- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:121-126
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アイスキネスの演説によって隣保同盟はアンフィッサ処罰に傾き、キルラ平原の不法建造物を破壊するも報復を受け、臨時集会の開催を決議するが、デモステネスはこれへの参加を阻む民会決議を画策する。
σκοπεῖτε δή, ποίᾳ φωνῇ, ποίᾳ ψυχῇ, ποίοις ὄμμασι, τίνα τόλμαν κτησάμενοι τὰς ἱκετείας ποιήσεσθε, τούτους παρέντες ἀτιμωρήτους τοὺς ἐναγεῖς καὶ ταῖς ἀραῖς ἐνόχους. οὐ γὰρ διʼ αἰνιγμῶν, ἀλλʼ ἐναργῶς γέγραπται κατά τε τῶν ἀσεβησάντων, ἃ χρὴ παθεῖν αὐτούς, καὶ κατὰ τῶν ἐπιτρεψάντων, καὶ τελευταῖον ἐν τῇ ἀρᾷ γέγραπται, μηδʼ ὁσίως, φησί, θύσειαν οἱ μὴ τιμωροῦντες τῷ Ἀπόλλωνι μηδὲ τῇ Ἀρτέμιδι μηδὲ τῇ Λητοῖ μηδʼ Ἀθηνᾷ Προναίᾳ, μηδὲ δέξαιντο αὐτοῖς τὰ ἱερά.
考えてもみなさい。この呪われた者たち、呪言に縛られた者たちを処罰もせずに放置したままで、どのような声で、どのような心で、どのような眼差しで、どれほどの厚かましさを抱いて、あなたがたは祈願を捧げようというのか。というのも、不敬を犯した者たち自身が受けるべき報いだけでなく、これを放置した者たちに対しても、謎めいた表現ではなく明白に記されており、そして呪言の結びにはこう記されているからである。 「処罰を行わぬ者たちには、」とある、「アポロンにも、アルテミスにも、レトにも、プロナイアのアテナにも、敬虔に犠牲を捧げることがかなわず、神々が彼らの生贄を受け入れませんように。」
ταῦτα καὶ πρὸς τούτοις ἕτερα πολλὰ διεξελθόντος ἐμοῦ, ἐπειδή ποτε ἀπηλλάγην καὶ μετέστην ἐκ τοῦ συνεδρίου, κραυγὴ πολλὴ καὶ θόρυβος ἦν τῶν Ἀμφικτυόνων, καὶ ὁ λόγος ἦν οὐκέτι περὶ τῶν ἀσπίδων ἃς ἡμεῖς ἀνέθεμεν, ἀλλʼ ἤδη περὶ τῆς τῶν Ἀμφισσέων τιμωρίας. ἤδη δὲ πόρρω τῆς ἡμέρας ὄν,1 προελθὼν ὁ κῆρυξ ἀνεῖπε, Δελφῶν ὅσοι ἐπὶ δίετες ἡβῶσι, καὶ δούλους καὶ ἐλευθέρους, ἥκειν αὔριον ἅμα τῇ ἡμέρᾳ ἔχοντας ἄμας καὶ δικέλλας πρὸς τὸ Θυτεῖον ἐκεῖ καλούμενον· καὶ πάλιν ὁ αὐτὸς κῆρυξ ἀναγορεύει τοὺς ἱερομνήμονας καὶ τοὺς πυλαγόρους ἅπαντας ἥκειν εἰς τὸν αὐτὸν τόπον βοηθήσοντας τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ· ἥτις δʼ ἂν μὴ παρῇ πόλις, εἴρξεται τοῦ ἱεροῦ καὶ ἐναγὴς ἔσται καὶ τῇ ἀρᾷ ἔνοχος.
私がこれらをはじめ多くのことを詳しく論じ尽くし、やがて会議から立ち去って身を引くと、隣保同盟員たちの間には大きな叫びと騒擾が巻き起こり、議論の的はもはや私たちが奉納した盾についてではなく、今やアンフィッサ人に対する処罰についてとなった。そして日もすでに暮れかけていたので、使者が進み出て告知した。成人に達して二年以上のデルポイ人は、奴隷も自由人もすべて、明日夜明けとともに鋤と鶴嘴を携えて、かの地でトゥテイオンと呼ばれる場所へ集合せよ、と。さらに同じ使者が、すべてのヒエロムネモンとピュラゴラスたちに対しても、神と聖なる土地を救援するために同地へ参集せよと布告した。 「いかなるポリスであれ、参集せぬものは聖域から締め出され、呪われ、呪言に縛られるものとする。」
τῇ δὲ ὑστεραίᾳ ἥκομεν ἕωθεν εἰς τὸν προειρημένον τόπον, καὶ κατέβημεν εἰς τὸ Κιρραῖον πεδίον, καὶ τὸν λιμένα κατασκάψαντες καὶ τὰς οἰκίας ἐμπρήσαντες ἀνεχωροῦμεν. ταῦτα δὲ ἡμῶν πραττόντων οἱ Λοκροὶ οἱ Ἀμφισσεῖς, ἑξήκοντα στάδια ἄπωθεν οἰκοῦντες Δελφῶν, ἦλθον ἐφʼ ἡμᾶς μεθʼ ὅπλων πανδημεί· καὶ εἰ μὴ δρόμῳ μόλις ἐξεφύγομεν εἰς Δελφούς, ἐκινδυνεύσαμεν ἂν ἀπολέσθαι.2
翌日、私たちは夜明けとともに前述の場所へ赴き、キルラの平原へ下って、港を破壊し家々を焼き払ってから引き返した。私たちがこれを行っていたとき、デルポイから六十スタディオン離れたところに住むロクリス・アンフィッサ人たちが、全軍を挙げて武装して私たちに襲いかかってきた。もし私たちが走って命からがらデルポイへ逃げ戻らなかったならば、命を落とす危険にさらされていたであろう。
τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ Κόττυφος ὁ τὰς γνώμας ἐπιψηφίζων ἐκκλησίαν ἐποίει τῶν Ἀμφικτυόνων· ἐκκλησίαν γὰρ ὀνομάζουσιν, ὅταν τις μὴ μόνον τοὺς πυλαγόρους καὶ τοὺς ἱερομνήμονας συγκαλέσῃ, ἀλλὰ καὶ τοὺς θύοντας καὶ τοὺς χρωμένους τῷ θεῷ. ἐνταῦθʼ ἤδη πολλαὶ μὲν τῶν Ἀμφισσέων ἐγίγνοντο κατηγορίαι, πολὺς δʼ ἔπαινος ἦν κατὰ τῆς ἡμετέρας πόλεως· τέλος δὲ παντὸς τοῦ λόγου ψηφίζονται ἥκειν τοὺς ἱερομνήμονας πρὸ τῆς ἐπιούσης πυλαίας ἐν ῥητῷ χρόνῳ εἰς Πύλας, ἔχοντας δόγμα καθʼ ὅ τι δίκας δώσουσιν οἱ Ἀμφισσεῖς ὑπὲρ ὧν εἰς τὸν θεὸν καὶ τὴν γῆν τὴν ἱερὰν καὶ τοὺς Ἀμφικτύονας ἐξήμαρτον. ὅτι δὲ ἀληθῆ λέγω, ἀναγνώσεται τὸ ψήφισμα ὑμῖν ὁ γραμματεύς.
その翌日、議案を表決に付していたコッティポスは隣保同盟の民会を召集した。ピュラゴラスやヒエロムネモンだけでなく、犠牲を捧げる者や神託を伺う者をもすべて召集するとき、彼らはそれを民会と呼ぶのである。その場ではすでにアンフィッサ人に対する多くの告発がなされ、わがポリスへの多大な称賛が寄せられた。そして議論の最後には、アンフィッサ人たちが神と聖なる土地および隣保同盟員に対して犯した過ちの償いとしてどのような処罰を受けるべきかについての議案を携え、来たるべき通常集会に先立って指定の期日にヒエロムネモンたちがピュライへ集結する、と議決されたのである。私が真実を述べていることの証拠として、書記があなたがたにその決議文を朗読する。
Ψήφισμα τοῦ δόγματος τούτου ἀποδοθέντος ὑφʼ ἡμῶν ἐν τῇ βουλῇ καὶ πάλιν ἐν τῇ ἐκκλησίᾳ, καὶ τὰς πράξεις ἡμῶν ἀποδεξαμένου τοῦ δήμου, καὶ τῆς πόλεως ἁπάσης προαιρουμένης εὐσεβεῖν, καὶ Δημοσθένους ὑπὲρ τοῦ μεσεγγυήματος τοῦ ἐξ Ἀμφίσσης ἀντιλέγοντος, καὶ ἐμοῦ φανερῶς ἐναντίον ὑμῶν ἐξελέγχοντος, ἐπειδὴ ἐκ τοῦ φανεροῦ τὴν πόλιν ἅνθρωπος οὐκ ἐδύνατο σφῆλαι, εἰσελθὼν εἰς τὸ βουλευτήριον καὶ μεταστησάμενος τοὺς ἰδιώτας, ἐκφέρεται προβούλευμα3 εἰς τὴν ἐκκλησίαν, προσλαβὼν τὴν τοῦ γράψαντος ἀπειρίαν·
[決議]この議案が私たちによって評議会に、次いで民会に報告され、民衆が私たちの行動を承認し、ポリス全体が敬虔を行おうと決意し、デモステネスがアンフィッサからの賄賂のために反対弁論を行い、私があなたがたの面前で公然と彼を論駁したとき、この男は公然とポリスをつまずかせることができなくなったため、評議会場に入り、一般市民を退出させたうえで、起草者の不慣れを利用して民会への事前議決案を提出させた。
τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἐκκλησίᾳ διεπράξατο ἐπιψηφισθῆναι καὶ γενέσθαι δήμου ψήφισμα, ἐπʼ ἀναστάσει τῆς ἐκκλησίας οὔσης,4 ἀπεληλυθότος ἐμοῦ, οὐ γὰρ ἄν ποτε ἐπέτρεψα, καὶ τῶν πολλῶν διαφειμένων· οὗ τὸ κεφάλαιόν ἐστι, τὸν ἱερομνήμονα, φησί, τὸν Ἀθηναίων καὶ τοὺς πυλαγόρους τοὺς ἀεὶ πυλαγοροῦντας πορεύεσθαι εἰς Πύλας καὶ εἰς Δελφοὺς ἐν τοῖς τεταγμένοις χρόνοις ὑπὸ τῶν προγόνων, εὐπρεπῶς γε τῷ ὀνόματι, ἀλλὰ τῷ ἔργῳ αἰσχρῶς· κωλύει γὰρ εἰς τὸν σύλλογον τὸν ἐν Πύλαις ἀπαντᾶν, ὃς ἐξ ἀνάγκης πρὸ τοῦ καθήκοντος ἔμελλε χρόνου γίγνεσθαι.
そしてこれと同一のものを、民会が散会しかけ、私自身が立ち去り――私が残っていれば決して許さなかったであろう――、多くの者が解散した隙をついて、民会でも表決に付させて民衆決議として成立させたのである。その要点はこうである。 「アテナイ人のヒエロムネモンと、その都度任にあるピュラゴラスたちは、」とある、「先祖によって定められた時期にピュライおよびデルポイへ赴くこと。」 言葉の上では聞こえがよいが、その実態は恥ずべきものである。なぜなら、慣例の期日より前にやむを得ず開かれることになっていたピュライでの集会に出席することを、これで禁じているからである。
- 122πόρρω τῆς ἡμέρας ὄν
非人称動詞・表現に由来する対格絶対構文(accusative absolute)。πόρρω は場所・時間の隔たりを示す副詞で、ここでは属格 τῆς ἡμέρας を伴い「日がすっかり暮れかけて」「日没も近い刻限となって」という時の状況を示す副詞節として機能している。
- 123καὶ εἰ μὴ δρόμῳ μόλις ἐξεφύγομεν εἰς Δελφούς, ἐκινδυνεύσαμεν ἂν ἀπολέσθαι
過去の反実仮想条件文。条件節(εἰ+アオリスト直説法 ἐξεφύγομεν)に対し、帰結節は ἄν+アオリスト直説法 ἐκινδυνεύσαμεν と不定詞 ἀπολέσθαι から成る。「もし辛うじて走って逃げ延びていなかったなら、命を落とす危険にさらされていたであろう」の意。
- 125τοῦ δόγματος τούτου ἀποδοθέντος ὑφʼ ἡμῶν ... ἐκφέρεται προβούλευμα
文頭から続く5つの属格絶対節(τοῦ δόγματος... ἀποδοθέντος, τοῦ δήμου ἀποδεξαμένου, τῆς πόλεως... προαιρουμένης, Δημοσθένους... ἀντιλέγοντος, ἐμοῦ... ἐξελέγχοντος)が背景状況を列挙し、従属節 ἐπειδὴ... οὐκ ἐδύνατο を経て、主文の主動詞 ἐκφέρεται(歴史的現在)へと至る長大な複文構造。主節の主語は直前の ἅνθρωπος(=デモステネス)を引き継いでいる。
- 126ἐπʼ ἀναστάσει τῆς ἐκκλησίας οὔσης
属格絶対(τῆς ἐκκλησίας οὔσης)に前置詞句 ἐπʼ ἀναστάσει(散会に臨んで、散会の間際に)が組み合わさった時・状況の表現。前置詞 ἐπί が名詞 ἀνάστασις(立ち上がること、解散、散会)の与格を取り、「民会がまさに散会しかけている状況で」を意味する。
