← アイスキネス

使節職務不履行について

§163-170

政策転換の正当化とアイスキネスの従軍歴の提示

アイスキネスはフィリッポスの祝勝歌合唱の嫌疑を反駁し、時勢に応じた外交政策の転換の正当性を説いてデモステネスの裏切り行為を暴露した上で、自らの誇るべき従軍歴を列挙して証人を喚問する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§163

καὶ τῷ δῆλος ἦ,1 εἰ μή γε ὥσπερ ἐν τοῖς χοροῖς προῇδον; οὐκοῦν εἰ μὲν ἐσίγων, ψευδῆ μου κατηγορεῖς· εἰ δὲ ὀρθῆς ἡμῖν τῆς πατρίδος οὔσης, καὶ τῶν πολιτῶν κοινῇ μηδὲν ἀτυχούντων, συνῇδον μετὰ τῶν ἄλλων πρέσβεων τὸν παιᾶνα, ἡνίκα ὁ θεὸς μὲν ἐτιμᾶτο, Ἀθηναῖοι δὲ μηδὲν ἠδόξουν, εὐσέβουν, ἀλλʼ οὐκ ἠδίκουν, καὶ δικαίως ἂν σῳζοίμην. ἔπειτα ἐγὼ μὲν διὰ ταῦτα ἀνηλεής τις εἰμὶ ἄνθρωπος, σὺ δὲ εὐσεβὴς ὁ τῶν ὁμοσπόνδων καὶ συσσίτων κατήγορος;

そして、合唱隊においてであるかのように私が音頭を取って先唱でもしなかったのなら、いかにして私が歌っていたと分かったというのでしょうか。したがって、私が沈黙していたなら、あなたは私について虚偽の告発をしていることになります。他方、もし我が祖国が無事であり、市民たちが公に何の災難も被っていないときに、神が崇められアテナイ人たちが何の恥辱も受けていない時にあたって、私が他の使節たちとともに祝勝歌を合唱したのだとしても、それは敬虔な行いであって不正を働いたわけではなく、私は正当に救われて然るべきです。それなのに、こうしたことのゆえに私の方は何か無慈悲な人間であり、同じ盟約と食卓を共にした者たちを告発するあなたの方が敬虔な人間だというのですか。

§164

ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρέσβευκα πρὸς Φίλιππον, πρότερον παρακαλῶν ἐπʼ ἐκεῖνον τοὺς Ἕλληνας. καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε· κατηγάγετε εἰς τὴν πατρίδα φεύγοντας Θηβαίους, καὶ πάλιν τούτοις ἐμαχέσασθε ἐν Μαντινείᾳ· ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν αὐτοὺς ἐσώσατε. καὶ μυρίοις ἄλλοις ἤδη τῶν Ἑλλήνων οὕτω κέχρησθε· τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.

またあなたは、私がかつてギリシア人たちにフィリッポスに立ち向かうよう呼びかけておきながら彼のもとに使節として赴いたといって、私に政治的節操のなさを責め立てました。しかし、望むならばあなたはこの告発を他のアテナイ人全体に対しても公に告発することができるでしょう。諸君はラケダイモン人たちと戦い、レウクトラでの災難の後は同じ彼らを救援しました。諸君は亡命していたテーバイ人たちを祖国へ連れ戻し、再びマンティネイアで彼らと戦いました。エレトリア人やテミソンと戦い、再び彼らを救いました。そして他の無数のギリシア人に対しても、諸君はすでに同様の態度を取ってきました。というのも、時勢に応じて最善を目指して態度を合わせることが、個人にとってもポリスにとっても必要不可欠だからです。

§165

τὸν δὲ ἀγαθὸν σύμβουλον τί χρὴ ποιεῖν; οὐ τῇ πόλει πρὸς τὸ παρὸν τὰ βέλτιστα συμβουλεύειν; τὸν δὲ πονηρὸν κατήγορον τί; οὐ τοὺς καιροὺς ἀποκρυπτόμενον τῆς πράξεως κατηγορεῖν; τὸν δὲ ἐκ φύσεως προδότην πῶς χρὴ θεωρεῖν; ἆρά γε οὐχ ὡς σὺ τοῖς ἐντυγχάνουσι καὶ πιστεύσασι κέχρησαι, λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις;2 ἔγραψας λόγον Φορμίωνι τῷ τραπεζίτῃ χρήματα λαβών· τοῦτον ἐξήνεγκας Ἀπολλοδώρῳ τῷ περὶ τοῦ σώματος κρίνοντι Φορμίωνα.

では、優れた助言者は何をなすべきでしょうか。当面の事態に対してポリスに最善の献策をすることではないでしょうか。では悪辣な告発者は何をなすのか。時勢の制約を覆い隠して行為そのものを告発することではないでしょうか。では生まれついての裏切り者をどのように見極めるべきでしょうか。まさにあなたが出会い信を寄せてくれた人々に対して行ったように、報酬目当てに法廷向けの弁論を執筆しながら、これを相手方に漏らすようなやり方においてではないでしょうか。あなたは銀行家ポルミオンから金銭を受け取って弁論を書き、これをポルミオンの身柄をめぐって訴訟を起こしていたアポロドロスに漏らしました。

§166

εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου· ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρʼ Ἀριστάρχου προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ· οὐ γὰρ προσδέχεται δίκαιος ἔρως πονηρίαν. ταῦτʼ ἐστὶν ὁ προδότης καὶ τὰ τούτοις ὅμοια.

あなたはモスコスの子アリスタルコスの裕福な家庭に入り込み、これを破滅させました。あなたはアリスタルコスから前もって三タラントンを騙し取り、その若者の年頃を熱心に愛慕する者であるかのように装いました。決して真実の愛においてではありません。正しい愛は邪悪さを受け入れないからです。こうしたこと、およびこれに類することこそが裏切り者なのです。

§167

ἐμνήσθη δέ που περὶ στρατείας, καὶ καλὸν στρατιώτην ἐμὲ ὠνόμασεν. ἐγὼ δὲ οὐχ ἕνεκα τῆς τούτου βλασφημίας, ἀλλὰ τοῦ παρόντος κινδύνου προνοούμενος, καὶ περὶ τούτων ἀνεπίφθονον λέγειν εἶναί μοι νομίζω· ποῦ γὰρ ἢ πότε αὐτῶν ἢ πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι; ἐκ παίδων μὲν γὰρ ἀπαλλαγεὶς περίπολος τῆς χώρας ταύτης ἐγενόμην δύʼ ἔτη, καὶ τούτων ὑμῖν τοὺς συνεφήβους καὶ τοὺς ἄρχοντας ἡμῶν μάρτυρας παρέξομαι·

また彼はどこかで軍務について言及し、私を「立派な兵士」と皮肉交じりに呼びました。しかし私は、この男の悪口のためではなく、眼前の危機を慮り、これらの軍歴について語ることは私にとって反感を買わないことであると考えます。この日を逃したら、いったいどこで、いつ、誰に向かってそれらを語り想起することができましょうか。私は少年の枠を脱すると、この国土の警備兵を二年間務めました。このことについては当時の青年仲間たちと私たちの指揮官たちを諸君への証人として提出しましょう。

§168

πρώτην δʼ ἐξελθὼν στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετὰ τῶν ἡλικιωτῶν καὶ τῶν Ἀλκιβιάδου ξένων τὴν εἰς Φλειοῦντα παραπομπήν, κινδύνου συμβάντος ἡμῖν περὶ τὴν Νεμεάδα καλουμένην χαράδραν, οὕτως ἠγωνισάμην, ὥστε ὑπὸ τῶν ἡγεμόνων ἐπαινεῖσθαι· καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους τὰς ἐν τοῖς ἐπωνύμοις καὶ τοῖς μέρεσιν ἐξῆλθον, καὶ τὴν ἐν Μαντινείᾳ μάχην συνεμαχεσάμην οὐκ αἰσχρῶς οὐδʼ ἀναξίως τῆς πόλεως, καὶ τὰς εἰς Εὔβοιαν στρατείας ἐστρατευσάμην, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις οὕτως ἐκινδύνευσα, ὥστε κἀκεῖ στεφανωθῆναι καὶ δεῦρο ἥκων πάλιν ὑπὸ τοῦ δήμου, τήν τε νίκην τῆς πόλεως ἀπαγγείλας, καὶ Τεμενίδου τοῦ τῆς Πανδιονίδος ταξιάρχου καὶ συμπρεσβεύσαντος ἀπὸ στρατοπέδου μοι δευρὶ περὶ τὸν γενόμενον κίνδυνον οἷος ἦν ἀπαγγείλαντος.

そして「分担部隊」と呼ばれる部隊で最初の遠征に出征し、同輩たちやアルキビアデスの傭兵たちとともにプレイウスへの護送任務に加わり、いわゆるネメアの渓谷の付近で危機に見舞われた際、私は指揮官たちから称賛されるほど見事に戦いました。また、英雄名区別や分担部隊によるその後の交代出征にも参加しました。そしてマンティネイアの戦いでもポリスの名を汚さず恥じることのない戦いぶりを見せ、エウボイアへの遠征にも従軍し、タミュナイの戦いでは精鋭部隊の中で戦い、その場でも、またここに戻ってからも民衆によって冠を授けられるほど危険に立ち向かいました。その際にはポリスの勝利を報告するとともに、パンディオニス部族の歩兵指揮官で陣営から当地へ私と同伴した使節であるテメニデスが、起きた戦闘における私の戦いぶりを報告してくれたのです。

§170

ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τοῦτο τὸ ψήφισμα, καὶ κάλει τὸν Τεμενίδην καὶ τοὺς συνεστρατευμένους μοι τὰς ὑπὲρ τῆς πόλεως στρατείας καὶ Φωκίωνα τὸν στρατηγόν, μήπω συνήγορον, ἂν τούτοις συνδοκῇ, ἀλλʼ ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται.3

私が真実を述べていることの証拠として、書記よ、この民会決議書を受け取り、テメニデス、ポリスのための遠征において私とともに従軍した戦友達、そして将軍ポキオンを喚問してください。もし彼ら裁判員が同意するなら、今はまだ弁護人としてではなく、偽証した場合にはこの中傷者に対して責任を負う証人として呼び出してください。

構文注3 件
  1. 163καὶ τῷ δῆλος ἦ

    τῷ は疑問代名詞 τίς の単数与格形(τίνι に相当)で、「どのような手段によって/何によって」を表す手段の与格。また ἦ は動詞 εἰμί の未完了過去1人称単数形(ἦν の別形)。「そして私は何によって(歌っていたことが誰の目にも)明らかであったというのか」を意味する。

  2. 165λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις;

    不定詞 ἐκφέρειν は直前の πῶς χρὴ θεωρεῖν; の構文(ἆρά γε οὐχ...)を受け、主語を一般化して対格分詞 γράφοντα とともに不定詞句を形成している。あるいは二人称(σὺ ... κέχρησαι)から一般的不定詞構文への構造的転換(対格・不定詞構文)と解される。

  3. 170μήπω συνήγορον, ἂν τούτοις συνδοκῇ, ἀλλʼ ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται

    μήπω συνήγορον(まだ弁護人としてではなく)と ὑπεύθυνον ... μάρτυρα(責任を負う証人として)が対比されている。アテナイの法廷制度において、弁護人(synēgoros)は法的な偽証責任を負わないが、証人(martys)は偽証罪(dikē pseudomartyriōn)で訴追され賠償責任(hypeuthynos)を負う立場にあることを明確にした構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:163-170