- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:74-80
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は公娼宿の娼妓や区民集会での市民権審査の先例を引き合いに出し、直接の目撃証拠がなくとも状況証拠と市民共通の確知によってティマルコスの売春行為は明白に立証されると論じる。
σκέψασθε δὲ καὶ ἐκ παραδειγμάτων· ἀνάγκη δʼ ἴσως ἔσται παραπλήσια τὰ παραδείγματα εἶναι τοῖς τρόποις τοῖς Τιμάρχου. ὁρᾶτε τουτουσὶ τοὺς ἐπὶ τῶν οἰκημάτων καθημένους, τοὺς ὁμολογουμένως τὴν πρᾶξιν πράττοντας. οὗτοι μέντοι ὅταν πρὸς τῇ ἀνάγκῃ ταύτῃ γίγνωνται, ὅμως πρό γε τῆς αἰσχύνης προβάλλονταί τι καὶ συγκλῄουσι τὰς θύρας. εἰ δή τις ὑμᾶς ἔροιτο τοὺς ὁδῷ πορευομένους, τί νῦν ὁ ἄνθρωπος πράττει, εὐθὺς ἂν εἴποιτε τοῦ ἔργου τοὔνομα, οὐχ ὁρῶντες, οὐδʼ εἰδότες τὸν εἰσεληλυθότα ὅστις ἦν,1 ἀλλὰ τὴν προαίρεσιν τῆς ἐργασίας τοῦ ἀνθρώπου συνειδότες, καὶ τὸ πρᾶγμα γνωρίζετε.
また、実例からも考察してみてください。おそらくその実例は、ティマルコスの生活態度に極めて類似したものとなるに違いありません。家屋(公娼宿)の前に座り、公然とその行為に手を染めている者たちを御覧なさい。彼らでさえ、この必然の事態に迫られる時には、恥辱を遮るために何か衝立を立て、扉を閉ざすのです。もし通りを歩いている皆さんに誰かが「いまあの男は何をしているのか」と尋ねたなら、皆さんは中に入った男が誰であるかを目撃してもおらず、知ってもいなくとも、その男の稼業の意図を心得ているがゆえに、直ちにその行為の名称を口にするでしょうし、何が行われているかを認識するはずです。
οὐκοῦν τὸν αὐτὸν τρόπον προσήκει ὑμᾶς καὶ περὶ Τιμάρχου ἐξετάζειν, καὶ μὴ σκοπεῖν εἴ τις εἶδεν, ἀλλʼ εἰ πέπρακται τούτῳ ἡ πρᾶξις. ἐπεὶ πρὸς θεῶν τί χρὴ λέγειν, Τίμαρχε; τί ἂν εἴποις αὐτὸς περὶ ἑτέρου ἀνθρώπου ἐπὶ τῇ αἰτίᾳ ταύτῃ κρινομένου; ἢ τί χρὴ λέγειν, ὅταν μειράκιον νέον, καταλιπὸν τὴν πατρῴαν οἰκίαν, ἐν ἀλλοτρίαις οἰκίαις νυκτερεύῃ, τὴν ὄψιν ἑτέρων διαφέρον, καὶ πολυτελῆ δεῖπνα δειπνῇ ἀσύμβολον, καὶ αὐλητρίδας ἔχῃ καὶ ἑταίρας τὰς πολυτελεστάτας, καὶ κυβεύῃ, καὶ μηδὲν ἐκτίνῃ αὐτός, ἀλλʼ ἕτερος ὑπὲρ ἐκείνου;
したがって、皆さんにとってもティマルコスについて同様のやり方で審査し、誰かが見たかどうかではなく、彼によってその行為が為されたかどうかを検討するのがふさわしいのです。というのも、神々にかけて、何と言うべきでしょうか、ティマルコスよ。同じ罪状で裁かれている他の人物について、あなた自身なら何と言うでしょうか。あるいは、若い若者が父親の家を捨てて他人の家に夜を明かし、容姿が他者より際立っており、分担金を払わずに贅沢な晩餐をとり、笛吹き女たちや最も高価な遊女たちを侍らせ、賽を転がし、自分では一切金を払わず、別の者がその男のために払っているという時、人は何と言うべきでしょうか。
ἔτι ταῦτα μαντείας προσδεῖται; οὐκ εὔδηλον ὅτι πᾶσα ἀνάγκη τὸν τὰ τηλικαῦτα ἐπιτάγματά τισιν ἐπιτάττοντα καὶ αὐτὸν ἀντὶ τούτων ἡδονάς τινας παρασκευάζειν τοῖς τὸ ἀργύριον προαναλίσκουσιν; οὐ γὰρ ἔχω, μὰ τὸν Δία τὸν Ὀλύμπιον, τίνα τρόπον εὐφημότερον μνησθῶ τῶν σοὶ καταγελάστως πεπραγμένων ἔργων.
これらのことに、なおも神託が必要でしょうか。これほどの要求を誰かに課す者は、前もって金を費やす者たちに対して、その見返りとして自らもある種の快楽を提供する必然があるということは、明白ではないでしょうか。オリュンポスのゼウスにかけて、あなたの為した嘲笑すべき行いについて、これ以上品位を保って言及する手立てを私は持ち合わせておりません。
θεωρήσατε δέ, εἰ βούλεσθε, τὸ πρᾶγμα καὶ ἐκ πολιτικῶν τινων παραδειγμάτων, καὶ μάλιστα ἐκ τούτων ἃ νυνὶ μετὰ χεῖρας ἔχετε. γεγόνασι διαψηφίσεις ἐν τοῖς δήμοις, καὶ ἕκαστος ἡμῶν ψῆφον δέδωκε περὶ τοῦ σώματος, ὅστις Ἀθηναῖος ὄντως ἐστὶ καὶ ὅστις μή. καὶ ἔγωγε, ἐπειδὰν προσστῶ πρὸς τὸ δικαστήριον καὶ ἀκροάσωμαι τῶν ἀγωνιζομένων, ὁρῶ ὅτι ἀεὶ τὸ αὐτὸ παρʼ ὑμῖν ἰσχύει. ἐπειδὰν γὰρ εἴπῃ ὁ κατήγορος· ἄνδρες δικασταί, τουτουὶ κατεψηφίσαντο οἱ δημόται ὀμόσαντες, οὐδενὸς ἀνθρώπων οὔτε κατηγορήσαντος οὔτε καταμαρτυρήσαντος, ἀλλʼ αὐτοὶ συνειδότες, εὐθὺς θορυβεῖτε ὑμεῖς ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως·2 οὐδὲν γὰρ οἶμαι δοκεῖ προσδεῖσθαι ὑμῖν λόγου οὐδὲ μαρτυρίας, ὅσα τις σαφῶς οἶδεν αὐτός.
よろしければ、ポリスの公的な実例からも、とりわけ皆さんが現に手元に扱っておられる実例からも、この事柄を考察してみてください。各デーモスにおいて投票が行われ、私たちの一人ひとりが、誰が真のアテナイ人であり誰がそうでないかという身分について票を投じました。そして私自身、法廷のそばに立って争っている者たちの言い分に耳を傾ける時、皆さんの中で常に同じことが効力を持っているのを目にします。というのも、告発者が次のように言うと、裁判員の皆さん、この男に対しては、誰一人告発もせず不利な証言もしなかったものの、区民たち自身が知っていたがゆえに、宣誓した上で有罪の投票を行ったのです、皆さんは直ちに、裁かれている男にはポリスの分け前がないものとして騒ぎ立てます。思うに、自らがはっきりと知っている事柄については、いかなる弁明も証言も必要としないと皆さんに思われるからです。
φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτʼ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δʼ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δʼ ἐκ τοῦ νόμου ἢ τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δὲ κῆρυξ οὑτοσὶ ὁ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή,3 τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδʼ ὅτι κατέγνωτʼ ἂν αὐτοῦ.
さあ、ゼウスにかけて考えてみてください。もし出自についてと同様に、この生き方についてもティマルコスが有罪であるか否か票を投じる必要が生じ、事件が法廷で裁かれ、今のように皆さんのもとに持ち込まれながらも、法律や決議により私に告発することもこの男に弁護することも許されず、いま私の傍らに立っているこの布告係が、法律に定められた布告を皆さんに問いかけ、穴のあいた票はティマルコスが売春したと思う者、詰まった票はそう思わない者、としたなら、皆さんはどのように投票されたでしょうか。皆さんが彼に有罪の評決を下したであろうことを、私は正確に知っております。
εἰ δή τις με ἔροιτο ὑμῶν· σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα; εἴποιμʼ ἄν· διότι πεπαρρησίασθέ μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος ἀναβῇ ἐπὶ τὸ βῆμα· καὶ ἡ βουλή, ὅτε ἐβούλευε πέρυσιν. εἰ γὰρ μνησθείη τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.
もし皆さんの中の誰かが私に、だが、私たちがこの男を有罪としたであろうなどと、お前になぜわかるのか、と尋ねるなら、私はこう答えるでしょう。 皆さんが私に対して率直に語り、語り合ってこられたからです。 そして、各自がいつどこでそうされたかを、私が皆さんに思い出させましょう。この男が演壇に登る時、そして評議会も、〔この男が〕昨年評議員を務めていた時に〔そうしたの〕です。というのも、城壁や塔の修繕について彼が言及したり、誰かがどこかへ連行されたことについて触れたりしたなら、皆さんは直ちに叫び声をあげ、大笑いし、皆さんが彼について熟知しているあの行いの呼び名を、ご自身で口にされたからです。
- 74τὸν εἰσεληλυθότα ὅστις ἦν
先取り構文(prolepsis)。間接疑問節(ὅστις ἦν)の論理的主語が、主節の分詞(εἰδότες)の直接目的語(対格 τὸν εἰσεληλυθότα)として先行して置かれている。
- 78ὡς οὐ μετὸν τῷ κρινομένῳ τῆς πόλεως
接続詞 ὡς を伴う対格独立構文(accusativus absolutus)。非人称動詞 μέτεστι の中性単数分詞 μετόν が用いられ、人称の与格(τῷ κρινομένῳ)と事物の属格(τῆς πόλεως)を支配して、裁判員たちの主観的な判断・根拠(「裁かれている者にはポリスの分け前がない」)を提示している。
- 79τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή
布告の定型文脈における全体属格(partitive genitive)と対比的主格の構文。文頭の τῶν ψήφων が全体を示し、続く ἡ τετρυπημένη(有孔の票=有罪)と ἡ πλήρης(無孔の票=無罪)がそれぞれの関係節(与格 ὅτῳ)に対応する省略的な布告形式を構成している。
