- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:223-229
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アイスキネスは、デモステネスがアテナイの好機を潰し客分アナクシノスを死刑に追いやったことなどを糾弾し、事後的に批判を述べる医者の比喩に反論した上で、自らをセイレンに喩えたデモステネスの口舌の徒としての本性を攻撃する。
οὕτω δὲ ταῖς αἰτίαις ἐνέφραξας τὰς κατὰ σαυτοῦ τιμωρίας, ὥστε τὸν κίνδυνον εἶναι μὴ σοὶ τῷ ἀδικήσαντι, ἀλλὰ τοῖς ἐπεξιοῦσι, πολὺν μὲν τὸν Ἀλέξανδρον καὶ τὸν Φίλιππον ἐν ταῖς διαβολαῖς φέρων, αἰτιώμενος δέ τινας ἐμποδίζειν τοὺς τῆς πόλεως καιρούς, ἀεὶ τὸ παρὸν λυμαινόμενος, τὸ δὲ μέλλον κατεπαγγελλόμενος. οὐ τὸ τελευταῖον εἰσαγγέλλεσθαι μέλλων ὑπʼ ἐμοῦ, τὴν Ἀναξίνου σύλληψιν τοῦ Ὠρείτου κατεσκεύασας, τοῦ τὰ ἀγοράσματα Ὀλυμπιάδι ἀγοράζοντος;
そなたは自らに対する処罰の道を言いがかりによって塞ぎ、その結果、不正を働いたそなたではなく、追及する側が危険にさらされるようにしたのです。そなたは中傷の中でアレクサンドロスやピリッポスの名を盛んに持ち出し、ある者たちが都市の好機を妨害していると非難し、常に現状を損ないながら、将来のことを大言壮語するのです。つい最近も、私から弾劾裁判を起こされそうになった際、オリンピアスに買い出しの品々を調達していたオレオスのアナクシノスの逮捕を仕組んだではありませんか。
καὶ τὸν αὐτὸν ἄνδρα δὶς στρεβλώσας τῇ σαυτοῦ χειρί, ἔγραψας αὐτὸν θανάτῳ ζημιῶσαι, καὶ παρὰ τῷ αὐτῷ ἐν Ὠρεῷ κατήγου, καὶ ᾧ ἀπὸ τῆς αὐτῆς τραπέζης ἔφαγες καὶ ἔπιες καὶ ἔσπεισας, καὶ τὴν δεξιὰν ἐνέβαλες ἄνδρα φίλον καὶ ξένον ποιούμενος, τοῦτον ἀπέκτεινας. καὶ περὶ τούτων ἐν ἅπασιν Ἀθηναίοις ἐξελεγχθεὶς ὑπʼ ἐμοῦ καὶ κληθεὶς ξενοκτόνος, οὐ τὸ ἀσέβημα ἠρνήσω, ἀλλʼ ἀπεκρίνω ἐφʼ ᾧ ἀνεβόησεν ὁ δῆμος1 καὶ ὅσοι ξένοι περιέστασαν τὴν ἐκκλησίαν· ἔφησθα γὰρ τοὺς τῆς πόλεως ἅλας περὶ πλείονος ποιεῖσθαι τῆς ξενικῆς τραπέζης.
そしてそなたは同じその男を自らの手で二度も拷問にかけ、死刑に処するよう動議を提出しました。そなたはオレオスでその同じ男のもとに宿を取り、同じ食卓から飲み食いし、神酒を共に注ぎ、右手を交わして友人かつ客分とし合いながら、その男を殺害したのです。この件についてアテナイ人全員の面前で私に論駁され、客分殺しと呼ばれた際、そなたはその不敬の行為を否定せず、民衆と民会を取り囲んでいたすべての外国人たちが叫喚するような返答をしました。そなたは、都市の塩を客分の食卓よりも重んじていると言い放ったからです。
ἐπιστολὰς δὲ σιγῶ ψευδεῖς καὶ κατασκόπων συλλήψεις καὶ βασάνους ἐπʼ αἰτίαις ἀγενήτοις, ὡς ἐμοῦ μετά τινων νεωτερίζειν βουλομένου. ἔπειτα ἐπερωτᾶν με, ὡς ἐγὼ πυνθάνομαι, μέλλει, τίς ἂν εἴη τοιοῦτος ἰατρός, ὅστις τῷ νοσοῦντι μεταξὺ μὲν ἀσθενοῦντι μηδὲν συμβουλεύοι, τελευτήσαντος δὲ ἐλθὼν εἰς τὰ ἔνατα διεξίοι πρὸς τοὺς οἰκείους ἃ ἐπιτηδεύσας ὑγιὴς ἂν ἐγένετο.2
私は、偽りの書簡や、間諜の逮捕、また私が一部の者たちと謀叛を企てているという根も葉もない容疑に基づく拷問については沈黙しておきましょう。 さらに私が耳にするところによれば、彼は私に対し、病人が患っている最中には何一つ助言せず、亡くなって九日目の法事になってから遺族の許へ赴き、何を励行していれば健康を取り戻していたかを詳しく説くような医者が一体どこにいるのか、と尋ねるつもりだそうです。
σαυτὸν δʼ οὐκ ἀντερωτᾷς, τίς ἂν εἴη δημαγωγὸς τοιοῦτος, ὅστις τὸν μὲν δῆμον θωπεῦσαι δύναιτο, τοὺς δὲ καιροὺς ἐν οἷς ἦν σῴζεσθαι τὴν πόλιν, ἀποδοῖτο, τοὺς δʼ εὖ φρονοῦντας κωλύοι διαβάλλων συμβουλεύειν, ἀποδρὰς δʼ ἐκ τῶν κινδύνων καὶ τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλὼν ἀξιοίη στεφανοῦσθαι ἐπʼ ἀρετῇ, ἀγαθὸν μὲν πεποιηκὼς μηδέν, πάντων δὲ τῶν κακῶν αἴτιος γεγονώς, ἐπερωτῴη δὲ τοὺς συκοφαντηθέντας ἐκ τῆς πολιτείας ἐπʼ ἐκείνων τῶν καιρῶν ὅτʼ ἐνῆν σῴζεσθαι, διὰ τί αὐτὸν οὐκ ἐκώλυσαν ἐξαμαρτάνειν, ἀποκρύπτοιτο δὲ τὸ πάντων τελευταῖον, ὅτι τῆς μάχης ἐπιγενομένης οὐκ ἐσχολάζομεν περὶ τὴν σὴν εἶναι τιμωρίαν, ἀλλʼ ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως ἐπρεσβεύομεν. ἐπειδὴ δὲ οὐκ ἀπέχρη σοι δίκην μὴ δεδωκέναι, ἀλλὰ καὶ δωρεὰς ᾔτεις, καταγέλαστον ἐν τοῖς Ἕλλησι τὴν πόλιν ποιῶν, ἐνταῦθʼ ἐνέστην καὶ τὴν γραφὴν ἀπήνεγκα.
しかしそなたは自らに問い返そうとはしないのです。民衆に媚びへつらうことはできても、都市が救われるはずであった好機を売り払い、良識ある人々が助言するのを中傷によって妨げ、自らは危険から逃亡して都市を取り返しのつかない災厄に陥れながら、いかなる善行もなさず、あらゆる災厄の原因となったくせに徳を理由に冠を授けられるに値すると主張し、救われる可能性があった当時の国政から言いがかりによって排除された者たちに対し、なぜ自分が過ちを犯すのを阻まなかったのかと詰問する、そのような民衆指導者が一体どこにいるのかと。そしてすべてのうちの最後の点、すなわちあの戦いが勃発したとき、我々はそなたへの処罰に携わる余裕などなく、都市の救済のために使節として奔走していたのだということを覆い隠すような〔民衆指導者が一体どこにいるのかと〕。しかし、そなたは罪の報いを受けずに済んだだけでは飽き足らず、褒賞までも要求し、都市を全ギリシア人の前で嘲笑の的にしたため、そこで私は立ち上がり、この公訴を提起したのです。
καὶ νὴ τοὺς θεοὺς Ὀλυμπίους, ὧν ἐγὼ πυνθάνομαι Δημοσθένην λέξειν, ἐφʼ ᾧ νυνὶ μέλλω λέγειν ἀγανακτῶ μάλιστα. ἀφομοιοῖ γὰρ μου τὴν φύσιν ταῖς Σειρῆσιν. καὶ γὰρ ὑπʼ ἐκείνων οὐ κηλεῖσθαί φησι τοὺς ἀκροωμένους, ἀλλʼ ἀπόλλυσθαι, διόπερ οὐδʼ εὐδοκιμεῖν τὴν τῶν Σειρήνων μουσικήν· καὶ δὴ καὶ τὴν τῶν ἐμῶν εὔροιαν λόγων καὶ τὴν φύσιν μου γεγενῆσθαι ἐπὶ βλάβῃ τῶν ἀκουόντων. καίτοι τὸν λόγον τοῦτον ὅλως μὲν ἔγωγε οὐδενὶ πρέπειν ἡγοῦμαι περὶ ἐμοῦ λέγειν· τῆς γὰρ αἰτίας αἰσχρὸν τὸν αἰτιώμενόν ἐστι τὸ ἔργον μὴ ἔχειν ἐπιδεῖξαι·
そしてオリンポスの神々にかけて、デモステネスが語るつもりだと私が耳にしている事柄のうち、私が今から語ろうとしていることこそ、最も憤慨に堪えません。というのも、彼は私の生まれつきの資質をセイレンたちになぞらえているからです。彼が言うには、セイレンたちに耳を傾ける者は魅了されるのではなく滅ぼされ、それゆえセイレンの歌声は称賛されないのであり、それと同様に私の弁舌の流麗さや私の資質も聴衆の害となるために生じたのだというのです。もっとも、このような言辞は誰であれ私について口にすべきものではないと私は考えます。告発する者がその容疑の実態を提示できないのは恥ずべきことだからです。
εἰ δʼ ἦν ἀναγκαῖον ῥηθῆναι, οὐ Δημοσθένους ἦν ὁ λόγος, ἀλλʼ ἀνδρὸς στρατηγοῦ μεγάλα μὲν τὴν πόλιν ἀγάθʼ εἰργασμένου, λέγειν δὲ ἀδυνάτου καὶ τὴν τῶν ἀντιδίκων διὰ τοῦτο ἐζηλωκότος φύσιν, ὅτι σύνοιδεν ἑαυτῷ μὲν οὐδὲν ὧν διαπέπρακται δυναμένῳ φράσαι, τὸν δὲ κατήγορον ὁρᾷ δυνάμενον καὶ τὰ μὴ πεπραγμένα ὑπʼ αὐτοῦ παριστάναι τοῖς ἀκούουσιν ὡς διῴκησεν. ὅταν δʼ ἐξ ὀνομάτων συγκείμενος ἄνθρωπος, καὶ τούτων πικρῶν καὶ περιέργων, ἔπειτα ἐπὶ τὴν ἁπλότητα καὶ τὰ ἔργα καταφεύγῃ, τίς ἂν ἀνάσχοιτο; οὗ τὴν γλῶτταν ὥσπερ τῶν αὐλῶν ἐάν τις ἀφέλῃ, τὸ λοιπὸν οὐδέν ἐστιν.3
しかし仮にそれが語られる必然性があったとしても、それはデモステネスが口にすべき言葉ではなく、都市に偉大な善をもたらしながらも、弁論の才がなく、そのため相手方の資質を妬んでいる将軍が口にすべき言葉だったのです。その将軍なら、自らが成し遂げたことを何一つ言葉にできないと自覚する一方で、告発者が自らの行っていないことすら、あたかも行ったかのように聴衆に示すことができるのを目にしているからです。しかし、言葉によって、しかも辛辣で凝りすぎた言葉のみによって成り立っている人間が、一転して純朴さや実際の行動へと逃げ込むとき、誰がこれに耐えられましょうか。笛からリードを取り去るように彼から舌を切り取ってしまえば、残るものは何もないというのに。
- 224ἐφʼ ᾧ ἀνεβόησεν ὁ δῆμος
前置詞 ἐπί に関係代名詞与格 ᾧ が結びつき、「それ(その回答の内容)に対して」「その発言を受けて」という反応・原因を表す。先行詞は直前の動詞 ἀπεκρίνω に含意される返答の内容である。
- 225ἃ ἐπιτηδεύσας ὑγιὴς ἂν ἐγένετο.
分詞 ἐπιτηδεύσας は条件を表し(εἰ ἐπετήδευσεν に相当)、主節の動詞 ἂν ἐγένετο(直説法アオリスト+ἄν)とともに反実仮想の帰結節を構成している。「もし実践していれば健康を取り戻していたであろうところの事柄」を意味する。
- 229οὗ τὴν γλῶτταν ὥσπερ τῶν αὐλῶν ἐάν τις ἀφέλῃ, τὸ λοιπὸν οὐδέν ἐστιν
οὗ は先行詞 ἄνθρωπος に対する所有の属格であり、句全体の意味上の修飾対象となる。また ὥσπερ τῶν αὐλῶν は τῶν αὐλῶν (τὴν γλῶτταν) の簡潔な短縮比較(comparatio compendiaria)であり、アウロス(笛)の「舌」(リード・吹き口)を指す比喩である。
