- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.1-3.82
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
詩人は皇帝とヘルメス神、およびテュポン退治に貢献したパン神に呼びかけた後、漁夫に求められる頑健な肉体と鋭い知性を論じ、季節や風に応じた出航の心得と4種の漁具(針・網等)の分類を説き始める。
νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
さあ、笏持つ主よ、
ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
魚獲りの技の変幻自在の知恵と獲物を捕らえる労苦を思い巡らし、
θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
海の掟に耳を傾け、
ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσαεἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
わが歌を楽しんで下され。実にそなたの笏のもとに海とポセイドンの住処の種族は従い、
ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
すべての人々の営みはそなたのために執り行われ、キリキアの民のもと、
σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
ヘルメスの至聖所の傍らにて、
δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.
神々は私をそなたを慰める讃歌の歌い手として遣わしたのです。
Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
そして我が父祖のヘルメスよ、アイギス持つ者の子らの中で最も勝れ、
Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
不死の神々のうちで最も機知に富む者よ、
φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
自ら姿を現し、導き、始めとなれ、
ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
歌の折り返し点を目指して真っ直ぐに進ませよ。深く思慮する漁人らの知恵を、主よ、
αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
そなた自身が最初に案出し、魚たちに死の定めを織り成しつつ、
παντοίης ἀνέφηνας, ἐπʼ ἰχθύσι κῆρας ὑφαίνων.
あらゆる狩りの成果を顕現されたのです。
Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
深海の技法をそなたの子、コリキオスのパンに委ねられた。
παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,
そのパンこそゼウスの救い手となり、ゼウスには救い手、
Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δʼ ὀλετῆρα.
テュパオンには破滅をもたらす者となったと語り継がれています。
κεῖνος γὰρ δείπνοισιν ἐπʼ ἰχθυβόλοισι δολώσαςσμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
彼こそ魚料理をもって恐るべきテュポンを欺いて誘い出し、
δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·
暗き深淵から抜け出させて波打ち際へと誘い出したのです。
ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
そこへ鋭い閃光と雷霆の烈しき突風が猛火となって襲いかかり、
ζαφλεγέες πρήνιξαν· ὁ δʼ αἰθόμενος πυρὸς ὄμβροιςκρᾶθʼ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
奴を打ち倒しました。彼は火の雨に焼かれながら、
ξαινόμενος· ξανθαὶ δὲ παρʼ ἠϊόνεσσιν ἔτʼ ὄχθαι
百の頭をあちこちの岩に打ちつけられて粉々に引き裂かれました。そして海辺の黄色い岸辺は、
λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.
今なおテュパオンの絶叫の血潮に赤く染まっています。
Ἑρμεία κλυτόβουλε, σὲ δʼ ἔξοχον ἱλάσκονται
名高き知謀のヘルメスよ、
ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας
魚獲る者らはそなたを並外れて崇めます。それゆえ私も野の神々とともにそなたを呼び求め、
δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.
獲物豊かな歌の誉れを求めて進むのです。
πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη1
まず釣り人たる者、その身体と手足は素早く強健であらねばならず、
ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην
過度に肥え太ることも、
πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκηπολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαιἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης
肉落ちして弱り果てることもあってはなりません。というのも、
μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
引き上げられる強い魚たち――母なる塩水の内懐で身を翻し激しく揺れ動く間は途方もない力を持つ魚たち――と度々格闘せねばならないからです。
χρειὼ δʼ ἐκ πέτρης τε θορεῖν πέτρην τʼ ἀνοροῦσαι
また、岩から軽々と飛び降り、
ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος
岩へと飛び上がる力も必要です。さらに深海の労苦が長引く時には、
ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα
速やかに長き水路を漕ぎ抜け、深淵へと潜り、
δῦναι καὶ μίμνοντα μετʼ οἴδμασιν ὡς ἐπὶ γαίηςδηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
波のただ中に留まりながらも地上にいるかのように作業に精を出し、
ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.ψυχὴν δʼ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων
不屈の心を持つ男たちが海で競い合う労苦を耐え忍ぶことが求められます。
εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται
また釣り人の魂は極めて抜け目がなく思慮深くなければなりません。予期せぬ策略に遭遇した魚たちは、
ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.
実に多様で巧妙な策を弄するからです。
τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων
極めて果敢で、恐れを知らず、分別を備え、
εἴη, μηδʼ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι
眠りに飽くことを好まない者でなければなりません。心においても、
ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.
見開かれた目においても、覚醒して鋭く見据えねばなりません。
εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην
ゼウスの冬の嵐も、シリウスの渇きの季節も立派に耐え、労苦を望み、
Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·
海を愛さねばなりません。そのようにしてこそ、
ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.
豊かな獲物を得てヘルメスに愛される者となるのです。
Θήρη δʼ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις
狩りは秋の季節には夕暮れ時、
καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτʼ ἀνατέλλῃ·χείματι δʼ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι
また暁の明星が昇る頃が最も適しています。
στέλλεσθαι·2 πᾶν δʼ ἦμαρ ἐν εἴαρι τηλεθόωντι
冬には日の光が広がるとともに出航すべきです。
ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες
また花咲く春には終日あらゆる漁が成果を上げます。
ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης
この季節にはすべての魚が産卵の苦しみとアフロディテの欲求によって、
ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τʼ Ἀφροδίτης.
岸辺や陸の近くへと引き寄せられるからです。
αἰεὶ δʼ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν
常に風に気を配るべきです。
ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·
穏やかに吹き、晴天をもたらし、柔らかな海を静かに波立たせる風を見守らねばなりません。
λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
魚は荒れ狂う風を恐れ憎み、
ἰχθύες, οὐδʼ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·
海面を回遊することを好まないからです。
εὐκραεῖ δʼ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.
程よく調和した風のときにこそ、狩りは極めて都合よく運ぶのです。
πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι
海の泳ぎ手たちはみな、
πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος
息吹や波立ちに逆らって突き進みます。
ῥηϊτέρη στείχουσιν ἐπʼ ᾐόνας, οὐδʼ ὑπʼ ἀνάγκης
岸辺に向かう彼らにとってはそのほうが進みやすく、
ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.
背後からの風浪の衝撃に追い立てられて苦しむ必要がないからです。
ἀλλʼ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας
ゆえに漁師は帆を張って順風を受けながら出航すべきです。
οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·
湿った南風が吹くときには北へ向かい、
ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·3
北風が吹きすさぶときには南の海へ、
Εὔρου δʼ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·
東風が立つときには西風の通り道へ向かい、
πρὸς δʼ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ
東風へ向けては西風が舟を運ぶようにすべきです。
ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.τέτραχα δʼ εἰναλίης θήρης νόμον ἐφράσσαντο
このようにすれば無数の魚の群れに行き逢い、漁も豊かな収穫となるでしょう。
ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται,
魚獲る者らは海の狩りの方式を四通りに定めました。ある者らは釣り針を喜び、
τῶν δʼ οἱ μὲν4 δονάκεσσιν ἀναψάμενοι δολιχοῖσινὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·οἱ δʼ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων
そのうちのある者らは長い葦竿に良く編まれた馬毛の釣り糸を結びつけて獲物を追い、
δησάμενοι πέμπουσιν· ὁ δʼ ἢ καθέτοισι γέγηθεν
他の者らはただ手のひらから麻を縒った糸を結んで投げ入れます。またある者は垂らし釣りを喜び、
ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.
あるいは多くの針をつけた幹糸を誇りとします。
δίκτυα δʼ αὖτʼ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
一方、網を仕立てることに重きを置く者らもいます。
τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,
それらの網のうち、あるものは投網、あるものは筌と呼ばれ、
γάγγαμά τʼ ἠδʼ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
手網、円形のすくい網、地引き網などがあります。
ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις
また他の網は覆い網と呼ばれ、地引き網とともに――
- 3.29παρείη
願望・指示を表す希求法(指令的希求法)。主語は中性単数名詞 δέμας と中性複数名詞 γυῖα の組み合わせで、述語動詞は単数形をとっている。ἀμφότερον は副詞的に「双方とも(敏捷かつ頑健)」の意味で形容詞 κραιπνὰ καὶ ἄλκιμα を修飾する。
- 3.53στέλλεσθαι
命令・勧告の機能を持つ不定詞(命令的不定詞)。前後の文脈で παρείη や εἴη などの希求法による指示が続く中、動作の指示・規則を簡潔に示すために用いられている。
- 3.67ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν· ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο
対比的な航行方針を示す省略構文。主動詞(στέλλοιτο)が省略され、前置詞句(ἐς Βορέην, ἐς Νοτίην θάλασσαν)がそれぞれ時を表す従属節(ἐπὴν ἄῃσιν)および絶対属格(ἐπειγομένου Βορέαο)と組み合わされている。魚が風上に向かって泳ぐ性質を踏まえ、漁師は風下に向かって帆を張り魚群と正対して出合うという論理構造を示す。
- 3.74τῶν δʼ οἱ μὲν
部分の属格 τῶν は直前の節の「釣り針を喜ぶ者たち」(τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται)全体を指す。それを受けて οἱ μέν ... οἱ δʼ ... ὁ δʼ ... が釣り針を用いる漁法の各類型を細分化して列挙している。
