← アイスキネス

クテシポン弾劾

§106-113

神聖戦争の起源とアンフィッサによる聖域侵犯

アイスキネスは第三の時期に入り、キルラの平原をめぐる第一次神聖戦争の起源、神託とソロンの提案による誓約と呪文の歴史を詳述し、アンフィッサのロクリス人がこの聖域を侵犯してデモステネスを買収した事実を告発する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§106

ἐνταῦθʼ ἤδη τέτακται καὶ ὁ τρίτος τῶν καιρῶν, μᾶλλον δʼ ὁ πάντων πικρότατος χρόνος, ἐν ὧ Δημοσθένης ἀπώλεσε τὰς τῶν Ἑλλήνων καὶ τῆς πόλεως πράξεις, ἀσεβήσας μὲν εἰς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς, ἄδικον δὲ καὶ οὐδαμῶς ἴσην τὴν πρὸς Θηβαίους συμμαχίαν γράψας. ἄρξομαι δὲ ἀπὸ τῶν εἰς τοὺς θεοὺς πλημμελημάτων λέγειν.

ここに第三の時期、むしろ何よりも苦痛に満ちた時が位置づけられます。その中でデモステネスは、デルポイの聖域に対して不敬を働き、テーバイ人との不当でいささかも対等でない同盟を起草することによって、ギリシア人とわがポリスの事業を破滅させたのです。まず神々に対する過ちについて語ることから始めましょう。

§107

ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ Κιρραῖον ὠνομασμένον πεδίον καὶ λιμὴν ὁ νῦν ἐξάγιστος καὶ ἐπάρατος ὠνομασμένος. ταύτην ποτὲ τὴν χώραν κατῴκησαν Κιρραῖοι καὶ Κραγαλίδαι, γένη παρανομώτατα, οἳ εἰς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς καὶ περὶ τὰ ἀναθήματα ἠσέβουν, ἐξημάρτανον δὲ καὶ εἰς τοὺς Ἀμφικτύονας. ἀγανακτήσαντες δʼ ἐπὶ τοῖς γιγνομένοις μάλιστα μέν, ὡς λέγονται, οἱ πρόγονοι οἱ ὑμέτεροι, ἔπειτα καὶ οἱ ἄλλοι Ἀμφικτύονες, μαντείαν ἐμαντεύσαντο παρὰ τῷ θεῷ, τίνι χρὴ τιμωρίᾳ τοὺς ἀνθρώπους τούτους μετελθεῖν.

というのも、アテナイの市民諸君、キルラと呼ばれる平原と、今では忌まわしく呪われたものと呼ばれる港が存在するからです。かつてこの土地には、キルラ人とクラガリダイという極めて無法な部族が居住しており、彼らはデルポイの聖域とその奉納物に対して不敬を働き、隣保同盟員たちに対しても罪を犯していました。そこで起きていた事態に憤慨したあなたがたの先祖たち――伝えられるところによれば彼らが最も憤ったのですが――、そして他の同盟員たちも、いかなる処罰によってこの者どもを討伐すべきかを神に託宣によって問いました。

§108

καὶ αὐτοῖς ἀναιρεῖ ἡ Πυθία πολεμεῖν Κιρραίοις καὶ Κραγαλίδαις πάντʼ ἤματα καὶ πάσας νύκτας, καὶ τὴν χώραν αὐτῶν ἐκπορθήσαντας καὶ αὐτοὺς ἀνδραποδισαμένους ἀναθεῖναι τῷ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ καὶ Ἀθηνᾷ Προναίᾳ ἐπὶ πάσῃ ἀεργίᾳ,1 καὶ ταύτην τὴν χώραν μήτʼ αὐτοὺς ἐργάζεσθαι μήτʼ ἄλλον ἐᾶν. λαβόντες δὲ τὸν χρησμὸν τοῦτον οἱ Ἀμφικτύονες ἐψηφίσαντο Σόλωνος εἰπόντος Ἀθηναίου τὴν γνώμην, ἀνδρὸς καὶ νομοθετῆσαι δυνατοῦ καὶ περὶ ποίησιν καὶ φιλοσοφίαν διατετριφότος, ἐπιστρατεύειν ἐπὶ τοὺς ἐναγεῖς κατὰ τὴν μαντείαν τοῦ θεοῦ·

するとピューティアは彼らに対し、キルラ人およびクラガリダイと日夜絶え間なく戦い、彼らの国土を荒廃させて彼ら自身を奴隷に売り払い、ピューティオスの神アポロンとアルテミス、レト、そしてプロナイアのアテナに対し、完全な不毛の状態のまま〔その土地を〕奉納すること、そしてこの土地を自ら耕作することも他人に許すこともしてはならない、とお告げを下しました。 隣保同盟員たちはこの神託を受けると、立法を行う能力に長け、詩作や哲学にも通じていたアテナイ人ソロンの提案により、神の神託に従ってこの呪われた者たちに対して出兵することを決議しました。

§109

καὶ συναθροίσαντες δύναμιν πολλὴν τῶν Ἀμφικτυόνων, ἐξηνδραποδίσαντο τοὺς ἀνθρώπους καὶ τὸν λιμένα καὶ τὴν πόλιν αὐτῶν κατέσκαψαν καὶ τὴν χώραν καθιέρωσαν κατὰ τὴν μαντείαν. καὶ ἐπὶ τούτοις ὅρκον ὤμοσαν ἰσχυρόν, μήτʼ αὐτοὶ τὴν ἱερὰν γῆν ἐργάσεσθαι μήτʼ ἄλλῳ ἐπιτρέψειν, ἀλλὰ βοηθήσειν τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πάσῃ δυνάμει.

そして隣保同盟の強大な軍勢を結集して人々を奴隷に売り、彼らの港と都市を破壊し尽くし、神託に従ってその土地を神に奉納しました。その上で彼らは、自らもこの神聖な土地を耕作せず、他人に許すこともなく、手と足と声とあらゆる力をもって神と聖なる土地を救援するという、厳格な誓いを立てました。

§110

καὶ οὐκ ἀπέχρησεν αὐτοῖς τοῦτον τὸν ὅρκον ὀμόσαι, ἀλλὰ καὶ προστροπὴν καὶ ἀρὰν ἰσχυρὰν ὑπὲρ τούτων ἐποιήσαντο. γέγραπται γὰρ οὕτως ἐν τῇ ἀρᾷ, εἴ τις τάδε, φησί, παραβαίνοι ἢ πόλις ἤ ἰδιώτης ἢ ἔθνος, ἐναγής, φησίν, ἔστω τοῦ Ἀπόλλωνος2 καὶ τῆς Ἀρτέμιδος καὶ τῆς Λητοῦς καὶ Ἀθηνᾶς Προναίας.

しかも彼らはこの誓約を結ぶだけでは満足せず、この件に関して強力な懇請と呪言をも作りました。というのも、その呪言には次のように記されているからです。 「もし何者かがこれらに違反するなら、」とあります、「ポリスであれ個人であれ部族であれ、」とあります、「アポロン、アルテミス、レト、ならびにプロナイアのアテナの呪いを受けた者となれ。」

§111

καὶ ἐπεύχεται αὐτοῖς μήτε γῆν καρποὺς φέρειν, μήτε γυναῖκας τέκνα τίκτειν γονεῦσιν ἐοικότα, ἀλλὰ τέρατα, μήτε βοσκήματα κατὰ φύσιν γονὰς ποιεῖσθαι, ἧτταν δὲ αὐτοῖς εἶναι πολέμου καὶ δικῶν καὶ ἀγορᾶς, καὶ ἐξώλεις εἶναι καὶ αὐτοὺς καὶ οἰκίας καὶ γένος ἐκείνων. καὶ μήποτε, φησίν, ὁσίως θύσειαν τῷ Ἀπόλλωνι μηδὲ τῇ Ἀρτέμιδι μηδὲ τῇ Λητοῖ μηδʼ Ἀθηνᾷ Προναίᾳ, μηδὲ δέξαιντο αὐτοῖς τὰ ἱερά.3

そして彼らに対して、大地が実りをもたらさぬよう、女たちが両親に似た子を産まず怪物を産むよう、家畜が自然の掟に従って子孫をなさぬよう、彼らに戦争と裁判と市場での敗北があらんことを、また彼ら自身もその家も一族も根絶やしにならんことを祈願しているのです。 「そして決して、」とあります、「アポロンにもアルテミスにもレトにもプロナイアのアテナにも敬虔に犠牲を捧げることができず、神々が彼らの犠牲を受け入れぬように。」

§112

ὅτι δʼ ἀληθῆ λέγω, ἀνάγνωθι τὴν τοῦ θεοῦ μαντείαν. ἀκούσατε τῆς ἀρᾶς. ἀναμνήσθητε τῶν ὅρκων, οὓς ὑμῶν οἱ πρόγονοι μετὰ τῶν Ἀμφικτυόνων συνώμοσαν. "Μαντεία [οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν γε θεοῦ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἱεραῖσιν ἐπʼ ἀκταῖς.] υνκνοων" Ὅρκοι. Ἀρά ταύτης τῆς ἀρᾶς καὶ τῶν ὅρκων καὶ τῆς μαντείας ἀναγεγραμμένων ἔτι καὶ νῦν, οἱ Λοκροὶ οἱ Ἀμφισσεῖς, μᾶλλον δὲ οἱ προεστηκότες αὐτῶν, ἄνδρες παρανομώτατοι, ἐνηργάζοντο τὸ πεδίον, καὶ τὸν λιμένα τὸν ἐξάγιστον καὶ ἐπάρατον πάλιν ἐτείχισαν καὶ συνῴκισαν, καὶ τέλη τοὺς καταπλέοντας ἐξέλεγον, καὶ τῶν ἀφικνουμένων εἰς Δελφοὺς πυλαγόρων ἐνίους χρήμασι διέφθειρον, ὧν εἷς ἦν Δημοσθένης.

私が真実を述べていることを確かめるために、神の神託を朗読してください。呪言に耳を傾けてください。あなたがたの先祖が隣保同盟員たちと共に誓い合った誓約を思い起こしてください。 〔神託青い眼をしたアムピトリーテーのざわめく波が神の聖域の聖なる岸辺に打ち寄せる前に、汝らはこの都市を攻め落として塔を崩すことはできぬ。〕〔誓約。呪言〕この呪言と誓約、そして神託が今なお刻まれて残っているにもかかわらず、アンフィッサのロクリス人たち、というより彼らの指導者たちという極めて無法な男たちは、この平原を耕作し、忌まわしく呪われた港を再び城壁で囲んで入植させ、入港する者たちから税を徴収し、デルポイに赴くピュラゴラスたちの一部を金で買収しました。その買収された一人こそがデモステネスだったのです。

構文注3 件
  1. 108ἐπὶ πάσῃ ἀεργίᾳ

    前置詞 ἐπί が与格を伴って条件・状態を表し、「完全に不耕作の(休閑の)状態で」を意味する。土地を神に奉納する(ἀναθεῖναι)にあたって、人間によるいかなる農耕・利用も禁じる不可侵の条件を定めている。

  2. 110ἐναγής... ἔστω τοῦ Ἀπόλλωνος

    形容詞 ἐναγής(「呪いを受けた」「神の怒りに引き渡された」)が神名の属格を伴う構文。この属格は罰を下す神格を示す関係属格または所属の属格であり、「アポロンの呪い(怒り)に委ねられた者となれ」の意。

  3. 111μηδὲ δέξαιντο αὐτοῖς τὰ ἱερά

    希求法 δέξαιντο(祈願)の主語は文脈上「神々」(前文のアポロン、アルテミス等)が想定される。与格 αὐτοῖς は不利益の与格(または利害関係の与格)であり、「神々が彼らのために犠牲を受け入れないように」あるいは「神々が彼らから犠牲を受け取らないように」という意味になる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:106-113