- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:63-69
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アイスキネスは、ピリッポスとの単独和平および同盟を急ぎ、同盟者ケルソブレプテスを排除しようとしたフィロクラテスとデモステネスの結託を暴露し、祭礼の聖日に民会を招集させたデモステネスの画策とそれに対する同盟諸都市の対応を論じる。
νικᾷ γὰρ ἕτερον ψήφισμα Φιλοκράτης, ἐν ᾧ κελεύει ἑλέσθαι δέκα πρέσβεις, οἵτινες ἀφικόμενοι ὡς Φίλιππον ἀξιώσουσιν αὐτὸν δεῦρο πρέσβεις αὐτοκράτορας ἀποστέλλειν ὑπὲρ εἰρήνης. τούτων εἷς ἦν Δημοσθένης. κἀκεῖθεν ἐπανήκων ἐπαινέτης ἦν τῆς εἰρήνης, καὶ ταὐτὰ τοῖς ἄλλοις πρέσβεσιν ἀπήγγελλε, καὶ μόνος τῶν βουλευτῶν ἔγραψε σπείσασθαι τῷ κήρυκι τῷ ἀπὸ Φιλίππου καὶ τοῖς πρέσβεσιν, ἀκόλουθα γράφων Φιλοκράτει· ὁ μέν γε τὴν ἐξουσίαν δέδωκε τοῦ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπεσθαι, ὁ δὲ τῇ πρεσβείᾳ σπένδεται.
事実、フィロクラテスは別の決議案を可決させました。その中で彼は十名の使節を選任することを命じ、彼らはピリッポスのもとに赴いて、平和条約のために全権使節を当地へ派遣するよう彼に求めることになっていました。この使節たちの一人がデモステネスでした。そして彼はあちらから戻ると、平和条約の称賛者となり、他の使節たちと同じ報告を行い、評議員の中でただ一人、ピリッポスからの使者と使節たちと休戦条約を結ぶよう提案し、フィロクラテスに歩調を合わせた提案を行いました。一方〔フィロクラテス〕が当地へ使者や使節を送る権能を与えたのに対し、他方〔デモステネス〕はその使節団と休戦協定を結んだのです。
τὰ δὲ μετὰ ταῦτα ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν. ἐπράττετο γὰρ οὐ πρὸς τοὺς ἄλλους πρέσβεις, τοὺς πολλὰ συκοφαντηθέντας ὕστερον ἐκ μεταβολῆς ὑπὸ Δημοσθένους, ἀλλὰ πρὸς Φιλοκράτην καὶ Δημοσθένην,1 εἰκότως, τοὺς ἅμα μὲν πρεσβεύοντας, ἅμα δὲ τὰ ψηφίσματα γράφοντας, πρῶτον μὲν ὅπως μὴ περιμενεῖτε τοὺς πρέσβεις οὓς ἦτε ἐκπεπομφότες παρακαλοῦντας ἐπὶ Φίλιππον, ἵνα μὴ μετὰ τῶν Ἑλλήνων, ἀλλʼ ἰδίᾳ ποιήσαισθε τὴν εἰρήνην· δεύτερον δʼ ὅπως μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν εἶναι ψηφιεῖσθε πρὸς Φίλιππον, ἵνα, εἴ τινες προσέχοιεν τῷ πλήθει τῷ ὑμετέρῳ, εἰς τὴν ἐσχάτην ἐμπέσοιεν ἀθυμίαν, ὁρῶντες ὑμᾶς αὑτοὺς μὲν παρακαλοῦντας ἐπὶ τὸν πόλεμον, οἴκοι δὲ μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν ἐψηφισμένους ποιεῖσθαι· τρίτον δὲ ὅπως Κερσοβλέπτης ὁ Θρᾴκης βασιλεὺς μὴ ἔσται ἔνορκος, μηδέ μετέσται τῆς συμμαχίας καὶ τῆς εἰρήνης αὐτῷ. παρηγγέλλετο δʼ ἐπʼ αὐτὸν ἤδη στρατεία.
これに続く事柄については、どうか私に心して耳を傾けてください。というのも、交渉は他の使節たち――後に豹変したデモステネスによって激しく中傷された人々――に対して行われたのではなく、当然のことながら、使節を務める一方で決議案を起草していたフィロクラテスとデモステネスに対して行われたからです。それは第一に、あなたがたがピリッポスに対する共闘を呼びかけるために派遣していた使節たちを待たず、ギリシア人たちと共同ではなく単独で平和条約を結ぶようにするためであり、第二に、ピリッポスに対して平和だけでなく同盟をも結ぶと決議するようにするためでした。それは、もしあなたがたの民衆に期待を寄せる者がいたとしても、あなたがたが彼らには戦争への協力を呼びかけながら、自国においては単に平和だけでなく同盟まで結ぶことを決議しているのを見て、極度の落胆に陥るようにするためでした。そして第三に、トラキアの王ケルソブレプテスが誓いを立てる盟約者に含まれず、彼が同盟と平和に与らないようにするためでした。当時、彼に対する軍事行動はすでに命じられていたのです。
καὶ ταῦθʼ ὁ μὲν ἐξωνούμενος οὐκ ἠδίκει, πρὸ γὰρ τῶν ὅρκων καὶ τῶν συνθηκῶν ἀνεμέσητον ἦν αὐτῷ πράττειν τὰ συμφέροντα, οἱ δʼ ἀποδόμενοι καὶ κατακοινωνήσαντες τὰ τῆς πόλεως ἰσχυρὰ2 μεγάλης ὀργῆς ἦσαν ἄξιοι. ὁ γὰρ μισαλέξανδρος νυνὶ φάσκων εἶναι, καὶ τότε μισοφίλιππος, Δημοσθένης, ὁ τὴν ξενίαν ἐμοὶ προφέρων τὴν Ἀλεξάνδρου, γράφει ψήφισμα, τοὺς καιροὺς τῆς πόλεως ὑφαιρούμενος, ἐκκλησίαν ποιεῖν τοὺς πρυτάνεις τῇ ὀγδόῃ ἱσταμένου τοῦ Ἐλαφηβολιῶνος μηνός, ὅτʼ ἦν τῷ Ἀσκληπιῷ ἡ θυσία καὶ ὁ προαγών, ἐν τῇ ἱερᾷ ἡμέρᾳ, ὃ πρότερον οὐδεὶς μέμνηται γεγονός, τίνα πρόφασιν ποιησάμενος; ἵνα, φησίν, ἐὰν παρῶσιν ἤδη οἱ Φιλίππου πρέσβεις, βουλεύσηται ὁ δῆμος ὡς τάχιστα περὶ τῶν πρὸς φίλιππον, τοῖς οὔπω παροῦσι πρέσβεσι προκαταλαμβάνων τὴν ἐκκλησίαν, καὶ τοὺς χρόνους ὑμῶν ὑποτεμνόμενος καὶ τὸ πρᾶγμα κατασπεύδων, ἵνα μὴ μετὰ τῶν ἄλλων Ἑλλήνων, ἐπανελθόντων τῶν ὑμετέρων πρέσβεων, ἀλλὰ μόνοι ποιήσησθε τὴν εἰρήνην.
そして、これらを金で買い取った側は不正を犯したわけではありません。誓いと条約の前には、自らにとって有利なことを行うのは非難に値しないことだったからです。しかし、ポリスの強固な砦を売り払い、敵に引き渡した者たちは、大いなる怒りを受けて当然でした。今やアレクサンドロスを憎む者であり、当時はピリッポスを憎む者であったと自称するデモステネス、私に対してアレクサンドロスとの歓待関係を非難してくるこの男が、ポリスにとっての好機を奪い取りながら、決議案を提案するのです。エラペボリオン月の初めの八日に、アスクレピオスへの犠牲祭とプロアゴーン(開会前の下見興行)が行われる聖なる日に、かつて起きたと記憶している者が誰もいないことでしたが、民会を招集するようプリュタニスたちに命じる提案を行いました。どのような口実を設けてのことでしょうか。 「もしピリッポスの使節たちがすでに到着しているならば、 民衆がピリッポスとの交渉について可及的速やかに審議できるように」と彼は言うのです。 まだ到着してもいない使節たちのために民会の日程をあらかじめ押さえ、あなたがたの時間を切り詰め、事態を急がせたのは、あなたがたの使節たちが帰還した後に他のギリシア人たちとともにではなく、あなたがた単独で平和条約を結ばせるためでした。
μετὰ ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, ἧκον οἱ φιλίππου πρέσβεις· οἱ δὲ ὑμέτεροι ἀπεδήμουν, παρακαλοῦντες τοὺς Ἕλληνας ἐπὶ Φίλιππον. ἐνταῦθʼ ἕτερον νικᾷ ψήφισμα Δημοσθένης, ἐν ᾧ γράφει μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας βουλεύσασθαι, μὴ περιμείναντας τοὺς πρέσβεις τοὺς ὑμετέρους, ἀλλʼ εὐθὺς μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει, τῇ ὀγδόῃ καὶ ἐνάτῃ ἐπὶ δέκα. ὅτι δʼ ἀληθῆ λέγω, τῶν ψηφισμάτων ἀκούσατε.
この後、アテナイの市民の皆さん、ピリッポスの使節たちが到着しました。他方、あなたがたの使節たちは、ギリシア人たちにピリッポスへの対抗を呼びかけながら諸国を巡歴中でした。ここでデモステネスは別の決議案を可決させます。その中で彼は、あなたがたの使節たちを待つことなく、都市ディオニュシア祭の直後、月の十八日と十九日に、平和のためだけでなく同盟についても審議することを提案しています。私が真実を述べていることの証拠として、決議案をお聞きください。
Ψηφίσματα ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, παρεληλύθει τὰ Διονύσια, ἐγίγνοντο δὲ αἱ ἐκκλησίαι, ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν ἀνεγνώσθη δόγμα κοινὸν τῶν συμμάχων, οὗ τὰ κεφάλαια διὰ βραχέων ἐγὼ προερῶ. πρῶτον μὲν γὰρ ἔγραψαν ὑπὲρ εἰρήνης ὑμᾶς μόνον βουλεύσασθαι, τὸ δὲ τῆς συμμαχίας ὄνομα ὑπερέβησαν, οὐκ ἐπιλελησμένοι, ἀλλὰ καὶ τὴν εἰρήνην ἀναγκαιοτέραν ἢ καλλίω ὑπολαμβάνοντες εἶναι· ἔπειτα ἀπήντησαν ὀρθῶς ἰασόμενοι τὸ Δημοσθένους δωροδόκημα,3
〔決議案〕さて、アテナイの市民の皆さん、ディオニュシア祭が過ぎ去り、民会が開かれました。最初の民会において、同盟諸都市の共同決議が読み上げられました。その要点を私があらかじめ手短に申し述べましょう。まず彼らは、あなたがたが平和についてのみ審議するよう記し、同盟という名目を省きました。それは失念したからではなく、平和でさえ立派なものというよりは不可欠なものだと考えたからです。次いで彼らは、デモステネスの収賄による害悪を正しく治療すべく立ち向かいました。
- 64ἐπράττετο γὰρ οὐ πρὸς τοὺς ἄλλους πρέσβεις... ἀλλὰ πρὸς Φιλοκράτην καὶ Δημοσθένην
動詞 ἐπράττετο は「交渉・工作が行われていた」を意味する非人称的受動態。続く三つの ὅπως 節(πρῶτον μὲν ὅπως... δεύτερον δʼ ὅπως... τρίτον δὲ ὅπως...)は、この交渉・謀議の具体的内容・目標を示す目的・努力の構文(ὅπως+直説法未来:περιμενεῖτε, ψηφιεῖσθε, ἔσται)であり、ピリッポス側と両者の間で合意・推進された条件を列挙している。
- 66ἀποδόμενοι καὶ κατακοινωνήσαντες τὰ τῆς πόλεως ἰσχυρά
κατακοινωνήσαντες は極めて稀な複合動詞で、「敵と分かち合って手放す」「結託して引き渡す」の意。τὰ τῆς πόλεως ἰσχυρά(ポリスの強固な拠点・優位性)が ἀποδόμενοι と κατακοινωνήσαντες 双方の共通の直接目的語(対格)となっている。
- 69ἀπήντησαν ὀρθῶς ἰασόμενοι τὸ Δημοσθένους δωροδόκημα
ἀπήντησαν は「(事態に対して)立ち向かった、対応した」の意。未来分詞 ἰασόμενοι は目的を表し(「治療すべく、是正すべく」)、中性名詞 δωροδόκημα(収賄、贈収賄による不正提案)を目的語にとっている。
