← キリキアのオッピアノス

漁業詩

§4.617-4.693

スキアイナの習性と夜間の銛漁や毒漁

頭だけを隠して安心するスキアイナの愚行と捕獲が語られ、松明を用いる夜間の銛突き漁、および仙客来(キクラメン)の毒を用いて洞窟内の魚群を一網打尽にする毒流し漁の様子が描写される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
617

ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην

岩礁へと激しく突進し、

χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς

入り組んだ窪んだ巣穴や岩の裂け目へと潜り込むか、

620

φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν

あるいは海草の下や湿った藻の中へと駆け込む。というのも、体全体を受け入れて護ってくれるような隠れ家など気にも留めず、

δεξάμενον ῥύσαιτο,1 κάρη δʼ ἄρα δίζεται οἶον

ただ頭だけを覆い隠そうとし、

φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε

頭と目を隠してしまえば、

ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.

自分が見ていないのだから見ている者の襲撃からも逃れられると思い込むからである。

ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος

それはあたかも、獰猛なライオンが襲いかかってきた時、

625

βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον

草むらの中のハーテビーストが頭を下に向けて空しい身の守りとし、

μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθʼ ὁράασθαιἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ

破滅をもたらす野獣が飛びかかって貪り食うまで、

δαρδάψῃ· τῆς δʼ ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον

自分が見られないでいると思い込むかのようである。その心も同じであり、頭を上げようともせず、

ἀγκλινει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.

滅び行く身でありながら逃げ果せたと信じ込んでいる。

630

τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον2

またリビアの曲がった首を持つ翼ある獣も、同様に愚かな企みをするが、

νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·ὣς ἀταλὴ μελέῃσιν ὑπʼ ἐλπωρῇσι σκίαινα

その知恵は無益なものとなる。

κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν

そのように世間知らずのスキアイナも空しい期待を抱いて隠れているのだ。なぜなら漁師はすぐに手でそれを引っ張り出して浮上し、

ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.

その愚かさを露わにするからである。

635

τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης

これほど多くの、漁労に携わる者たちの海の業の計略と、

δήνεα, καὶ τόσσοισιν ἐπʼ ἰχθύσι πικρὸν ὄλεθρον·

これほど多くの魚たちに臨む辛酸な破滅を私は学んだ。

τοὺς δʼ ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει

残るすべての魚たちにも、簗や釣針、

κύρτων τʼ ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο

深く編まれた網、そして三叉銛の投擲という、

ῥιπῆς τε τριόδοντος, ὅσʼ ἀνδράσιν ἔντεα τέχνης.

人々の技術の武具による同じ運命が訪れる。

640

τοὺς μὲν ὑπηματίους, τοὺς δʼ ἕσπερος εἷλε δαμέντας,

あるものは昼の光の下で倒され、あるものは夕刻に討ち取られる。

εὖτʼ ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες

それは夜の初めの闇に乗じて漁師たちが松明を灯し、

πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,

刳り抜いた船を操りながら、

ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.

じっとしている魚たちに目に見えぬ破滅をもたらす時である。

ἔνθʼ οἱ μέν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες

そこで魚たちは松材の輝く炎を喜んで船の周囲を跳ね回るが、

645

ἀμφʼ ἀκάτῳ θύνουσι, κακὸν δʼ ἴδον ἑσπέριον πῦρ,

災厄たる夕べの火を見ることになり、

ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.

容赦ない三叉の切っ先の一撃を受けるのである。

ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι

また毒を用いる漁師たちには、別の狩りの掟がある。

φαρμάκταις, οἳ λυγρὸν ἐπʼ ἰχθύσι μητίσαντο

彼らは魚たちに対して残酷な毒薬を工夫し、

φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.

水棲の群れに速やかな死の最後をもたらす。

650

οἱ δʼ ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι

彼らはまず、次々と放つ投擲物、

κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν

竿の突きや櫂の激しい打ち叩きによって、

εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον

深く入り組んだ無数の隠れ場を持つ窪んだ一角へと、

κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·

臆病な魚の列を追い立てる。

ἔνθʼ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ

そこで魚たちは窪んだ岩礁の下へと潜り込むが、

δίκτυα κυκλώσαντες, ἅτʼ ἀνδράσι δυσμενέεσσι

漁師たちはあたかも敵兵に対して岩の険しい二重の防壁を巡らすかのように、

διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.

周囲に隙間のない網を張り巡らせる。

καὶ τότʼ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας

そして一人の男が肥沃な白土と、

ῥίζαν θʼ, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,

医者たちがキクラメノンと呼ぶ根を手に取り、

660

μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·

両手で混ぜ合わせて二つの練り粉をこねる。

πόντῳ δʼ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δʼ ἄρʼ αὐταῖς

そして網を越えて海へと飛び込み、

κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακʼ ἄλειψε

窪みや棲み処の周囲に忌まわしい塗り薬の悪臭を放つ毒を塗りつけ、

χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.

海を汚すのである。

καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξανταδέξατο ναῦς· τοὺς δʼ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ

破滅の毒を施した男を船が再び迎え入れると、

πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δʼ ὄσσε

忽ち悪しき不快な臭いがまず棲み処の魚たちを襲う。

καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται

すると目と頭と四肢が暗闇に重くなり、

μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται

もはや隠れ場に留まることもできず、

ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα

恐れ惑って岩礁の外へと溢れ出る。

670

πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.

だが彼らにとって海はさらに苦汁に満ちている。そのような災いが波の間に溶け込んでいるからである。

οἱ δʼ ὥστʼ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,

彼らは酒に酔い潰れた者のように、

πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι

破滅の呼気に酩酊して四方へと渦を巻き、

λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι

災難から免れた場所はどこにもなく、

σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·

通り抜けようと逸りながら、一気に急いで網へと飛び込む。

675

ἀλλʼ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδʼ ἀλεωρή·πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται

しかし過酷な破滅からの脱出も逃れ場もない。

τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃὀλλυμένων φύσημα, τό τʼ ἰχθύσιν ἔπλετο δειλοῖς

彼らは激しいもがきと跳躍によって苦しみながら波打つ。そして滅び行く者たちの夥しい息が海面に広がり、

οἰμωγή· τοὶ δʼ ἐκτὸς ἐπʼ ἄλγεσιν ἀσπαλιῆεςτερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ

それは臆病な魚たちの悲痛な叫びとなる。外にいる漁師たちはその苦しみを快く眺めながら平然と待ち、

πόντον ἕλῃ, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦ

やがて静寂が海を支配し、

παύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν.

魚たちが呻きの息を吐き尽くして騒擾と痛ましい混乱が静まるのを待つ。

καὶ τότʼ ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλον

そしてその時、共通の破滅の運命によって共に死に絶えた、

ξυνῷ τεθνηῶτας ὁμοῦ λωβήτορι πότμῳ.

無数の死骸の群れを引き上げるのである。

685

ὡς δʼ ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα,

それはあたかも、敵に対して軍神アレースを差し向け、

φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδʼ ἀνιεῖσι

完全に都市を破壊することを望み、

πήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρ

危害を企てる手を緩めることなく、

κρηνάων φάρμαξαν ὀλέθριον· οἱ δʼ ἐπὶ πύργοις

泉の水にまで破滅の毒を盛る時のようである。

λιμῷ τʼ ἀργαλέῳ καὶ ὀϊζύϊ μοχθίζοντες

城壁の上の人々は過酷な飢えと惨苦に苦しみ、

690

ὕδατί τʼ ἐχθοδοπῷ στυγερὸν καὶ ἀεικέα πότμον

憎むべき水によって無残にも無様で忌まわしい運命に倒れ、

ὄλλυνται,3 νεκύων δὲ πόλις πέπληθεν ἅπασα·

都市全体が死者で満ち溢れる。

ὣς οἱ λευγαλέῳ τε μόρῳ καὶ ἀδευκέϊ πότμῳ

そのように彼らもまた、悲惨な死と辛酸な運命のもと、

ἀνδράσι φαρμάκτῃσιν ὑποδμηθέντες ὄλοντο.

毒を撒く男たちに屈して滅び去ったのである。

構文注3 件
  1. 4.620οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν δεξάμενον ῥύσαιτο

    非人称動詞 μέλει に与格の代名詞 οἵ(=αὐτῇ)と主語的名詞 σκέπας が結びつき、「〜には隠れ家など意に介されない」を表す。続く関係節 οἷον... ῥύσαιτο は ἄν を伴わない希求法で、先行詞 σκέπας の性質・目的(「全身を受け入れて護ってくれるような」)を示す特性関係節である。

  2. 4.630Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον

    ダチョウを指す迂言的表現。直前の βουβαλίς(ハーテビースト)の例えと並置され、頭を隠して身が隠れたと思い込む習性を共有するアフリカの鳥獣として言及されている。

  3. 4.690στυγερὸν καὶ ἀεικέα πότμον ὄλλυνται

    自動詞・中受動相の ὄλλυνται に対して、名詞句 στυγερὸν καὶ ἀεικέα πότμον が同族対格(内的な対象を表す対格)として機能している。「忌まわしく無様な運命をもって滅びる」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:4.617-4.693