- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:71-77
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アイスキネスは、ハレス将軍の失策や同盟諸都市の喪失によって当時のアテナイが極度の軍事的・政治的危機に瀕していた状況を回顧し、好戦派の扇動を戒めて先祖の英断に学び講和を選ぶべきだと主張した自らの正当性を訴える。
ἑκατὸν δὲ καὶ πεντήκοντα τριήρεις λαβόντα ἐκ τῶν νεωρίων μὴ κατακεκομικέναι,1 καὶ ταῦτα ὑμῖν ἐν τοῖς ἀγῶσιν ἀεὶ τοῖς Χάρητος οἱ κατήγοροι δεικνύουσι, χίλια δὲ καὶ πεντακόσια τάλαντα οὐκ εἰς στρατιώτας, ἀλλʼ εἰς ἡγεμόνων ἀλαζονείας ἀνηλωκέναι, Δηιάρην τε καὶ Δηίπυρον καὶ Πολυφόντην, δραπέτας ἀνθρώπους ἐκ τῆς Ἑλλάδος συνειλεγμένους, καὶ χωρὶς εἰς τοὺς περὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν μισθοφόρους, οἳ τοὺς μὲν ταλαιπώρους νησιώτας καθʼ ἕκαστον ἐνιαυτὸν ἑξήκοντα τάλαντα εἰσέπραττον σύνταξιν, κατῆγον δὲ τὰ πλοῖα καὶ τοὺς Ἕλληνας ἐκ τῆς κοινῆς θαλάττης.
また[その将軍が]船渠から百五十隻の三段櫂船を受け取りながら帰港させていないこと――このことは、ハレスの裁判の折に告発人たちが常に皆さんに指摘しているとおりです――、そして千五百タラントンを兵士たちにではなく指揮官らの放漫のために費消したこと、すなわちギリシア中からかき集められた逃亡奴隷同然の者たちであるデイアレス、デイピュロス、ポリポンテスに、またそれとは別に演壇や民会の周りの傭兵たちに費消したことも、その状況に含まれていました。これらの傭兵は哀れな島民たちから毎年六十タラントンの分担金を徴収し、公の海から船とギリシア人たちを拿捕していたのです。
ἀντὶ δὲ ἀξιώματος καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἡ πόλις ἡμῶν τῆς Μυοννήσου καὶ τῆς τῶν λῃστῶν δόξης ἀνεπίμπλατο· Φίλιππος δὲ ὁρμηθεὶς ἐκ Μακεδονίας, οὐκέθʼ ὑπὲρ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἠγωνίζετο, ἀλλʼ ἤδη περὶ Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου, τῶν ἡμετέρων κτημάτων· ἐξέλειπον δὲ Χερρόνησον ἡμῶν οἱ πολῖται, τὴν οὖσαν ὁμολογουμένως Ἀθηναίων· πλείους δὲ ἐκκλησίας συγκλήτους ἠναγκάζεσθε ἐκκλησιάζειν μετὰ φόβου καὶ θορύβου, ἢ τὰς τεταγμένας ἐκ τῶν νόμων·
こうして、威信とギリシア人たちの覇権の代わりに、我らのポリスはミュオンネソス島の悪名や海賊の評判で満たされることになりました。そしてマケドニアから進発したフィリッポスは、もはやアンフィポリスを巡って我らと争うのではなく、今や我らの領有地であるレムノス、インブロス、スキュロスを巡って争うようになっていました。我らの市民は、誰もがアテナイ領と認めていたケルソネソスを放棄しつつありました。そして皆さんは、法律で定められた定例民会よりも多くの非常召集民会を、恐怖と動揺の中で開くことを余儀なくされていたのです。
οὕτω δʼ ἦν σφαλερὰ καὶ ἐπικίνδυνα τὰ πράγματα, ὥστε ἠναγκάσθη γράψαι ψήφισμα Κηφισοφῶν ὁ Παιανιεύς, εἷς τῶν φίλων καὶ ἑταίρων τῶν Χάρητος, ἐκπλεῖν τὴν ταχίστην Ἀντίοχον τὸν ἐπὶ τῶν ὑπηρετικῶν, καὶ ζητεῖν τὸν στρατηγὸν τὸν ἐπὶ τῇ δυνάμει τεταγμένον, κἂν ἐντύχῃ που, φράζειν ὅτι θαυμάζει ὁ δῆμος ὁ Ἀθηναίων, εἰ2 Φίλιππος μὲν ἐπὶ Χερρόνησον τὴν Ἀθηναίων πορεύεται, Ἀθηναῖοι δὲ οὐδὲ τὸν στρατηγὸν ἴσασιν οὐδὲ τὴν δύναμιν ἣν ἐξέπεμψαν, ὅπου ἐστίν. ὅτι δʼ ἀληθῆ λέγω, ἀκούσατε τοῦ ψηφίσματος, καὶ ἀναμνήσθητε τοῦ πολέμου, καὶ τὴν εἰρήνην τοὺς τῶν ὅπλων ἡγεμόνας, ἀλλὰ μὴ τοὺς πρέσβεις, ἀπαιτεῖτε.3
事態があまりに不安定で危機的であったため、ハレスの友人・同志の一人であるパイアニア区のケフィソフォンは次のような決議案を起草せざるを得ませんでした。すなわち、補助船の指揮官アンティオコスを大至急出航させ、軍勢を率いる任に就いている将軍を探させ、どこかで行き逢ったなら、フィリッポスがアテナイ人のケルソネソスへと進軍しているというのに、アテナイ人は自分たちが派遣した将軍も軍勢もどこにいるのかさえ知らないことにアテナイの民衆は驚愕している、と告げさせるべし、というものです。私が真実を述べていることの証拠として、決議案をお聞きになり、当時の戦争を思い起こし、和平の責は使節たちにではなく、軍事指揮官たちに問うてください。
Ψήφισμα οἱ μὲν καιροὶ τῆς πόλεως τοιοῦτοι, ἐν οἷς οἱ περὶ τῆς εἰρήνης ἐγίγνοντο λόγοι· ἀνιστάμενοι δὲ οἱ συντεταγμένοι ῥήτορες, περὶ μὲν τῆς σωτηρίας τῆς πόλεως οὐδʼ ἐνεχείρουν λέγειν, ἀποβλέπειν δὲ εἰς τὰ προπύλαια τῆς ἀκροπόλεως ἐκέλευον ὑμᾶς, καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας μεμνῆσθαι, καὶ τῶν τάφων τῶν προγόνων καὶ τῶν τροπαίων.
決議 和平についての議論が交わされていた当時、ポリスの情勢はこのようでした。ところが登壇した結託した弁論家たちは、ポリスの存亡については口を開こうともせず、アクロポリスの前門を見上げよ、サラミスの海戦を、先祖の墓や戦勝記念碑を想起せよと皆さんに命じていたのです。
ἐγὼ δὲ ἁπάντων μὲν τούτων ἔφην δεῖν μεμνῆσθαι, μιμεῖσθαι μέντοι τὰς τῶν προγόνων εὐβουλίας, τὰ δὲ ἁμαρτήματα αὐτῶν καὶ τὴν ἄκαιρον φιλονικίαν φυλάττεσθαι, τὴν μὲν ἐν Πλαταιαῖς πεζομαχίαν, καὶ τοὺς ἀγῶνας τοὺς περὶ Σαλαμῖνα, καὶ τὴν ἐν Μαραθῶνι μάχην, καὶ τὴν ἐπʼ Ἀρτεμισίῳ ναυμαχίαν, καὶ τὴν Τολμίδου ζηλοῦν στρατηγίαν κελεύων, ὃς χιλίους ἔχων ἐπιλέκτους Ἀθηναίων, διὰ μέσης Πελοποννήσου πολεμίας οὔσης ἀδεῶς διεξῄει.
これに対して私は、これらすべてを想起すべきではあるが、先祖たちの思慮深さを模倣すべきであって、彼らの過ちや時宜を得ない好戦性を警戒すべきであると述べました。そして、プラタイアイの陸上戦、サラミスを巡る激戦、マラトンの戦い、アルテミシオン沖の海戦を、またアテナイの精鋭千名を率いて敵地であるペロポネソスの中央を恐れずに通過したトルミデスの指揮ぶりを見習うよう勧めました。
τὴν δʼ εἰς Σικελίαν στρατείαν φυλάττεσθαι, ἣν ἐξέπεμψαν Λεοντίνοις βοηθήσοντες, τῶν πολεμίων ἐμβεβληκότων εἰς τὴν χώραν ἡμῶν καὶ Δεκελείας ἐπιτετειχισμένης, καὶ τὴν τελευταίαν ἀβουλίαν, ὅθʼ ἡττημένοι τῷ πολέμῳ, προκαλουμένων αὐτοὺς Λακεδαιμονίων εἰρήνην ἄγειν ἔχοντας πρὸς τῇ Ἀττικῇ Λῆμνον καὶ Ἴμβρον καὶ Σκῦρον καὶ δημοκρατουμένους κατὰ τοὺς νόμους, τούτων μὲν οὐδὲν ἤθελον ποιεῖν, πολεμεῖν δὲ προῃροῦντο οὐ δυνάμενοι, Κλεοφῶν δὲ ὁ λυροποιός, ὃν πολλοὶ δεδεμένον ἐν πέδαις ἐμνημόνευον, παρεγγραφεὶς αἰσχρῶς πολίτης καὶ διεφθαρκὼς νομῇ χρημάτων τὸν δῆμον, ἀποκόψειν ἠπείλει μαχαίρᾳ τὸν τράχηλον, εἴ τις εἰρήνης μνησθήσεται·
その一方で、我らの国土に敵が侵入しデケレイアに要塞が築かれていたというのに、レオンティノイを救援するために派遣したシケリア遠征を警戒し、また最後の軽挙――すなわち、戦争に敗れ、ラケダイモン人たちが彼らに対し、アッティカに加えてレムノス、インブロス、スキュロスを領有し、国法に従って民主政を営むことを条件に和平を結ぶよう勧告してきた際、その提案のどれ一つとして受け入れようとせず、戦う力もないのに戦争を続けようと選び、また足枷で繋がれていたのを多くの者が覚えていた琴製造人クレオフォンが、不当に市民名簿に紛れ込み、金銭の分配によって民衆を腐敗させていたくせに、もし誰かが和平に言及するなら刀でその首を掻き切ると脅したあの時の軽挙――を警戒すべきであると述べました。
τελευτῶντες δὲ εἰς τοῦτο τὴν πόλιν προήγαγον, ὥστε ἀγαπητῶς τὴν εἰρήνην ποιήσασθαι, ἀποστάντας πάντων καὶ τὰ τείχη καθελόντας, καὶ παραδεξαμένους φρουρὰν καὶ Λακεδαιμόνιον ἁρμοστήν, καὶ τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους,4 οἳ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν. τὴν μὲν τοιαύτην ἀβουλίαν ὁμολογῶ παραγγέλλειν φυλάττεσθαι, τὰ δʼ ὀλίγῳ πρότερον εἰρημένα μιμεῖσθαι. οὐ γὰρ παρὰ τῶν ἀλλοτρίων, ἀλλὰ παρὰ τοῦ πάντων οἰκειοτάτου ταῦτα ἐπυνθανόμην.
彼らはついにポリスを追いつめ、すべてを放棄し城壁を取り壊し、守備隊とラケダイモン人の監督官を受け入れ、市民千五百名を裁判なしで処刑した三十人政権に民主政を明け渡して、ありがたく和平を結ぶという事態に至らしめたのです。このような軽挙こそ警戒するよう促し、先ほど挙げたような事績を模倣すべきだと忠告したことを私は認めます。というのも、私はこれらのことを他人からではなく、誰よりも親しい人物から教え込まれていたからです。
- 71μὴ κατακεκομικέναι
直前の箇所の主動詞 συνέβαινε に従属する不定詞構文(対格不定詞)の継続。意味上の主語は前節の ἡμῶν τὸν στρατηγόν(ハレス将軍)であり、λαβοῦσαν(主語を都市とみなす読み)ではなく男性単数対格分詞 λαβόντα をとって将軍を主語としている。否定詞 μή は不定詞構文に従う。
- 73θαυμάζει ὁ δῆμος ὁ Ἀθηναίων, εἰ
θαυμάζω などの感情を表す動詞に後続する εἰ は、間接疑問または「〜ということに」という事実的条件を表す名詞節(感情の原因)を導く。ここでは「フィリッポスが進軍している一方で、将軍の所在さえ知らないという事態に民衆が驚愕している」という驚きの内容を示す。
- 73τὴν εἰρήνην τοὺς τῶν ὅπλων ἡγεμόνας, ἀλλὰ μὴ τοὺς πρέσβεις, ἀπαιτεῖτε
動詞 ἀπαιτέω(要求する、説明・責任を問う)が人と事柄の二重対格をとる構文。事柄を表す対格 τὴν εἰρήνην(和平についての釈明・責任)と、人を表す対格 τοὺς τῶν ὅπλων ἡγεμόνας / τοὺς πρέσβεις(軍事指揮官たち/使節たち)が並置されている。
- 77τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους
中動態 ἀφίεμαι は「手放す、放棄する、譲渡する」を意味し、放棄する対象を属格(τῆς δημοκρατίας)、譲り渡す相手を与格(τοῖς τριάκοντα)でとる。分詞 ἀφεμένους は先行する従属節群の主語(アテナイ市民たち)に一致する対格複数。
