- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:31-38
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アイスキネスはフィリッポスに父アミュンタスの投票記録を突きつけてアンピポリス領有の不当性を主張したこと、続くデモステネスが演説で立ち往生して大失態を演じた顛末、およびその後の控室での口論と謁見の再開を語る。
καὶ πάντων ὧν εἴποιμι1 μάρτυρας τὰς ἐκείνων ἐπιστολὰς παρειχόμην καὶ τὰ ψηφίσματα τοῦ δήμου καὶ τὰς Καλλισθένους ἀνοχάς. περὶ μὲν οὖν τῆς ἐξ ἀρχῆς κτήσεως τῆς χώρας, καὶ τῶν καλουμένων Ἐννέα ὁδῶν, καὶ περὶ τῶν Θησέως παίδων, ὧν Ἀκάμας λέγεται φερνὴν ἐπὶ τῇ γυναικὶ λαβεῖν τὴν χώραν ταύτην, τότε μὲν ἥρμοττέ τε λέγειν καὶ ἐρρήθη ὡς ἐνεδέχετο ἀκριβέστατα, νυνὶ δὲ ἴσως ἀνάγκη συντέμνειν τοὺς λόγους· ἃ δὲ ἦν τῶν σημείων οὐκ ἐν τοῖς ἀρχαίοις μύθοις, ἀλλʼ ἐφʼ ἡμῶν γεγενημένα, καὶ τούτων ἐπεμνήσθην.
そして私が語ったすべてのことの証人として、私は彼らの書簡、民会の民決議、そしてカッリステネスの休戦協定を提示しました。さて、あの土地の本来の領有権や、いわゆる「九本の道」について、またテセウスの子らのこと、その一人アカマスが妻に伴う持参金としてこの地を受け取ったと伝えられることについては、その場においては語るのがふさわしく、可能な限り正確に語られましたが、今はおそらく演説を切り詰める必要があるでしょう。しかし、古代の神話においてではなく、我々の時代に生じた証拠については、私はそれらにも言及しました。
συμμαχίας γὰρ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων συνελθούσης, εἷς ὢν τούτων Ἀμύντας ὁ Φιλίππου πατὴρ καὶ πέμπων σύνεδρον καὶ τῆς καθʼ αὑτὸν ψήφου κύριος ὤν, ἐψηφίσατο Ἀμφίπολιν τὴν Ἀθηναίων συνεξαιρεῖν μετὰ τῶν ἄλλων Ἑλλήνων Ἀθηναίοις. καὶ τούτων τὸ κοινὸν δόγμα τῶν Ἑλλήνων καὶ τοὺς ψηφισαμένους ἐκ τῶν δημοσίων γραμμάτων μάρτυρας παρειχόμην.
すなわち、スパルタ人および他のギリシア人諸国の同盟会議が招集された際、その一員であったフィリッポスの父アミュンタスは、評議員を派遣し自らの票の決定権を握っていましたが、他のギリシア人とともにアテナイ人に協力して、アテナイ人のものたるアンピポリスを奪還すべく可決投票したのです。そしてこれらについて、私はギリシア人共通の決議と、公文書から投票者たちを証人として提示しました。
ὧν δὲ Ἀμύντας ἀπέστη ἐναντίον τῶν Ἑλλήνων ἁπάντων οὐ μόνον λόγοις, ἀλλὰ καὶ ψήφῳ, τούτων, ἔφην ἐγώ, σὲ τὸν ἐξ ἐκείνου γεγενημένον οὐκ ἔστι δίκαιον ἀντιποιεῖσθαι. εἰ δʼ ἀντιποιῇ κατὰ πόλεμον λαβὼν εἰκότως ἔχειν, εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας δοριάλωτον τὴν πόλιν εἷλες, κυρίως ἔχεις τῷ τοῦ πολέμου νόμῳ κτησάμενος· εἰ δʼ Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν,2 οὐχὶ τἀκείνων ἔχεις, ἀλλὰ τὴν Ἀθηναίων χώραν.
「そして、アミュンタスが全ギリシア人の前で言葉によってのみならず投票によっても放棄したこれらについて、」と私は申し上げました、「彼の血を引くあなたが領有権を主張することは正当ではありません。また、もしあなたが戦争によって奪取したのだから当然に保持していると主張するならば、もし我々と戦ってこの町を槍で奪い取ったというのなら、戦争の法に従って獲得した以上、正当に保持していることになります。しかし、もしあなたがアンピポリス人からアテナイ人の町を奪ったというのなら、あなたが保持しているのは彼らの所有物ではなく、アテナイ人の土地なのです」と。
ῥηθέντων δὲ καὶ τούτων καὶ ἑτέρων λόγων, ἤδη καθῆκεν εἰς Δημοσθένην τὸ τῆς πρεσβείας μέρος, καὶ πάντες προσεῖχον ὡς ὑπερβολάς τινας δυνάμεως ἀκουσόμενοι λόγων· καὶ γὰρ πρὸς αὐτὸν τὸν Φίλιππον, ὡς ἦν ὕστερον ἀκούειν, καὶ πρὸς τοὺς ἑταίρους ἐξήγγελτο ἡ τῶν ἐπαγγελιῶν ὑπερβολή. οὕτω δὲ ἁπάντων διακειμένων πρὸς τὴν ἀκρόασιν, φθέγγεται τὸ θηρίον τοῦτο προοίμιον σκοτεινόν τι καὶ τεθνηκὸς δειλίᾳ, καὶ μικρὸν προαγαγὼν ἄνω τῶν πραγμάτων, ἐξαίφνης ἐσίγησε καὶ διηπορήθη, τελευτῶν δὲ ἐκπίπτει ἐκ τοῦ λόγου.
これらやその他の議論が語られた後、いよいよ使節の役割がデモステネスに回ってきました。そして誰もが、並外れた言論の力強さを聴くことになろうと耳を傾けていました。というのも、フィリッポス自身に対しても、後から耳にしたところではその側近たちに対しても、事前の公約の過大さが報らされていたからです。皆がそのように聴聞を待ち構えている中で、この野獣は、何やら曖昧で恐怖に死に絶えたような前置きを口にし、本論を少しばかり展開したところで、突如として沈黙し途方に暮れ、最後には演説を放棄して立ち往生してしまったのです。
ἰδὼν δὲ αὐτὸν ὁ Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό τι πεπονθέναι,3 ἀλλʼ ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι, καὶ λέγειν ὡς προείλετο. ὁ δʼ ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδʼ ἀναλαβεῖν αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας ταὐτὸν ἔπαθεν. ὡς δʼ ἦν σιωπή, μεταστῆναι ἡμᾶς ὁ κῆρυξ ἐκέλευσεν.
彼がそのような状態にあるのを見て、フィリッポスは気を強く持つようにと励まし、劇場におけるようにそのことで面目を失ったなどと考えず、落ち着いて少しずつ思い出し、当初決めていた通りに語るようにと促しました。しかし彼は、一度混乱して用意した原稿から外れると、もはや平静を取り戻すこともできず、再試行したものの同じ無様を繰り返しました。そして沈黙が続いたため、布告人は我々に退室を命じました。
ἐπειδὴ δʼ ἐφʼ ἡμῶν αὐτῶν ἐγενόμεθα, σφόδρα σκυθρωπάσας ὁ χρηστὸς οὑτοσὶ Δημοσθένης ἀπολωλεκέναι με ἔφη τὴν πόλιν καὶ τοὺς συμμάχους. ἐκπλαγέντος δὲ οὐκ ἐμοῦ μόνου, ἀλλὰ καὶ τῶν συμπρέσβεων ἁπάντων, καὶ τὴν αἰτίαν πυνθανομένων διʼ ἣν ταῦτʼ εἶπεν, ἤρετό με εἰ τῶν Ἀθήνησι πραγμάτων ἐπιλέλησμαι, καὶ τὸν δῆμον καταπεπονημένον καὶ σφόδρα ἐπιθυμοῦντα εἰρήνης εἰ μὴ μέμνημαι.
我々だけで引き取ったとき、この高潔なるデモステネスはひどく顔を曇らせて、私が国家と同盟諸国を破滅させたと申しました。私だけでなく使節の同僚全員が仰天し、彼がそのように言った理由を尋ねると、彼は私に向かって、アテナイの情勢を忘れたのか、また民衆が疲弊しきってひたすら平和を切望しているのを覚えていないのか、と問うたのです。
ἢ μέγα φρονεῖς, ἔφη, ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις;4 οὕτω γὰρ ἠρέθικας Φίλιππον καὶ τοιαῦτα εἴρηκας, ἐξ ὧν οὐκ εἰρήνη γένοιτʼ ἂν ἐκ πολέμου, ἀλλʼ ἐξ εἰρήνης πόλεμος ἀκήρυκτος. ἀρχομένου δʼ ἐμοῦ πρὸς ταῦτα ἀντιλέγειν, ἐκάλουν ἡμᾶς οἱ ὑπηρέται.
「それとも君は、」と彼は言いました、「決議されたものの決して乗員が充員されることのない五十隻の船を頼んで誇っているのか。というのも、君がこれほどフィリッポスを刺激し、あのようなことを語ったために、戦争から平和が生じるのではなく、平和から宣戦布告なき戦争が生じることになりかねないのだ」と。 私がこれに対して反論し始めたとき、従僕たちが我々を呼びに来ました。
ὡς δʼ εἰσήλθομεν καὶ ἐκαθεζόμεθα, ἐξ ἀρχῆς πρὸς ἕκαστον τῶν εἰρημένων ἐνεχείρει τι λέγειν ὁ Φίλιππος, πλείστην δὲ εἰκότως ἐποιήσατο διατριβὴν πρὸς τοὺς ἐμοὺς λόγους· ἴσως γὰρ οὐδὲν τῶν ἐνόντων εἰπεῖν, ὥς γε οἶμαι, παρέλιπον· καὶ πολλάκις μου τοὔνομα ἐν τοῖς λόγοις ὠνόμαζε· πρὸς δὲ Δημοσθένην τὸν οὕτω καταγελάστως ἀπαλλάξαντα οὐδʼ ὑπὲρ ἑνὸς οἶμαι διελέχθη. τοῦτο δὲ ἦν ἄρα ἀγχόνη καὶ λύπη τούτῳ.
そして我々が入室して着席すると、フィリッポスは最初から、語られた個々の議論に対して何か述べようと試みましたが、当然のことながら、私の演説に対して最も多くの時間を割きました。というのも、おそらく言いうる事柄のうち何一つ、私が思うに、私は省かなかったからです。そして彼は演説の中で私の名を何度も挙げました。しかし、かくも物笑いの種となって終わったデモステネスに対しては、思うに一つの論点についてすら言及しませんでした。そしてこのことこそが、彼にとって首を括るほどの苦悶と悔しさとなったのです。
- 31πάντων ὧν εἴποιμι
関係代名詞 ὧν は先行詞 πάντων に牽引されて属格形を取っている(本来は対格 ἅ)。希求法 εἴποιμι は過去における反復・一般的条件を表す従属節(「私が述べるかもしれない/述べたあらゆること」)を示す。
- 33Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν
動詞 ἀφαιρέομαι(奪う)は「奪われる人」と「奪われる物」の二重対格を取る。ここでは Ἀμφιπολίτας(人・相手)と τὴν Ἀθηναίων πόλιν(物)が共に直接対格として置かれている。
- 35μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό τι πεπονθέναι
間接話法における完了不定詞 πεπονθέναι の主語は(文脈上デモステネスを指す)対格代名詞が省略されている。ὥσπερ ἐν τοῖς θεάτροις は劇場で俳優が台詞を忘れたり失敗したりした際の状況を指し、διὰ τοῦτό τι πεπονθέναι は「そのために何らかの不名誉・処分(害)を受けたと思うな」という慰めの意。
- 37ἐπὶ ταῖς ἐψηφισμέναις μὲν πεντήκοντα ναυσίν, οὐδέποτε δὲ πληρωθησομέναις
μέγα φρονέω ἐπί + 与格 で「〜を当てにして誇る、傲慢になる」。完了分詞 ἐψηφισμέναις(民決議で可決された)と未来受動分詞 πληρωθησομέναις(乗員が配備・艤装される見込みの)が μέν...δέ で鮮やかに対比されている。
