← アイスキネス

クテシポン弾劾

§252-260

逃亡者への厳罰の先例と祖先の法への忠誠の訴え

アイスキネスは過去の厳罰の先例と戦列逃亡者デモステネスへの処遇を対比し、全ギリシアの注視のもとで祖先の偉業や法を裏切らぬよう求めて告発を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§252

ὅτι δʼ οὐ ληρῶ, ἐκεῖθεν τὸν λόγον θεωρήσατε. ἐγένετό τις, ἄχθομαι δὲ πολλάκις μεμνημένος, ἀτυχία τῇ πόλει. ἐνταῦθʼ ἀνὴρ ἰδιώτης ἐκπλεῖν μόνον εἰς Σάμον ἐπιχειρήσας, ὡς προδότης τῆς πατρίδος αὐθημερὸν ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς θανάτῳ ἐζημιώθη. ἕτερος δʼ ἐκπλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην ποτὲ εἰσηγγέλθη, καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο· εἰ δὲ μία ψῆφος μετέπεσεν, ὑπερώριστʼ ἄν.1

私が戯言を言っているのではないことを、次の例から観察してほしい。本市には—思い起こすたびに苦痛を覚えるのだが—ある災難が生じた。その際、ある私人が単にサモス島へ出航しようと企てただけで、祖国の裏切り者としてアレイオス・パゴスの評議会により即日死刑に処された。また別の私人はロドス島へ出航した廉で、恐怖に怯えて卑怯に振る舞ったとして過日告発され、可否同数票となったが、もしあと一票動いていれば追放されていたところであった。

§253

ἀντιθῶμεν δὴ τὸ νυνὶ γιγνόμενον. ἀνὴρ ῥήτωρ, ὁ πάντων τῶν κακῶν αἴτιος, ἔλιπε μὲν τὴν ἀπὸ στρατοπέδου τάξιν, ἀπέδρα δʼ ἐκ τῆς πόλεως· οὗτος στεφανοῦσθαι ἀξιοῖ καὶ κηρύττεσθαι οἴεται δεῖν. οὐκ ἀποπέμψεσθε τὸν ἄνθρωπον ὡς κοινὴν τῶν Ἑλλήνων συμφοράν; ἢ συλλαβόντες ὡς λῃστὴν τῶν πραγμάτων, ἐπʼ ὀνομάτων διὰ τῆς πολιτείας πλέοντα, τιμωρήσεσθε;

では、いま起きていることと対比してみよう。一人の演説者、あらゆる災禍の元凶である男が、陣営から戦列を離脱し、都市から逃亡した。この男が戴冠されるに値すると主張し、公に布告されるべきだと考えているのだ。君たちはこの人間をギリシア人全体の共通の災厄として追い払おうとしないのか。あるいは、言葉の上で国制を航行しながら国家の事務を食い物にする海賊として捕らえ、処罰しようとはしないのか。

§254

καὶ τὸν καιρὸν μέμνησθε, ἐν ᾧ τὴν ψῆφον φέρετε. ἡμερῶν μὲν ὀλίγων μέλλει τὰ Πύθια γίγνεσθαι καὶ τὸ συνέδριον τὸ τῶν Ἑλλήνων συλλέγεσθαι· διαβέβληται δʼ ἡ πόλις ἐκ τῶν Δημοσθένους πολιτευμάτων περὶ τοὺς νυνὶ καιρούς· δόξετε δέ, ἐὰν μὲν τοῦτον στεφανώσητε, ὁμογνώμονες εἶναι τοῖς παραβαίνουσι τὴν κοινὴν εἰρήνην, ἐὰν δὲ τοὐναντίον τούτου πράξητε, ἀπολύσετε τὸν δῆμον τῶν αἰτιῶν.

そして君たちが票を投ずるその好機を想起せよ。数日のうちにピューティアー祭が開催され、ギリシア人の合同評議会が集会することになっている。ところが、現在のこの時機において、デモステネスの国策のせいで都市は悪評を被っている。もし君たちがこの男に冠を授けるなら、君たちは共通の平和を侵害する者たちと同意見であると思われるだろうが、もしこれと反対の処置をとるなら、民衆から汚名をそそぐことになるであろう。

§255

μὴ οὖν ὡς ὑπὲρ ἀλλοτρίας, ἀλλʼ ὡς ὑπὲρ οἰκείας τῆς πόλεως βουλεύεσθε, καὶ τὰς φιλοτιμίας μὴ νέμετε, ἀλλὰ κρίνετε, καὶ τὰς δωρεὰς εἰς βελτίω σώματα καὶ ἄνδρας ἀξιολογωτέρους ἀπόθεσθε, καὶ μὴ μόνον τοῖς ὠσίν, ἀλλὰ καὶ τοῖς ὄμμασι διαβλέψαντες εἰς ὑμᾶς αὐτοὺς βουλεύσασθε, τίνες ὑμῶν εἰσιν οἱ βοηθήσοντες Δημοσθένει, πότερον οἱ συγκυνηγέται, ἢ οἱ συγγυμνασταὶ αὐτοῦ, ὅτʼ ἦν ἐν ἡλικίᾳ—ἀλλὰ μὰ τὸν Δία τὸν Ὀλύμπιον οὐχ ὗς ἀγρίους κυνηγετῶν, οὐδὲ τῆς τοῦ σώματος εὐεξίας ἐπιμελόμενος, ἀλλʼ ἐπασκῶν τέχνας ἐπὶ τοὺς τὰς οὐσίας κεκτημένους διαγεγένηται— ἀλλʼ εἰς τὴν ἀλαζονείαν ἀποβλέψαντες, ὅταν φῇ Βυζαντίους μὲν ἐκ τῶν χειρῶν πρεσβεύσας ἐξελέσθαι τῶν Φιλίππου, ἀποστῆσαι δὲ Ἀκαρνᾶνας, ἐκπλῆξαι δὲ Θηβαίους δημηγορήσας· οἴεται γὰρ ὑμᾶς εἰς τοσοῦτον εὐηθείας ἤδη προβεβηκέναι, ὥστε καὶ ταῦτα ἀναπεισθήσεσθαι, ὥσπερ Πειθὼ τρέφοντας, ἀλλʼ οὐ συκοφάντην ἄνθρωπον ἐν τῇ πόλει.

それゆえ、他人の都市のためとしてではなく、自分たち自身の都市のためとして審議し、名誉を漫然と分配するのではなく厳正に審査せよ。そして褒賞は、より優れた人物、より重んずべき男子のために取っておくがよい。耳だけでなく目によっても自らをよく見渡し、君たちの中でデモステネスを助けようとしているのが誰であるかを思案するがよい。彼が青年期にあった頃の、共に狩猟をした仲間だろうか、あるいは共に体育に励んだ仲間だろうか。—いや、オリュンポスのゼウスに誓って、彼は野猪を狩ったり肉体の壮健さに意を用いたりしたのではなく、財産を所有する者たちに対して術策を練り鍛えながら生涯を過ごしてきたのだ—そうではなく、彼の虚勢に目を向けるがよい。使節として赴いてビュザンティオン市民をピリッポスの手から奪還しただの、アカルナーニア人を離脱させただの、演説を行ってテーバイ人を驚愕させただのと語る時の彼の虚勢にである。彼は、君たちがすでにそのような愚かさにまで陥っており、あたかも都市において説得の女神を養っているのであって讒言者を養っているのではないかのように、これらのことさえも信じ込まされるものと考えているのだ。

§257

ὅταν δʼ ἐπὶ τελευτῆς ἤδη τοῦ λόγου συνηγόρους τοὺς κοινωνοὺς τῶν δωροδοκημάτων αὑτῷ παρακαλῇ, ὑπολαμβάνετε ὁρᾶν ἐπὶ τοῦ βήματος, οὗ νῦν ἑστηκὼς ἐγὼ λέγω, ἀντιπαρατεταγμένους πρὸς τὴν τούτων ἀσέλγειαν τοὺς τῆς πόλεως εὐεργέτας, Σόλωνα μὲν τὸν καλλίστοις νόμοις κοσμήσαντα τὴν δημοκρατίαν, ἄνδρα φιλόσοφον καὶ νομοθέτην ἀγαθόν, σωφρόνως, ὡς προσῆκον αὐτῷ, δεόμενον ὑμῶν μηδενὶ τρόπῳ τοὺς Δημοσθένους λόγους περὶ πλείονος ποιήσασθαι τῶν ὅρκων καὶ τῶν νόμων, Ἀριστείδην δὲ2 τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλησιν, οὗ τελευτήσαντος τὰς θυγατέρας ἐξέδωκεν ὁ δῆμος, σχετλιάζοντα ἐπὶ τῷ τῆς δικαιοσύνης προπηλακισμῷ, καὶ ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ μὲν πατέρες ὑμῶν Ἄρθμιον τὸν Ζελείτην κομίσαντα εἰς τὴν Ἑλλάδα τὸ ἐκ Μήδων χρυσίον, ἐπιδημήσαντα εἰς τὴν πόλιν, πρόξενον ὄντα τοῦ δήμου τοῦ Ἀθηναίων, παρʼ οὐδὲν μὲν ἦλθον ἀποκτεῖναι,3 ἐξεκήρυξαν δʼ ἐκ τῆς πόλεως καὶ ἐξ ἁπάσης ἧς ἄρχουσιν Ἀθηναῖοι, ὑμεῖς δὲ Δημοσθένην, οὐ κομίσαντα τὸ ἐκ Μήδων χρυσίον, ἀλλὰ δωροδοκήσαντα καὶ ἔτι καὶ νῦν κεκτημένον, χρυσῷ στεφάνῳ μέλλετε στεφανοῦν. Θεμιστοκλέα δὲ καὶ τοὺς ἐν Μαραθῶνι τελευτήσαντας καὶ τοὺς ἐν Πλαταιαῖς καὶ αὐτοὺς τοὺς τάφους τοὺς τῶν προγόνων οὐκ οἴεσθε στενάξειν, εἰ ὁ μετὰ τῶν βαρβάρων ὁμολογῶν τοῖς Ἕλλησιν ἀντιπράττειν στεφανωθήσεται;

そして、演説のまさに終わりに臨んで彼が収賄の共犯者たちを自らの弁護人として呼び寄せる時には、いま私が立って語っているこの演壇の上に、これらの者たちの放埓に対峙して立ち並ぶ都市の恩人たちの姿が見えると心に思い浮かべるがよい。もっとも美わしい法によって民主政を整えた哲人にして良き立法者ソローンが、彼にふさわしく慎み深く、いかなる方法によってもデモステネスの言説を誓いや法よりも重んじることのないよう君たちに懇願している姿を。ギリシア人たちのために貢租を定めた人で、彼が死んだ際には民衆がその娘たちを嫁がせてやったアリステイデスが、正義への踏みにじりに憤慨し、君たちに恥じ入らないのかと問いかけている姿を。君たちの父祖たちは、メディアーからの黄金をギリシアにもたらし、本市に滞在したゼレイアのアルトミオスがアテナイ人の民衆の賓格保護者であったにもかかわらず、あと一歩で死刑に処すところまでいき、都市からもアテナイ人の支配する全領域からも追放を布告したというのに、君たちは、メディアーからの黄金をもたらしたのではなく自ら賄賂を受け取り、いまなおそれを保持しているデモステネスを、黄金の冠で冠しようとしているからである。テミストクレースやマラトーンで命を落とした人々、プラタイアイの戦死者たち、そして先祖たちの墓そのものが、異民族とともにギリシア人たちに敵対することを公言している者が戴冠されるならば、呻き声を上げないとお思いか。

§260

ἐγὼ μὲν οὖν, ὦ γῆ καὶ ἥλιε καὶ ἀρετὴ καὶ σύνεσις καὶ παιδεία, ᾗ διαγιγνώσκομεν τὰ καλὰ καὶ τὰ αἰσχρά, βεβοήθηκα καὶ εἴρηκα. καὶ εἰ μὲν καλῶς καὶ ἀξίως τοῦ ἀδικήματος κατηγόρηκα, εἶπον ὡς ἐβουλόμην, εἰ δὲ ἐνδεεστέρως, ὡς ἐδυνάμην. ὑμεῖς δὲ καὶ ἐκ τῶν εἰρημένων λόγων καὶ ἐκ τῶν παραλειπομένων αὐτοὶ τὰ δίκαια καὶ τὰ συμφέροντα ὑπὲρ τῆς πόλεως ψηφίσασθε.

それゆえ私としては、おお大地よ、太陽よ、徳よ、知性よ、そして私たちが美と醜を見分けるよすがである教養よ、私は力を尽くして助け、語り終えた。もし私が立派に、そして不正にふさわしく告発したならば、私が望んだように語ったのであり、もし不十分であったならば、私がなし得たように語ったまでである。君たち自身が、語られた言説からも省かれた事柄からも、都市のために正しく有益な判決を下してほしい。

構文注3 件
  1. 252εἰ δὲ μία ψῆφος μετέπεσεν, ὑπερώριστʼ ἄν

    過去の反実仮想構文。条件節に直説法アオリスト μετέπεσεν、帰結節に接続小辞 ἄν を伴う直説法過去完了 ὑπερώριστο(完了態受動形であるが、追放された結果状態を表す)が用いられている。投票が可否同数となって追放を免れた事実に対し、「もしあと一票(有罪側に)動いていたならば、追放されていたはずであった」という過去の事実に反する仮定を表す。

  2. 257ὑπολαμβάνετε ὁρᾶν ἐπὶ τοῦ βήματος ... Σόλωνα μὲν ... Ἀριστείδην δὲ ... Θεμιστοκλέα δὲ

    長大な構文の骨格。主節動詞は命令法現在 ὑπολαμβάνετε(〜と思い描け、〜と考えよ)であり、その目的語である不定詞 ὁρᾶν(見ること)の意味上の対格主語/目的語として、演壇上に立つ都市の恩人たちである Σόλωνα μὲν (257節)、Ἀριστείδην δὲ (258節)、そして Θεμιστοκλέα δὲ (259節、ここでは οἴεσθε στενάξειν の構文へと推移する) が対比的に並列されている。

  3. 258παρʼ οὐδὲν μὲν ἦλθον ἀποκτεῖναι

    慣用表現 παρʼ οὐδὲν ἦλθον + 不定詞。「もう少しで〜するところであった」「あやうく〜しそうになった」を意味する(παρὰ μικρὸν ἐλθεῖν と同義)。主語は直前の οἱ πατέρες ὑμῶν(君たちの父祖たち)であり、ゼレイアのアルトミオスを処刑寸前まで追い詰めた歴史的先例を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:252-260