← キリキアのオッピアノス

漁業詩

§2.536-2.612

海の王者イルカとアミア魚の群れとの激闘

海の王者イルカの威容と捕食の様が語られたのち、凶暴な歯を持つアミア魚の大群が単独のイルカを取り囲んで全身に噛みつき、激痛に苦悶させる激闘と、脱出したイルカによる凄惨な反撃が描写される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
536

ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς

彼らは疾走し、その両眼からはこの上なく鋭く燃えるような光を放つ。

ὀξύτατον· καί πού τινʼ ὑποπτήσσοντα χαράδραις

そして谷間に身を潜める魚も、

καί τινʼ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.

砂の下に身を隠す魚も見逃すことはない。

ὅσσον γὰρ κούφοισι μετʼ οἰωνοῖσιν ἄνακτες

軽やかな鳥たちの中で鷲が王者であり、

540

αἰετοὶ ἢ θήρεσσι μετʼ ὠμηστῇσι λέοντες,

肉食の野獣の中でライオンが、

ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,

這うものの中で蛇が優れているように、

τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.

魚たちの中ではイルカこそが覇者である。

τοῖς δʼ οὔτʼ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην

彼らが近づいてくる時には、誰も近寄ることも、

ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δʼ ἄνακτος

正対して視線を向けることすら耐えられず、遠くから王の恐るべき跳躍と、

545

τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.

潮を吹く荒い息遣いに恐れおののく。

οἱ δʼ ὁπότʼ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,

彼らが食物を求めて突進するときは、

πάντʼ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,

海の無数の群れを一斉にかき乱し、

παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο

四方八方へと追い散らす。あらゆる通り道は恐怖で満たされ、

πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραιστείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ

暗い岩陰や低い谷間、入り江や波の打ち寄せる汀は、

πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κʼ ἐθέλῃσι,

四方から逃げ込んできた魚たちで隙間なく埋まる。そしてイルカは、

κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.

群れをなす無数の魚の中から最良のものを自ら選び出し、望むままに食らうのである。

ἀλλʼ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται

しかし、それでもなお彼らに立ち向かう敵対的な魚たちがいる。

ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδʼ ἀλέγουσι

我々がアミアと呼ぶ魚である。彼らはイルカを恐れず、

555

δελφίνων, μοῦναι δὲ κατʼ ἀντία δηριόωνται.

彼らだけが真っ向から戦いを挑む。

ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκεςἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες

その体躯はマグロよりも弱々しく、肉付きも軟弱であるが、

ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,

獰猛な口内には無数の鋭い歯が生え揃っている。まさにそれゆえに彼らは強大な勇気を持ち、

οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.

傲慢なる支配者に対しても決して怯まない。

560

εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπʼ ἄλλωνδελφίνων ἀγέλης, αἱ δʼ ἀθρόαι ἄλλοθεν ἄλλαι,

彼らはイルカの群れから離れて一匹だけで泳ぐものを見つけるやいなや、

ἠΰθʼ ὑπʼ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕνʼ ἰοῦσαιστέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστʼ ἐπὶ πύργον

急報を受けたおびただしい軍勢のように、方々から群れをなして一つに集まり、

δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.

敵の防壁へ突進する勇敢な歩兵のように恐れを知らず戦いへと進発する。

565

δελφὶς δʼ ἠϋγένειος ὑπαντιόωντος ὁμίλουπρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δʼ ἔσσυται, ἄλλοτε ἄλλην

顎の立派なイルカは、近づいてくる群れを最初は意にも介さず、

ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.

これ幸いと格好の獲物にありついたとばかりに次々と襲いかかって貪り食う。

ἀλλʼ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες

だが、戦いの陣列が四方から彼を取り囲み、

πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,

大軍が周りを包囲すると、

570

δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·

やがてその胸のうちにも苦難が忍び寄る。

ἔγνω δʼ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος

無数の敵にたった一匹で囲まれ、

ἑρχθεὶς δυσμενέεσσι· πόνος δʼ ἀναφαίνεται ἀλκῆς.1

険しい破滅に直面したことを悟り、力戦の苦難が姿を現すのである。

αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι

アミアたちは狂乱して一団となって群がり、

δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·

イルカの体に歯の威力を深く突き立てる。

575

πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,

彼らは至る所を噛み裂き、頑として離れない。

πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων

多くは頭部を掴み、あるいは青白い顎に、

γλαυκῶν, αἱ δʼ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,

あるいは鰭そのものに取りつき、

πολλαὶ δʼ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,

多くは血塗られた顎を脇腹に突き立て、

ἄλλαι δʼ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δʼ ὑπένερθε

尾の先端を捕らえるものもあれば、下から腹を、

580

νηδύν, αἱ δʼ ἄρʼ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,

あるいは背の上を貪るものもあり、あるものは背鰭に、

ἄλλαι δʼ ἐκ λοφιῆς, αἱ δʼ αὐχένος ᾐώρηνται.

あるものは首筋にぶら下がる。

αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι

一方イルカは、あらゆる苦痛に苛まれながら海を荒れ狂い、

πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ

狂乱した心臓は内なる激痛に激しく波打ち、

μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,

胸は苦悶に燃え上がる。

585

πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,

彼は見境なく暴れ狂いながら四方へ跳ね回り、

παφλάζων ὀδύνῃσι· κυβιστητῆρι δʼ ἐοικὼς

身をよじらせ、苦痛に喘ぐ。まるで軽業師のように、

ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,

あるときは突風のごとく深き波を駆け抜け、

ἄλλοτε δʼ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δʼ ἅλμης

あるときは海の最深部へと潜り、またしばしば、

ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη2

この尊大で凶暴な魚の群れが自分を解放してくれることを願って、

590

ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δʼ ἀλίαστοι

海水の泡を越えて高く跳ね上がる。だが、

οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,

容赦のないアミアたちは決してその力を緩めず、等しく彼に食らいつき、

καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον,αὖτις δʼ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν

彼が沈むときには一つの軌道を描いてともに沈み、

ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίῳ

再び跳び上がるときには引きずられながら水上へと飛び出す。まるで大地を揺るがす神のために、

595

τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδʼ ἀμίῃσιν·

イルカとアミアが合体した新たな怪物が生まれたかのようである。

ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων.

それほどまでに彼は、歯の過酷な結束によって固く縛りつけられている。

ὡς δʼ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων

ちょうど老練な医者が、

οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα

腫れ上がった患部から〔血を〕抜き取ろうとするとき、

ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνηςἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,

その内側には多量の有害な血が満ちているため、黒い血を貪らせようと、

δαίνυσθαι μέλαν αἷμα· τὰ δʼ αὐτίκα γυρωθέντα

水辺の湿った生き物である青黒い蛭を患う人の皮膚に据えつけるのにも似ている。蛭はたちまち身を丸めて弓なりになり、

κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδʼ ἀνίησιν,

血膿を吸い出して決して離れず、

εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα

ついには濃い生き血をたっぷり吸って重くなり、

ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·

自ら皮膚から転がり落ちて泥酔した者のように倒れる。

605

ὣς ἀμίαις3 οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα

それと同様に、アミアたちも一度食らいついたその肉を口先で引き裂き終えるまでは、

κείνην, ἥν ποτʼ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.

その勢いを緩めることがない。

ἀλλʼ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιοδελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος

だが、アミアたちが離れ去り、イルカが苦痛から息を吹き返したとき、

χωομένου· κρυερὴ δʼ ἀμίαις ἀναφαίνεται ἄτη.

怒り狂う覇者の凄まじい狂乱を目にすることになる。アミアたちには身も凍る破滅が訪れる。

610

αἱ μὲν γὰρ φεύγουσιν, ὁ δʼ ἐξόπιθεν κεραΐζων,

アミアたちが逃げ惑うなか、背後から急襲するイルカは、

εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντʼ ἀμαθύνει,

恐ろしい地響きを立てる暴風のごとくすべてを灰燼に帰し、

δάπτων ἐμμενέως, κατὰ δʼ αἵματι πόντον ἐρεύθει

容赦なく噛み砕き、海を血で真っ赤に染め上げるのである。

構文注3 件
  1. 2.572πόνος δʼ ἀναφαίνεται ἀλκῆς

    名詞 ἀλκῆς は「防戦・武勇」を表し、πόνος にかかる限定的属格/客格的属格として「武勇を振るうことの労苦・力戦の苦難」を意味する。

  2. 2.589εἴ ἑ μεθείη

    εἰ + 希求法(μεθείη)は間接疑問または期待・意図を表す用法(「〜してくれないかと望んで」「〜が解いてくれるかどうかと」)。主動詞 ἀναπάλλεται(跳ね上がる)の目的・期待を示す副詞的節として機能している。

  3. 2.597ὡς δʼ ὅταν ἰητὴρ ... ὣς ἀμίαις

    597–606行にわたる長大な直喩構文。ὡς δʼ ὅταν で導かれる従属節内では、医師が蛭(διερὰς γονάς, ἑρπετά)を患部に置く直説法過去(ἐστήριξε)に続いて、蛭の動作が現在形(κυρτοῦται, ἐφέλκεται)や接続法(πέσῃ)へと展開し、605行の ὣς ἀμίαις(そのようにアミアたちも…)で主節へと呼応して収斂する構造をとる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.536-2.612