠξίωσε τῆς Ἐπιλύκου θυγατρός, σκέψασθε πῶς γέγονε καὶ πῶς ἐποιήσατʼ αὐτόν· ταῦτα γὰρ καὶ ἄξιον ἀκοῦσαι, ὦ ἄνδρες. γαμεῖ μὲν Ἰσχομάχου θυγατέρα· ταύτῃ δὲ συνοικήσας οὐδʼ ἐνιαυτὸν τὴν μητέρα αὐτῆς ἔλαβε, καὶ συνῴκει ὁ πάντων σχετλιώτατος ἀνθρώπων τῇ μητρὶ καὶ τῇ θυγατρί, ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός,2 καὶ εἶχεν ἐν τῇ οἰκίᾳ ἀμφοτέρας.
証人 しかし皆様、彼がエピュリコスの娘への請求権を得させようとしたその息子が、どのように生まれ、彼がどのように認知したかをご検討ください。皆様、これこそ聞くに値することなのですから。彼はイスコマコスの娘と結婚しました。しかし彼女と同棲して一年も経たないうちにその母親をも娶り、あらゆる人間の中で最も破廉恥なことに、母と娘の祭司でありながら母と娘の双方と同棲し、二人とも家に囲っていたのです。
καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη, καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι3 ἐξ αὐτοῦ τὸ παιδίον.
そしてこの男は恥じることもなく、二柱の女神を恐れることもしませんでした。一方、イスコマコスの娘は、起きている事態を目の当たりにして生きているより死んだ方がましだと考え、首を吊ろうとしましたが途中で止められ、息を吹き返すと家から逃げ出して去り、こうして母親が娘を追い出しました。ところがこの男は、今度はこの母親にも飽き果てると、彼女をも追い出したのです。すると彼女は彼の子を身ごもっていると主張し、男児を産むと、彼はその子が自分の子ではないと否定しました。
λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. ὁ δʼ ἠρώτα τίνος εἴη τὸ παιδίον· ἔλεγον Καλλίου τοῦ Ἱππονίκου. ἐγώ εἰμι οὗτος. καὶ ἔστι γε σὸν τὸ παιδίον. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν μὴ εἶναί οἱ υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός· ἢ ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται.
そこで女の親族たちは赤ん坊を連れ、生贄の動物を携えてアパトリア祭の祭壇にやって来て、カリアスに奉納の儀礼を執り行うよう要求しました。すると彼は、その赤ん坊は誰の子かと尋ねました。彼らが言いました。 「ヒッポニコスの息子カリアスの子だ」「それは私のことだ」「まさにあなたの子供だ」彼は祭壇に手を触れて、グラウコンの娘が生んだヒッポニコス以外には、自分に他の息子はおらず、かつて生まれたこともないと誓いました。もし偽りなら、自分も家も根絶やしにされんことを、と誓ったのです――実際その通りになるでしょうが。
μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ὑστέρῳ πάλιν χρόνῳ τῆς γραὸς τολμηροτάτης γυναικὸς ἀνηράσθη, καὶ κομίζεται αὐτὴν εἰς τὴν οἰκίαν, καὶ τὸν παῖδα ἤδη μέγαν ὄντα εἰσάγει εἰς Κήρυκας, φάσκων εἶναι υἱὸν αὑτοῦ. ἀντεῖπε μὲν Καλλιάδης μὴ εἰσδέξασθαι, ἐψηφίσαντο δὲ οἱ Κήρυκες κατὰ τὸν νόμον ὅς ἐστιν αὐτοῖς, τὸν πατέρα ὀμόσαντα εἰσάγειν ἦ μὴν υἱὸν ὄντα ἑαυτοῦ εἰσάγειν. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν τὸν παῖδα ἑαυτοῦ εἶναι γνήσιον, ἐκ Χρυσίλλης γεγονότα· ὃν ἀπώμοσε. καὶ μοι τούτων ἁπάντων τοὺς μάρτυρας κάλει.
それから後になって、皆様、またしても彼はあの甚だ恥知らずな老婆に再び激しい情欲を抱き、彼女を家に迎え入れ、すでに大きくなっていたその少年を自分の息子だと主張してケリュケス氏族に加入させようとしたのです。カリアデスは加入させるなと反対しましたが、ケルクス氏族は彼らの法に従って、父親が確かに自分の息子を連れてきたと誓約した上で加入させるべきだと議決しました。彼は祭壇に手を触れて、その少年が確かにクリュシラから生まれた自分の嫡出子であると誓ったのです――誓って否認したまさにその子のことをです。これらすべてのことについて、証人たちを呼んでください。
Μάρτυρες φέρε δὴ τοίνυν, ὦ ἄνδρες, σκεψώμεθα εἰ πώποτε ἐν τοῖς Ἕλλησι πρᾶγμα τοιοῦτον ἐγένετο, ὅπου γυναῖκά τις γήμας ἐπέγημε τῇ θυγατρὶ τὴν μητέρα4 καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα· ταύτῃ δὲ συνοικῶν βούλεται τὴν Ἐπιλύκου θυγατέρα λαβεῖν, ἵνʼ ἐξελάσῃ τὴν τήθην ἡ θυγατριδῆ. ἀλλὰ γὰρ τῷ παιδὶ αὐτοῦ τί χρὴ τοὔνομα θέσθαι;
証人 さあ皆様、ギリシア人の間でこのような出来事がかつて起きたことがあったか考えてみましょう。ある男が女を娶りながら、娘に加えてその母親をも妻にし、母親が娘を追い出したのです。そしてこの女と同棲していながら、今度はエピュリコスの娘を娶ろうと望んでいますが、それは孫娘が祖母を追い出すためなのです。しかしそもそも、彼の息子にはいったいどのような名をつけるべきでしょうか。
- 121λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου
動詞 λαγχάνω に請求対象を表す属格(τῆς ἐπικλήρου「相続女を対象として」)と利害関係者を表す与格(τῷ υἱεῖ「息子のために」)が結合した訴訟法上の表現である。カリアス自身ではなく息子の名義で相続女の婚姻請求訴訟(ἐπιδικασία)を提起したことを示す。
- 124ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός
エレウシスの二柱の女神(デーメーテールとコレー/ペルセポネー)を指す宗教的尊称「母(デーメーテール)と娘(コレー)」と、イスコマコスの妻(母)とその娘の双方と同棲した実態とを二重に掛け合わせた意図的な言葉遊び(地口)である。
- 125ἔξαρνος ἦν μὴ εἶναι
否定・否認を表す形容詞・動詞(ἔξαρνος ἦν「否認した」)に導かれる不定詞補文において、先行する否定の意味と呼応して現れる虚辞の否定詞 μή(sympathetic negative)である。日本語等の訳出上は二重否定(「〜でないことを否定した」)に取らず、「自分の子ではないと否定した」と解する。
- 128ἐπέγημε τῇ θυγατρὶ τὴν μητέρα
接頭辞 ἐπί- を伴う動詞 ἐπιγαμέω(「〜の上に/〜に加えて娶る」)が与格(τῇ θυγατρί)と対格(τὴν μητέρα)を伴った構文。「娘を妻としている上に、さらにその母親を娶った」という重婚的・近親相姦的付加の関係を表す。
