← キリキアのオッピアノス

漁業詩

§4.159-4.234

交尾中のコウイカ漁と嫉妬深いクックーベラ漁

交尾中に絡み合って捕らえられるコウイカの漁法と、多くの妻を守る激しい嫉妬心を利用して生きたエビの餌でクックーベラを釣り上げる漁法が詳述される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
159

ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα·1

白い腕で左右から巡らせて。

160

ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονται

そのように、

ἀλλήλαις· οὐδέ σφι μεθίεται ἔργον ἔρωτος,

そのとき狡猾なコウイカたちも互いの周りに絡み合う。そして漁師たちが舟へと引き上げるまで、

εἰσόκεν ἐξερύσωσιν ἐπὶ σκάφος ἀσπαλιῆες·

彼らは愛の営みをやめず、

αἱ δʼ ἔτι συμπεφύασι, πόθῳ δʼ ἅμα πότμον ἕλοντο.

なおも固く結びついたまま、欲望とともに命運を尽かすのだ。

τὰς μὲν καὶ κύρτοισι παρήπαφον εἴαρος ὥρῃ·

春の季節には、人々はまた筌を用いて彼らを欺く。

165

κύρτους γάρ σκιάσαντες ὑπὸ πτόρθοισι μυρίκης

ギョリュウの小枝や、咲き誇るイチゴノキの葉、

ἢ κομάρου πετάλοισι τεθηλόσιν ἠὲ καὶ ἄλλῃ

あるいはその他の葉陰で筌を覆い隠し、

λάχνῃ, ἐπʼ ἠϊόνεσσι πολυψαμάθοισιν ἔθηκαν·

砂の多い浜辺に沈めておくのである。

αἱ δʼ ἅμα μὲν γενεῆς κεχρημέναι ἠδὲ καὶ εὐνῆς

すると彼らは繁殖と交接をともに欲して筌の中へと急ぎ、

κύρτον ἔσω σπεύδουσι καὶ ἥμεναι ἐν πετάλοισιν

葉の中に身を潜めるが、

170

αὐτοῦ μέν παύσαντο πόθου, παύσαντο δὲ δειλῆς

まさにその場で欲望を断たれ、惨めな命をも断たれ、

ζωῆς, ἀγρευτῆρσιν ἀνελκόμεναι πινυτοῖσιν.

思慮深い狩人たちによって引き上げられる。

ἔξοχα δʼ ἐκ πάντων νεπόδων ἀλγεινὸν ἔρωτα

だが、あらゆる魚たちの中で際立って苦痛に満ちた愛を闘い抜くのはクックーベラであり、

κόσσυφος ἀθλεύει, κίχλῃς δʼ ἐπιδαίεται ἦτορ,

雌のベラたちに対してその心魂を燃え立たせ、

οἴστρῳ τε ζήλῳ τε, βαρύφρονι δαίμονι, θύων.

狂おしい情熱と嫉妬という重苦しい神に身を任せて荒れ狂う。

175

κοσσύφῳ οὔτʼ εὐνὴ μία σύννομος, οὐ δάμαρ οἴη,

クックーベラには、ただ一つの契られた寝床も、ただ一匹の妻も、

οὐ θάλαμος, πολλαὶ δʼ ἄλοχοι, πολλαὶ δὲ χαράδραι

ただ一つの小部屋もなく、多くの妻がおり、

κεκριμέναι κεύθουσιν ἐφέστια λέκτρα γυναικῶν·

幾筋にも分かれた多くの岩の裂け目が女たちの炉辺の寝床を隠している。

τῇσιν ἀεὶ πᾶν ἦμαρ ὑπὸ γλαφυροῖσι μυχοῖσικίχλαι ναιετάουσιν, ἀλίγκιαι ἀρτιγάμοισι

そこでは常に一日中、滑らかな奥処に雌ベラたちが住まい、

180

νύμφαις, ἃς οὐκ ἄν τις ἴδοι θαλάμοιο πάροιθεν

あたかも婚室の前に歩み出るのを誰も目にすることのない新婚の花嫁のようであり、

ἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς·

彼女らの内には婚姻の慎みが燃えている。

ὣς αἵ γʼ ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστη

そのように彼女らは奥深く、

αἰεὶ δηθύνουσιν, ὅπῃ πόσις αὐτὸς ἀνώγει.

夫自身が命じるそれぞれの小部屋の内側に留まり続ける。

κόσσυφος αὖ πέτρῃσι παρήμενος οὔποτε λείπει,

他方、クックーベラは岩辺に寄り添って決して立ち去らず、

185

αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτʼ ἄλλῃ

常に寝床の警護を怠らず、決して他方に目を向けず、

τέτραπται, πᾶν δʼ ἦμαρ ἑλίσσεται, ἄλλοτε δʼ ἄλλους

一日中巡回しては次から次へと別の部屋を見つめ、

παπταίνει θαλάμους καί οἱ νόος οὔτʼ ἐπὶ φορβὴν

その心魂は餌を求めて旅立つこともなく、

στέλλεται οὔτε τινʼ ἄλλον ἔχει πόνον, ἀλλʼ ἐπὶ νύμφαις

他のどんな労苦をも持たず、

μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·

ただ嫉妬深き番人たる絶え間なき労苦をもって花嫁たちのために身を粉にする。

190

νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων

夜になると彼は餌に心を配り、

τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλʼ ὅτε κίχλαι

絶え間なき警護の務めをほんのわずかだけ休める。

ὃν τόκον ὠδίνωσιν, ὃ δʼ ἄσχετα τῆμος ἀΐσσει

だが雌ベラたちがおのが子を産もうと陣痛に苦しむとき、

ἀμφιπεριτρομέων, ἐπὶ δʼ ἔρχεται ἄλλοτε ἄλλην

そのとき彼は激しく震えおののきながら狂おしく駆け巡り、

εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς

次から次へと別の妻のもとへと赴き、

195

ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει

陣痛にひどく怯える者の姿をまざまざと見せる。あたかも母親が、

μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς

初めて産屋に就く末娘の激しい陣痛に身を震わせ、

πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναικῶν·

心魂のうちで苦悩に思い乱れるかのようだ。それこそは女たちにとって最大の恐れであるからだ。

αὐτὴν δʼ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης

その母親自身にもエイレイテュイアの苦痛の波が決して劣らず押し寄せ、

κῦμα πόνων,2 πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται

小部屋を抜け出てあらゆる場所で祈り、

200

εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα,

嘆き、心魂を宙に浮かせたままうろたえ回り、

εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ·

苦痛を解く叫び声が奥から聞こえてくるのを待つ。

ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.

そのように彼も妻たちのために激しく震え、その心魂を焦がす。

τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι

わたしが聞くところでは、

Ἀσσυρίους, οἳ Τίγριν ὑπέρ πόρον ἄστε’ ἔχουσι,

チグリスの渡しの向こうに都を持つアッシリア人や、遠矢を射る民たるバクトリアの住民たちも、

205

Βάκτρων τʼ ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν·

これに似た寝床の掟を定めている。

καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκεςκεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι

彼らにあっても、選ばれた多くの妻たちが婚姻の寝床を整え、

νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ

夜を交代しながら皆が床を共にする。そして彼らの間には苦々しい嫉妬の針が付き従い、

ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δʼ ὀλέκονται,

常に激しい戦いの刃を互いに向け研ぎ澄ましながら、

210

αἰὲν ἐπʼ ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα.

嫉妬のあまり身を滅ぼすのだ。

ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγοςἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν

このように嫉妬ほど人間にとって悪しき苦痛が育まれることはなく、

οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·

数々の嘆きと数々の号哭を生み出す。それは恥を知らぬ狂気の道連れであり、

λύσσῃ δʼ ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν

狂気と進んで交わり、重き破滅へと狂い踊り、

215

ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετʼ ὄλεθρος.

その結末は破滅となるからだ。

ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ

この嫉妬こそが、あの哀れなクックーベラをも破滅に屈服するように誘い込み、

δμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς.

婚姻の過酷な報いを受けさせたのだ。

εὖτε γὰρ ἀθρήσῃ σπιλάδων ἔπι δινεύοντα

というのも、岩礁の上を巡回し、

ἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα,

妻たちのために骨折っている魚を漁師が見つけると、

220

ἀγκίστρῳ κρατερῷ περιβάλλεται ὅττι τάχιστακαρῖδα ζώουσαν, ἐπʼ ἀγκίστροιο δʼ ὕπερθε

直ちに丈夫な釣り針に生きたエビを掛け、

βριθὺς ἀνήρτηται μολίβου κύβος· αὐτὰρ ὁ λάθρῃ

針のすぐ上には重い鉛の角柱を取り付けるからだ。

πρὸς πέτραις ἀφέηκε βαρὺν δόλον, ἐγγύθι δʼ αὐτῶν

そして彼は岩辺に重い罠を密かに沈め、

δινεύει θαλάμων· ὁ δʼ ἐσέδρακεν, αἶψα δʼ ὀρινθεὶςὡρμήθη, καρῖδα δόμων ἔντοσθεν ἱκάνειν

まさにその小部屋の近くで揺り動かす。魚はこれを目にするや、たちまち怒りに駆られて突進し、

ἐλπόμενος λεχέεσσιν ἀνάρσιον ἠδʼ ἀλόχοισιν·3

エビが寝床と妻たちにとって敵意ある侵入者として部屋の内に入り込もうとしていると思い込む。

αἶψα δʼ ἐπιθύσας ὁ μὲν ἔλπεται ἐν γενύεσσιτίνυσθαι καρῖδος ἐπήλυσιν, οὐδʼ ἐνόησεν

そして勢いよく飛びかかり、口の顎でエビの侵略を懲らしめようと期待するが、

ὃν μόρον ἀμφιχανών· ἁλιεὺς δέ μιν αἶψα δοκεύσας

みずから大口を開けて呑み込もうとしている己の死に気づかない。漁師は彼をすかさず見定め、

230

χαλκείαις ξυνέπειρεν ἀνακρούων γενύεσσιν

竿をしゃくって〔釣り針の〕青銅の顎で刺し貫き、

εἴρυσέ τʼ ἀσχαλόωντα καὶ ὕστατον ἀσπαίροντα,

悶え苦しみ最後のあがきを見せる魚を引き上げ、

καί πού μιν τοίοισιν ἐνίπαπε κερτομίοισι·

嘲笑うような言葉で彼をなじるのである。

νῦν δή, νῦν ἀλόχους τε περιφρούρευε φυλάσσων,

「さあ今こそ、哀れな奴よ、見張りながら妻たちを警護するがよい。

ὦ τάλαν, ἐν θαλάμοις τε μένων ἐπιτέρπεο νύμφαις·

部屋の中に留まり、花嫁たちと睦み合うがよい」。

構文注3 件
  1. 4.159ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα

    直前の箇所の末尾にある句 ἐπʼ αὐχένι πάννυχα δεσμὰ を受けて完結させる分詞構文。主語は前節の κούρη であり、γυρώσασα は女性単数主格アオリスト分詞。「両側から(ἑκάτερθε)白い腕をもって(ἀργεννοῖς... βραχίοσι、具格的与格)花婿の首回りに縛めを巡らせて」の意となり、花嫁の抱擁の直喩を完結させている。

  2. 4.198αὐτὴν δʼ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης κῦμα πόνων

    構文の骨格は κῦμα πόνων(主語、中性単数主格)+ ἱκάνεται(述語動詞)+ αὐτήν(対格目的語)。Εἰλειθυίης は κῦμα あるいは πόνων に係る所有/起因の属格。οὔτι χέρειον は内分対格・副詞的対格で「決して劣らず、何ら劣ることなく(同等に)」の度合いを表し、娘のみならず母親自身(αὐτήν)にも産痛の激しい苦痛の波が襲いかかる心理的・共感的情態を描いている。

  3. 4.225καρῖδα δόμων ἔντοσθεν ἱκάνειν ἐλπόμενος λεχέεσσιν ἀνάρσιον ἠδʼ ἀλόχοισιν

    動詞 ἐλπόμενος(分詞、主格男性単数、ここでは「〜と思い込む、予想する」の意)が対格不定詞構文(καρῖδα ἱκάνειν)を支配している。ἀνάρσιον は καρῖδα に対する述語的形容詞(対格女性単数)で、「寝床と妻たちにとって(λεχέεσσιν ἠδʼ ἀλόχοισιν、不利益の与格)敵意ある者として、害をなすものとして」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:4.159-4.234