← キリキアのオッピアノス

漁業詩

§5.383-5.458

海亀の捕獲と神聖なイルカの知性

網にかかったアザラシや海亀の習性と容易な捕獲法が述べられた後、人間と同等の知性を持つため捕殺が禁忌とされるイルカが紹介され、エウボイアでの協同漁や人間との親愛の逸話が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
383

οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη

たとえ網がいくら数多くあろうともこれを押しとどめることはできず、

δίκτυα,1 ῥηϊδίως δὲ βίῃ τʼ ὀνύχων θʼ ὑπʼ ἀκωκαῖς

獣はその力と爪の鋭い先によって網をたやすく引き裂いて飛び出し、

385

ῥήξει τʼ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ

閉じ込められていた魚たちには救いとなる一方で、

εἰλομένοις, μέγα δʼ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.

釣り人たちの心には大いなる痛手となるからである。

ἀλλʼ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι

しかし、もし大地の間近で出し抜けにこれを捕らえるならば、

δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες

そのときは三叉の銛や頑強な棍棒や逞しい槍で頭上から突進して打ち据え、

390

ἐς κροτάφους πέφνουσιν·2 ἐπεὶ φώκῃσιν ὄλεθρος

こめかみを狙って仕留める。

ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.

アザラシにとっては頭部を傷つけられることが最も速やかな死をもたらすからである。

ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι

さらにまた、海亀もしばしば出くわしては漁を損ない、

θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.

男たちに害をなす。

τάων δʼ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων

しかし亀を捕らえる労苦は、

395

ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι·

勇敢で恐れを知らぬ心を持つ男にとってはすべての獲物の中で最も容易である。

εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισινὕπτιον ἀνστρέψειεν ἐπʼ ὄστρακον, οὐκέτι κείνη

なぜなら、波間に潜り込んだ者がゴツゴツした亀を甲羅の上へと仰向けにひっくり返しさえすれば、

πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·

もはやその亀はいくらもがいて望もうとも死を免れることができないからである。

ὕψι δʼ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα

海を慕いながら、亀は足をばたつかせて浅く浮かび上がり、

400

ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δʼ ἔχει ἀγρευτῆρας.

漁師たちには笑いがこぼれる。

τὴν δʼ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,

彼らはその亀をあるときは鉄の打撃で打ち、

ἄλλοτε δʼ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.

またあるときは縄の結び目で縛り上げて引き立てる。

ὡς δʼ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτονἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δʼ ἐπὶ νῶτα

あたかも幼い子供が無邪気な心で山野を巡るゴツゴツした陸亀を捕らえてひっくり返し、

405

κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,

亀が甲羅を下にして横たわり、縮れた足と曲がった膝を震わせ、

ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ

苦しみながらしきりに足をばたつかせて地面に降り立とうと切望し、

πυκνὸν ἐπασπαίρουσα, γέλως δʼ ἔχει ὅς κεν ἴδηται,3

それを見る者に笑いが湧き起こるのと同様に、

ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ

その同族たる海の怪獣も、

ἐμφέρεται λωβητὸν ὑπʼ ἀνδράσιν ἰχθυβόλοισι.

魚を捕る男たちによって仰向けに塩水の上を流され、嘲弄されるのである。

410

πολλάκι δʼ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων

またしばしば海亀は陸へと這い上がり、

ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα

太陽の光線によって甲羅の鱗をあぶられ、乾ききった肢体を海へと運ぶが、

ἐς πόντον φορέει, τὴν δʼ οὐκέτι καὶ μεμαυῖανκῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει

もはやいくら望もうとも黒い波はこれを受け入れず、

ὕψι μάλʼ ἱεμένην νεάτης ἁλός· οἱ δʼ ἐσιδόντες

深みを目指して切望する亀を波は水面に浮かべたまま揺り動かす。それを見た漁師たちは、

415

ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.

容易に、かつ喜んでこれを仕留める。

δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι

これに対して、イルカの捕獲は忌むべきものであり、

κεῖνος ἔτʼ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν

自ら進んでイルカに破滅を企てる者は、

εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,

もはや神々に愛される供儀の捧げ主として近づくことも、祭壇に清らかに触れることもできず、

ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.4

同じ屋根の下に住む者たちをも穢すことになる。

420

ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι

なぜなら神々は、海の導き手たちの不吉な死を、

δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·

人間たちの殺害と同じように憎悪されるからである。

ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι

轟く波の主ゼウスに仕えるこの獣たちは、

Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης

人間と同じ心を持ち、それゆえ同族への親愛の情を抱き、

κέχρηνται, μέγα δʼ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.

互いに深く結びついている。

425

ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην

かつて親切なイルカたちが、

ἄγρην εὐθήρητον ἐπʼ ἰχθύσιν ὡπλίσσαντο

エーゲの波間に浮かぶエウボイア島において、

νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·

男たちのためにいかに獲物を容易に仕留められる狩りを整えたことか。

εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν

夕暮れの漁の労苦に漁師たちが励み、

ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,

青銅の炉の素早い輝きを放って魚たちに火の威嚇をもたらすとき、

430

ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δʼ ἐφέπονται

イルカたちもこれに続き、

δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.

共同の狩り手として魚たちの滅びを急がせる。

ἔνθʼ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται

そのとき魚たちはおののいて引き返して逃げようとするが、

ἰχθύες, οἱ δʼ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ

外側から一斉に突進するイルカたちが彼らを脅かし、

δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν

深みへと逃れようとする魚たちを、

435

τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,

しきりに跳ね上がりながら、

πυκνὸν ἐπιθρώσκοντες, ἅτʼ ἀνδράσι θηρητῆρσι

猟犬が狩人たちのために入れ替わり立ち替わりの吠え声で獣を追い立てるかのように、

θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.

敵なる陸地の方へと追い込んで向きを変えさせる。

τοὺς δʼ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες

そして陸地の近くで狼狽する魚たちを、

ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.

漁師たちは先端の鋭い三叉の銛でたやすく突く。

440

τοῖσι δʼ ἄφυκτα κέλευθα, διορχεῦνται δʼ ἐνὶ πόντῳ,

火と王者たるイルカたちとに追われる魚たちには逃げ道がなく、

καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.

海の中で踊るように散乱する。

ἀλλʼ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,

しかし首尾よく獲物を仕留める仕事が終わると、

δὴ τότʼ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες

イルカたちはすぐ近くまで近づいて、

μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·

心を一つにした報酬として獲物の分け前を要求する。

445

οἱ δʼ οὐκ ἠνήναντο, πόρον δʼ εὐαγρέα μοῖραν

漁師たちも拒むことなく、

ἀσπασίως· ἤν γάρ τις ὑπερφιάλως ἀλίτηται,

豊かな獲物の中から快く分け前を与える。もし誰かが傲慢にも罪を犯すならば、

οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπʼ ἄγρην.

イルカたちはもはや二度と漁の助け手とはならないからである。

καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ

また、レスボスの歌人の古くから語り継がれる話を誰もが耳にしたことがあろう。

ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ

彼がいかにイルカの背に乗り、

450

κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων

恐れることなく歌いながら黒い波を渡り、

Ταιναρίῃ τʼ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.

海賊たちの死の手を逃れてラコーニアのタイナロンの岬へと辿り着いたかを。

καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,

また誰もが、

τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα

かつて羊飼いであったリビュアの少年にイルカが激しい恋心を抱いたという物語を聞き知っているであろう。

455

δελφίς, σὺν δʼ ἤθυρε παρʼ ᾐόσι, καὶ κελαδεινῇ

イルカは渚の傍らで少年とともに戯れ、

τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς

響き渡る笛の音に喜び、群れそのものに混じり合おうと、

μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τʼ ἀφικέσθαι.

海を離れて森にまで行こうと望んだのである。

ἀλλʼ οὐδʼ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται

しかし少年への恋をも、ことごとく忘れ去ったわけではなく……

構文注4 件
  1. 5.383οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη δίκτυα

    οὐκ ἂν ἐρητύσειε は潜在の希求法で、直前の箇所の末尾にある対格句 φώκην μεμαυῖαν(荒れ狂うアザラシ)を目的語とする。主語は非人称的・不特定の「誰も」を取るか、あるいは譲歩節(καὶ εἰ μάλα πολλὰ παρείη δίκτυα「たとえ非常に多くの網があろうとも」)に含まれる中性複数名詞 δίκτυα を意味上の主語(「網が押しとどめることはない」)として先取り的に受けていると解釈できる。いずれにしても「たとえ網がいくらあろうとも抑えられない」という同一の事態を表す。

  2. 5.387ἀλλʼ ἤν μιν καθέλωσιν... ἔνθα δὲ καὶ τριόδοντι... πέφνουσιν

    条件節(ἀλλʼ ἤν μιν καθέλωσιν...「しかしもし彼らが捕らえたならば」)に続く帰結節冒頭の ἔνθα δὲ に用いられた δὲ は帰結節の δὲ(apodotic δὲ)で、叙事詩において従属節の後の主節の開始を強調する慣用的用法である。

  3. 5.407γέλως δʼ ἔχει ὅς κεν ἴδηται

    関係詞節 ὅς κεν ἴδηται(κεν+接続法「見る者は誰でも」)が、主動詞 ἔχει(捕らえる、生じさせる)の目的格的対象となる人物(あるいは主語)を代名詞の先行詞なしに直接含んでいる。字義通りには「見る者は誰であれ[その者を]笑いが捕らえる」という圧縮された構文。

  4. 5.416δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος... ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον

    文末に置かれた関係詞節 ὅς κεν... ἐπιφράσσηται(「自ら進んでイルカに破滅を企てる者は」)が、先行する文全体の主語(κεῖνος... θυτὴρ「その者は供儀者として…」、ὁμωροφίους δὲ μιαίνει「同じ屋根の下の者を穢す」)を規定する統語的後置構造(倒置・統語的離隔)をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.383-5.458