← アイスキネス

ティマルコス弾劾

§160-166

契約書の要否の反論とデモステネスの論点逸らしへの警告

弁論者は、契約書の有無に関わらず売淫行為そのものが公職追放の要件であることを論証し、架空の訴訟劇を想定して契約書論の不条理を暴いた上で、相手側弁護人デモステネスが本筋と無関係な対マケドニア外交問題を導入して論点を逸らすであろうことを警告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§160

ἐὰν δʼ ἐπιχειρῶσι λέγειν, ὡς οὐχ ἡταίρηκεν ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη,1 καὶ γραμματεῖον καὶ μάρτυρας ἀξιῶσί με τούτων παρασχέσθαι, πρῶτον μὲν τοὺς περὶ τῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐν οἷς οὐδαμοῦ μνείαν ὁ νομοθέτης περὶ συνθηκῶν πεποίηται. οὐ γάρ, εἰ κατὰ γραμματεῖόν τις ἑαυτὸν κατῄσχυνε, τοῦτʼ ἐξήτασεν, ἀλλὰ παντελῶς, ὅπως ἂν ἡ πρᾶξις γένηται, τὸν πράξαντα κελεύει μὴ μετέχειν τῶν τῆς πόλεως κοινῶν. εἰκότως· ὅστις γὰρ νέος ὢν ἀπέστη διʼ αἰσχρὰς ἡδονὰς τῆς εἰς τὰ καλὰ φιλοτιμίας, τοῦτον οὐκ ᾠήθη δεῖν πρεσβύτερον γενόμενον ἐπίτιμον εἶναι.

もし彼らが、契約書に従って雇われたのでない者は男娼となったのではないと主張しようとし、私に対してこれらに関する証拠文書や証人の提出を求めるならば、まず男娼行為に関する法を思い出してください。その中で立法者は契約について一切言及していません。なぜなら、誰かが文書に基づいて自らを辱めたかどうかを審査したのではなく、行為がいかになされようとも、それをなした者はポリスの公事に参与してはならないと一切合切命じているからです。当然のことです。若い身でありながら恥ずべき快楽のために気高い名誉への志を捨てた者が、年長者となったからといって市民権を保持するべきだと立法者は考えなかったからです。

§161

ἔπειτα καὶ τὴν εὐήθειαν τοῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γὰρ ἂν τοῦθʼ ὁμολογήσαιμεν, ὅτι τὰς συνθήκας τῆς πρὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνα ὁ μὴ παραβὰς τὰ γεγραμμένα δίκην λάβῃ τῇ ψήφῳ παρὰ τοῦ παραβάντος. οὐκοῦν, εἴπερ τὸ πρᾶγμα δίκης προσδεῖται, τοῖς κατὰ γραμματεῖον ἡταιρηκόσιν, ἂν ἀδικῶνται, ἡ τῶν νόμων ὡς οὗτοί φασιν ἐπικουρία καταλείπεται. καὶ τίς ἂν λόγος ἑκατέρου φανείη; μὴ γὰρ ὑπʼ ἐμοῦ λεγόμενον, ἀλλὰ γιγνόμενον τὸ πρᾶγμα νομίσαθʼ ὁρᾶν.

次に、この主張の愚かしさを検証することも容易です。なぜなら、われわれは互いへの不信のゆえに契約を結ぶのであり、書かれた条項を破らなかった者が破った者から投票の判決によって補償を得るためであるということは、全員が認めることでしょう。したがって、もしこの件が訴訟を要するものであるならば、彼らが言うように、文書に従って男娼となった者たちには、不正を被った場合に法の救済が残されていることになります。では、双方からどのような弁舌がなされることになるでしょうか。私によって語られているのではなく、現実に起きていることとして見ていると思ってください。

§162

ἔστω γὰρ ὁ μὲν μισθωσάμενος δίκαιος εἰς τὸ πρᾶγμα, ὁ δὲ μισθωθεὶς ἄδικος καὶ βέβαιος, ἢ πάλιν τοὐναντίον ὁ μὲν μισθωθεὶς μέτριος καὶ ποιῶν τὰ ὡμολογημένα, ὁ δὲ τὴν ἡλικίαν προλαβὼν καὶ μισθωσάμενος ἐψεύσθω·2 καὶ δικαστὰς ὑμᾶς αὐτοὺς ὑπολάβετε καθῆσθαι. οὐκοῦν ὁ πρεσβύτερος, ἀποδοθέντος τοῦ ὕδατος αὐτῷ καὶ λόγου, κατηγορῶν μετὰ σπουδῆς, βλέπων δηλονότι πρὸς ὑμᾶς, λέξει·

雇った側がこの取引に関して誠実であり、雇われた側が不当で頑なであるとしましょう。あるいは逆に、雇われた側が節度を守り合意事項を履行しているのに、年長で雇った側が約束を違えたとしましょう。そして皆さん自身が裁判人として着席していると考えてみてください。そうすれば、水時計の水と発言権が与えられた年長者は、真剣に告発し、当然ながら皆さんの方を見ながら次のように言うでしょう。

§163

ἐμισθωσάμην, ὦ ἄνδρες Ἀθηναῖοι, Τίμαρχον ἑταιρεῖν ἐμαυτῷ κατὰ τὸ γραμματεῖον τὸ παρὰ Δημοσθένει κείμενον· οὐδὲν γὰρ κωλύει οὕτως εἰρῆσθαι· ὁ δʼ οὐ ποιεῖ μοι τὰ ὡμολογημένα. καὶ ταῦτʼ ἤδη διέξεισι δηλονότι πρὸς τοὺς δικαστάς, λέγων ἃ χρὴ τὸν τοιοῦτον ποιεῖν. ἔπειτα οὐ καταλευσθήσεται ὁ μισθούμενος τὸν Ἀθηναῖον παρὰ τοὺς νόμους, καὶ προσοφλὼν ἄπεισιν ἐκ τοῦ δικαστηρίου οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν ὕβριν;3

「アテナイの男たちよ、私はデモステネスのもとに保管されている文書に従って、ティマルコスを私に対する男娼として雇いました」このように言われることを妨げるものは何もないからです。 「しかし、彼は合意した事柄を私に対して履行しません」そして当然ながら、このような者が何をすべきであるかを述べて、裁判人たちに向かって今やこれらを詳細に語るでしょう。そうであるなら、法に反してアテナイ人を雇った者は石打ちにされ、法廷から訴訟敗訴金のみならず多大な侮辱をも追加で背負わされて立ち去ることにならないでしょうか。

§164

ἀλλʼ οὐχ οὗτος, ἀλλʼ ὁ μισθωθεὶς δικάζεται. λεγέτω δὴ παρελθών, ἢ ὁ σοφὸς Βάταλος ὑπὲρ αὐτοῦ, ἵνʼ εἰδῶμεν τί ποτʼ ἐρεῖ. ἄνδρες δικασταί, ἐμισθώσατό με ἑταιρεῖν αὑτῷ ἀργυρίου ὁστισδηποτοῦν. οὐδὲν γὰρ διαφέρει· κἀγὼ μὲν ἅπαντα καὶ πεποίηκα καὶ ἔτι καὶ νῦν ποιῶ κατὰ τὸ γραμματεῖον, ἃ χρὴ ποιεῖν τὸν ἑταιροῦντα· οὗτος δὲ ὑπερβαίνει τὰς συνθήκας. ἔπειτʼ οὐ πολλὴ κραυγὴ παρὰ τῶν δικαστῶν αὐτῷ ἀπαντήσεται; τίς γὰρ οὐκ ἐρεῖ· ἔπειτα ἐμβάλλεις εἰς τὴν ἀγοράν, ἢ στεφανοῖ, ἢ πράττεις τι τῶν αὐτῶν ἡμῖν; οὐκοῦν οὐδὲν ὄφελος τῆς συγγραφῆς.

いや、この者ではなく、雇われた側が訴訟を起こすのだとしましょう。では、彼自身が前に進み出て語るか、あるいは賢明なるバタロスが彼に代わって語るがよい、彼がいったい何を言うのか知るために。 「裁判人の皆様、誰某が金銭によって私を自分に対する男娼として雇いました」相手が誰であろうと違いはないからです。 「そして私は文書に従って、男娼たる者がなすべきすべてのことを行いましたし、今なお行っています。しかしこの者は契約を踏みにじっているのです」そうすれば、裁判人たちから彼に対して激しい怒号が浴びせられないでしょうか。誰がこう言わないでしょうか。 「それなのに、お前は広場に足を踏み入れ、あるいは冠を戴き、われわれと同じ公務を行っているというのか」したがって、契約書など何の役にも立たないのです。

§165

πόθεν οὖν ἴσχυκε καὶ σύνηθες γεγένηται λέγειν, ὡς κατὰ γραμματεῖον ἤδη τινὲς ἡταίρησαν, ἐρῶ. ἀνὴρ εἷς τῶν πολιτῶν (τὸ δʼ ὄνομα οὐ λέξω· τὰς γὰρ ἀπεχθείας φεύγω) οὐδὲν προϊδόμενος ὧν ὀλίγῳ πρότερον ἐγὼ διεξῆλθον πρὸς ὑμᾶς, λέγεται κατὰ συνθήκας ἡταιρηκέναι τὰς παρʼ Ἀντικλεῖ κειμένας· οὐκ ὢν δʼ ἰδιώτης, ἀλλὰ πρὸς τὰ κοινὰ προσιὼν καὶ λοιδορίαις περιπίπτων, εἰς συνήθειαν ἐποίησε τοῦ λόγου τούτου τὴν πόλιν καταστῆναι, καὶ διὰ τοῦτο ἐρωτῶσί τινες, εἰ κατὰ γραμματεῖον ἡ πρᾶξις γεγένηται. ὁ δὲ νομοθέτης οὐχ ὅπως τὸ πρᾶγμα γεγένηται ἐφρόντισεν, ἀλλʼ ἐὰν ὁπωσοῦν μίσθωσις γένηται, κατέγνωκε τοῦ πράξαντος αἰσχύνην.

それでは、文書に従って身を売った者が過去にいたと主張することが、どこから力を持ち慣例となったのかをお話ししましょう。市民の一人が(名前は言いません、反感を買うことを避けるためです)、私が先ほど皆さんに詳しく述べたようなことを何一つ予見せず、アンティクレスのもとに保管された契約に基づいて男娼となったと言われています。そして彼は私人にとどまらず公事に進み出て嘲罵に遭ったため、この議論をポリスの慣習として定着させてしまい、このために一部の人々が、行為が文書に従ってなされたのかどうかを尋ねるようになったのです。しかし立法者は、事柄がいかになされたかには配慮せず、いかなる形であれ雇い売りが行われたならば、それをなした者に恥辱の罪を宣告しているのです。

§166

ἀλλʼ ὅμως οὕτω σαφῶς τούτων διωρισμένων, πολλαὶ παρεμβολαὶ λόγων ὑπὸ Δημοσθένους εὑρεθήσονται. καὶ ταῖς μὲν ὑπὲρ τοῦ πράγματος κακοηθείαις λεγομέναις ἧττον ἄν τις ἀγανακτήσειεν· ἃ δὲ ἔξωθεν ἐπεισάξεται λυμαινόμενος τὰ τῆς πόλεως δίκαια, ἐπὶ τούτοις ἄξιόν ἐστιν ὀργισθῆναι. πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται,4 ἀναμειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς ἄμουσός τις οὗτος καὶ ἀπαίδευτος ἄνθρωπός ἐστι.

しかしながら、これらのことがこれほど明白に規定されているにもかかわらず、デモステネスによって多くの話題の脱線が案出されるでしょう。そして本件に関して語られる悪意に満ちた言動にはそれほど憤慨しなくてもよいかもしれませんが、彼がポリスの正義を損ないつつ外部から持ち込んでくる事柄に対しては、怒りを抱いて当然です。なぜなら、ピリッポスの話が長々と語られ、その子アレクサンドロスの名も混ぜ合わされるでしょうから。実のところ、この男は他の悪弊に加えて無教養で育ちの悪い人間なのです。

構文注4 件
  1. 160ὅστις μὴ κατὰ συγγραφὰς ἐμισθώθη

    関係代名詞 ὅστις に導かれる関係節内で否定辞 μή が用いられているのは、特定の人物ではなく「契約書によらずに雇われた者ならば誰でも」という一般化・条件的なニュアンス(条件関係節)を持つためである。

  2. 162ἐψεύσθω

    動詞 ψεύδω の完了受動(中動)命令法・3人称単数形。譲歩的・仮定的な命令法として機能しており、「(相手側が)約束を違えたとせよ/契約違反を犯したと仮定せよ」という思考実験の前提を提示している。

  3. 163προσοφλὼν ἄπεισιν ἐκ τοῦ δικαστηρίου οὐ τὴν ἐπωβελίαν μόνον, ἀλλὰ καὶ πολλὴν ὕβριν

    προσοφλών は προσοφλισκάνω(追加で科される・負わされる)の第2アオリスト分詞能動相。主動詞 ἄπεισιν(立ち去るだろう)に伴い、原告が敗訴した際に科される法定の訴訟費用・過料(ἐπωβελία)に加え、社会的な「多大な侮辱」をも背負って退廷することになるという二重の目的語(結合的表現)を導いている。

  4. 166πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται

    形容詞 πολύς が述語位置に置かれ、人物の主語(ὁ Φίλιππος)を取る慣用構文。「ピリッポスについて長々と・大々的に語られることになる」という意味を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:160-166