- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg001.humanitext-grc2:1-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アイスキネスはこれまで個人的な訴訟を避けてきた自身がティマルコスを告発するに至った経緯を説明し、民主政を保全する法の重要性を説いた上で、古代の立法者たちが定めた道徳的法規範の順序に沿って告発の議論を進める方針を予告する。
οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας,1 ἀλλʼ ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων παρεσχηκώς, ὁρῶν δὲ τήν τε πόλιν μεγάλα βλαπτομένην ὑπὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος παρὰ τοὺς νόμους, καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος (ὃν δὲ τρόπον, προϊόντος ἐπιδείξω τοῦ λόγου), ἕν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις καὶ ὑμῖν καὶ ἐμαυτῷ· εἰδὼς δʼ αὐτὸν ἔνοχον ὄντα οἷς ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τοῦ γραμματέως, ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν ταυτηνί. καὶ ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι.
アテナイの市民の皆さん、私はこれまで市民の誰一人に対しても、公訴を起こしたことも、会計監査で苦しめたこともなく、むしろ私自身としてはそうしたことのそれぞれに対して節度を保ってきたつもりですが、こちらのティマルコスが法に反して民会で演説し、国に多大な損害を与えているのを目にし、また私自身も個人的に根拠なき訴えを受けており(そのやり方については、話が進むにつれてお示しします)、国全体と法、そして皆さん自身と私自身を救うために立ち上がらないのは、最も恥ずべきことの一つであると考えました。そして、書記が先ほど朗読するのをお聞きになった事柄に彼が抵触していることを知り、彼に対してこの審査請求を申し立てたのです。そしてアテナイの市民の皆さん、公的な法廷闘争において語られ慣れている言説は、どうやら偽りではないようです。というのは、私的な敵対関係こそが、公の事柄の実に多くを正すものだからです。
τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανήσεται οὔθʼ ἡ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθʼ οἱ νόμοι οὔθʼ ὑμεῖς οὔτʼ ἐγώ, ἀλλʼ αὐτὸς οὗτος ἑαυτῷ. οἱ μὲν γὰρ νόμοι προεῖπον αὐτῷ αἰσχρῶς βεβιωκότι μὴ δημηγορεῖν, ἐπίταγμα, ὥς γε δὴ ἐγὼ κρίνω, οὐ χαλεπὸν ἐπιτάξαντες, ἀλλὰ καὶ πάνυ ῥᾴδιον· ἐμὲ δʼ ἐξῆν αὐτῷ, εἰ ἐσωφρόνει, μὴ συκοφαντεῖν. περὶ μὲν οὖν τούτων μετρίως ἐλπίζω μοι προειρῆσθαι.
したがって、この裁判全体について、ティマルコスにとって原因であるのは国でも法でも皆さんでも私でもなく、この男自身が自分自身にとっての原因であることが明らかになるでしょう。法は恥ずべき生き方をしてきた彼に対して民会で演説することを禁じましたが、これは私が判断するに、厳しい命令ではなく、むしろ極めて容易な命令を下したのです。他方、彼にとっても、もし思慮を弁えていたならば、私を根拠なく訴えないでおくことは可能でした。これらのことについては、私から適度に前置きが述べられたものと期待します。
οὐκ ἀγνοῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μέλλω ἐν πρώτοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες·2 ἀλλά μοι δοκεῖ καιρὸς εἶναι καὶ ἐμὲ νῦν πρὸς ὑμᾶς τῷ αὐτῷ λόγῳ χρήσασθαι. ὁμολογοῦνται γὰρ τρεῖς εἶναι πολιτεῖαι παρὰ πᾶσιν ἀνθρώποις, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημοκρατία· διοικοῦνται δʼ αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι τοῖς τρόποις τῶν ἐφεστηκότων, αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι τοῖς νόμοις τοῖς κειμένοις.
アテナイの市民の皆さん、私がまず語ろうとしている事柄を、皆さんがすでに以前他の人々からも聞いたことがあると明らかになるであろうことは、私も承知しています。しかし、今私自身も皆さんに対して同じ議論を用いる好機であると思われます。というのも、すべての人間において三つの政体、すなわち僭主政と寡頭政と民主政が存在することは認められているからです。そして僭主政と寡頭政は支配者の気性によって治められますが、民主政の都市は制定された法律によって治められます。
εὖ δʼ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὰ μὲν τῶν δημοκρατουμένων σώματα καὶ τὴν πολιτείαν οἱ νόμοι σῴζουσι, τὰ δὲ τῶν τυράννων καὶ ὀλιγαρχικῶν ἀπιστία καὶ ἡ μετὰ τῶν ὅπλων φρουρά. φυλακτέον δὴ τοῖς μὲν ὀλιγαρχικοῖς καὶ τοῖς τὴν ἄνισον πολιτείαν πολιτευομένοις τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας καταλύοντας,3 ὑμῖν δὲ τοῖς τὴν ἴσην καὶ ἔννομον πολιτείαν ἔχουσι τοὺς παρὰ τοὺς νόμους ἢ λέγοντας ἢ βεβιωκότας· ἐντεῦθεν γὰρ ἰσχύσετε, ὅταν εὐνομῆσθε καὶ μὴ καταλύησθε ὑπὸ τῶν παρανομούντων.
アテナイの市民の皆さん、よく知っておいてください、民主政下の市民の身命と政体は法が守り、僭主や寡頭支配者の身は不信と武力による警護が守るのです。それゆえ、寡頭政の支配者や不平等な政体を治める者たちは、腕力の法によって政体を覆す者たちを警戒しなければならず、平等で法治の政体を保持する皆さんは、法に反して演説するか、法に反する生き方をした者たちを警戒しなければなりません。というのも、皆さんが法に従って治まり、違法な者たちによって倒されないときにこそ、皆さんは力を得るからです。
προσήκειν δὲ ἔγωγε νομίζω, ὅταν μὲν νομοθετῶμεν, τοῦθʼ ἡμᾶς σκοπεῖν, ὅπως καλῶς ἔχοντας καὶ συμφέροντας νόμους τῇ πολιτείᾳ θησόμεθα, ἐπειδὰν δὲ νομοθετήσωμεν, τοῖς νόμοις τοῖς κειμένοις πείθεσθαι, τοὺς δὲ μὴ πειθομένους κολάζειν, εἰ δεῖ τὰ τῆς πόλεως καλῶς ἔχειν. σκέψασθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσην πρόνοιαν περὶ σωφροσύνης ἐποιήσατο ὁ Σόλων ἐκεῖνος, ὁ παλαιὸς νομοθέτης, καὶ ὁ Δράκων καὶ οἱ κατὰ τοὺς χρόνους ἐκείνους νομοθέται.
私としては、法律を制定する際には、いかにして国制にとって優良で有益な法律を制定するかを考慮し、法律を制定した後は、制定された法律に従い、国が平穏無事であるべきなら、従わない者を処罰することが相応しいと考えます。 考えてもみてください、アテナイの市民の皆さん、あの昔の立法者ソロンやドラコン、そして当時の立法者たちが、いかに節度について深い配慮を巡らせたかを。
πρῶτον μὲν γὰρ περὶ τῆς σωφροσύνης τῶν παίδων τῶν ἡμετέρων ἐνομοθέτησαν, καὶ διαρρήδην ἀπέδειξαν, ἃ χρὴ τὸν παῖδα τὸν ἐλεύθερον ἐπιτηδεύειν, καὶ ὡς δεῖ αὐτὸν τραφῆναι, ἔπειτα δεύτερον περὶ τῶν μειρακίων, τρίτον δʼ ἐφεξῆς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων. καὶ τούτους τοὺς νόμους ἀναγράψαντες ὑμῖν παρακατέθεντο, καὶ ὑμᾶς αὐτῶν ἐπέστησαν φύλακας.
彼らは第一に私たちの少年たちの節度について法を定め、自由民の少年が何を習い行うべきか、どのように育てられるべきかを明確に指示し、第二に青年の時期について、第三に引き続いて他の年代について、一般市民だけでなく弁論家についても定めました。そしてこれらの法律を書き記して皆さんに委ね、皆さんをその番人として据えたのです。
βούλομαι δὴ καὶ ἐγὼ νυνὶ πρὸς ὑμᾶς τὸν αὐτὸν τρόπον χρήσασθαι τῷ λόγῳ ὅνπερ τοῖς νόμοις ὁ νομοθέτης. πρῶτον μὲν γὰρ διέξειμι πρὸς ὑμᾶς τοὺς νόμους οἳ κεῖνται περὶ τῆς εὐκοσμίας τῶν παίδων τῶν ὑμετέρων, ἔπειτα δεύτερον τοὺς περὶ τῶν μειρακίων, τρίτον δʼ ἐφεξῆς τοὺς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων· οὕτω γὰρ ἄν μοι μάλιστα ὑπολαμβάνω τοὺς λόγους εὐμαθεῖς γενέσθαι.4 ἅμα δὲ καὶ βούλομαι, ὦ ἄνδρες Ἀθηναῖοι, διεξελθεῖν πρῶτον πρὸς ὑμᾶς, ὡς ἔχουσιν οἱ νόμοι οἱ τῆς πόλεως, πάλιν δὲ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου· εὑρήσετε γὰρ αὐτὸν ἐναντίως ἅπασι τοῖς νόμοις βεβιωκότα.
そこで私もまた今、立法者が法において用いたのと同じ方法を、皆さんへの弁論において用いたいと思います。というのも、私はまず、皆さんの少年たちの品行方正に関して制定されている法律を説明し、次に第二として青年のための法律を、第三として引き続いて他の年代、一般市民だけでなく弁論家のための法律を説明するからです。そうしてこそ、私の議論が最も理解しやすくなると考えるからです。また同時に、アテナイの市民の皆さん、まずはこの国の法律がどのようになっているかを皆さんに説明し、その後に今度はティマルコスの素行と対比して審査したいと考えます。彼がすべての法に反して生きてきたことを、皆さんは知ることになるでしょうから。
- 1οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας
文頭の否定対格句 οὐδένα πώποτε τῶν πολιτῶν は後続の分詞 γραψάμενος および λυπήσας の直接目的語であり、極端な先置(離隔構文)によって弁論冒頭で演説者のこれまでの無訴訟・穏健な姿勢を強調している。主文の動詞は次節の ἡγησάμην であり、文構造としては複数の分詞節(παρεσχηκώς, ὁρῶν, συκοφαντούμενος)を経て主節 ἕν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι に着地する。
- 4ἃ μέλλω ἐν πρώτοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες
関係節 ἃ μέλλω ἐν πρώτοις λέγειν は、従属節 ὅτι φανεῖσθε ... ἀκηκοότες の動詞 ἀκηκοότες(ἀκούω は事柄の対格を取る)の目的語となる先取り(prolepsis)的構文である。通常の語順であれば οὐκ ἀγνοῶ ὅτι φανεῖσθε ἀκηκοότες ἃ μέλλω λέγειν となるところ、前置きの主題を前置して際立たせている。
- 5φυλακτέον δὴ τοῖς μὲν ὀλιγαρχικοῖς καὶ τοῖς τὴν ἄνισον πολιτείαν πολιτευομένοις τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας καταλύοντας
動形容詞 φυλακτέον は中性単数の非人称構文を形成し、行為者(意味上の主語)を与格(τοῖς μὲν ὀλιγαρχικοῖς... / ὑμῖν δὲ...)で示し、警戒の対象を直接目的語(対格 τοὺς ... καταλύοντας / τοὺς ... λέγοντας ἢ βεβιωκότας)に取る。前置詞句 ἐν χειρῶν νόμῳ は「手の法において」、すなわち「暴力・腕力・武力によって」を意味する成句的表現。
- 8οὕτω γὰρ ἄν μοι μάλιστα ὑπολαμβάνω τοὺς λόγους εὐμαθεῖς γενέσθαι
小辞 ἄν は位置としては主動詞 ὑπολαμβάνω の直前にあるが、統語上は不定詞 γενέσθαι に係る(潜在的帰結:οὕτω γὰρ ἂν ... γένοιντο の間接話法)。思考や判断を表す動詞の前に ἄν が前置される語順は古典期散文において頻繁に見られる現象である。
