- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.382-2.457
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ハリネズミと蛇の凄惨な相打ちの結末に続き、知恵に長けたタコが強靭なイセエビを窒息させて捕食する様が夜盗の直喩とともに描かれる。さらにウミケムシやベラ、タコやイカなど有毒な海洋生物の危険性と、潜水夫を群れで襲う習性が語られる。
ὄφρα θάνῃ, σὺν δʼ αὐτὸν ἀπέφθισε1 θῆρα πιέζων
蛇は息絶えるまで、締めつけつつ相手の獣をも道連れにして滅ぼすことがしばしばであり、
πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο·
互いにとって破滅と禍根となった。
πολλάκι δʼ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,
しかし恐るべきハリネズミはしばしば脱出して逃れ、
ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,
這うものの黒い逃れがたい束縛から抜け出し、
εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.
なおも息絶えた蛇の肉を針毛のまわりにつけたままでいる。
τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ,
このようにウツボも邪悪な愚行によって屈服し、
καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.
イセエビにとって奪いやすく手頃な獲物となる。
Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα
これに対し、強靭で敏捷でもあるイセエビを、
δαίνυτʼ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν
力劣り動きも緩慢であるにもかかわらず、
πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃαὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη
タコが貪り食う。岩陰でイセエビが無防備に静かに休んでいるのを認めるや、
νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,
タコは密かに背へと飛びかかり、変幻自在の縄目を巻きつけ、
ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,
力強い長い足の綱で締め上げる。
σὺν δὲ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει
そして先端の吸盤をもって、
αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδʼ ἀνίησι
口の真ん中にある熱い呼吸管を塞いで押しつけ、
πνοιὴν ἠερίην οὔτʼ ἔνδοθεν οὔθʼ ἑτέρωθεν·
内からも外からも大気の息を吸い込ませないようにする。
καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ·
なぜなら魚類にとっても、満ち引きする大気は吸い込まれるものだからである。
ἀλλʼ ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,
タコは覆いかぶさって離さない。イセエビは泳ぎ、あるときは止まり、
ἄλλοτε δʼ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπʼ ἄκραις
あるときは身もだえし、
ῥήγνυται· αὐτὰρ ὅ γʼ οὔτι βίης μεθίησιν ἄεθλον,
ときには突き出た岩の角に激突する。しかしタコは力勝負の労苦を決して緩めず、
ὄφρα ἑ τεθνηῶτα λίπῃ ψυχή τε καὶ ἀλκή.
息絶えて魂と武勇が相手を去るまで離さない。
δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι
ついにイセエビが砂の上に倒れ伏すと、タコはその傍らに座して食らい尽くす。
δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνηςχείλεσιν αὖ ἐρύει λαρὸν γλάγος· ὣς ὅ γε σάρκας
あたかも幼子が乳母の乳房から唇で甘い乳を吸い出すかのように、
λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω
タコは鋭利な甲羅の外へと肉を啜り出して引き抜き、
μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν.
甘美な食事で腹を満たす。
ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ2 ληΐστορι τέχνῃ
それはあたかも、昼に眠る男が略奪の術をもって破滅の企てを巡らし、
ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτʼ ἀέξων,
正義への敬意をみじんも払わず、
ἑσπέριος στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς,
夕暮れに狭い路地に身を潜め、
ἄνδρα παραστείχοντα μετʼ εἰλαπίνην ἐλόχησε·
酒宴ののちに通りかかる男を待ち伏せするかのようである。
καί ῥʼ ὁ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,
酒に酔いしれた男が、ふらつく足取りで歌い、
οὐ μάλα νηφάλιον κλάζων μέλος· αὐτὰρ ὁ λάθρη
まったく酔いの醒めない調べを口ずさみながら前を通り過ぎると、
ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς
待ち伏せの男は背後から密かに躍り出て、
εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον
血塗られた両手で首にのしかかって捕らえ、
οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντʼ ἐναρίξας
死の程近くにある荒々しい眠りへと倒し、すべての衣服を剥ぎ取って去り、
ᾤχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην·
悪しき利となる宿なき獲物を持ち去る。
τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν.
知恵あるタコの考えもまたこれと同様である。
οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχʼ ἔασιν
これら三者は海のものたちのなかでも抜きん出て対立し、
εἰναλίων· μοῦνοι δὲ μετʼ ἰχθύσιν αἰολοφύλοις
相容れぬ仇敵である。百種もの魚たちのなかにあって、
ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.
彼らのみが互いの復讐者であり、互いを滅ぼし合う者である。
ἄλλοι δʼ ἰοφόροι νεπόδων, στομάτεσσι δʼ ἀεικὴς
魚たちのなかには他に毒を持つものもおり、
ἰὸς ἐνιτρέφεται στυγερός τʼ ἐπὶ δήγμασιν ἕρπει.
その口には忌まわしい毒が宿り、噛み傷に恐ろしい毒が走る。
τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,
海の悪名高き這う虫であるウミケムシもそうであり、
ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γʼ ἄτην
陸の百足に似た体をしているが、
κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,
そのもたらす禍害ははるかに過酷である。もしこれに近づいて触れでもすれば、
αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθοςφοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,
たちまち肌に熱い赤みが差してかゆみが生じ、
τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.
人々が苦痛の名にちなんでイラクサと呼ぶ草のごとき蚯蚓腫れが走り広がる。
ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι
ウミケムシが近寄ることは、
ἐμπελάαν· εἰ γάρ ποτʼ ἐπιψαύσειε δελέτρου,οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο
釣り人たちにとって何よりも忌まわしい。万一これが釣り餌に触れでもすれば、
ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.
魚は一匹としてその釣り針のそばには来ない。それほどまでに憎むべき毒をそれに混ぜ込むからである。
τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη
斑紋のあるユリスの口にもまた、
ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες
これと同様の禍いが宿っている。これを何よりも憎むのは、海の深みを探る男たち、
δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·
辛苦に耐える海綿採りの潜水夫たちである。
εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσηςσπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,
海綿採りが水中の労苦のために海底へ向かって急ぎ潜るのを認めるや、
αἵ δʼ ἀπὸ πετράων3 μάλα μυρίαι ὁρμηθεῖσαι
ユリスらは岩陰から夥しい数となって飛び出し、
ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται
その男を取り囲んで走り、群がり集まって押し寄せ、
καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι
厚かましい口であちこちからチクチクと刺し噛んで、
κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει
苦闘する男の行く手を阻む。
ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας,
潜水夫は水と忌まわしいユリスらに抗いながら消耗し、
χερσὶ δʼ, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι
手と急ぎ動かす足のあらん限りの力で、
σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δʼ ἐφέπονται
濡れた軍勢を打ち払って防ごうとする。しかし彼女らは怯むことなくつきまとう。
ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ’ ἐπʼ ἔργοιςἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας
それはあたかも、夏の作業場で秋の実りを刈り入れようと苦闘する刈り入れ人たちの周りを、
πάντοσʼ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.
あらゆる方向から群れをなして飛び交い苦しめる厄介な蠅のようである。
οἱ δʼ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν
刈り入れ人たちが過労と強烈な日差しに汗を流し、
ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις
激しく蠅に苦しめられながらも、
ἐκπάγλως· αἱ δʼ οὐδὲν ἀναιδείης χαλόωσι,πρὶν θανέειν ἢ ξουθὸν ἀπʼ ἀνέρος αἷμα πάσασθαι.
蠅たちが死ぬか男の鮮やかな血を吸うまではその図々しさを決して緩めないのと同様に、
τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.
それらの魚たちにも人間の血を求めるこれほど激しい渇望がある。
οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ
また、這い回るタコやイカが噛みつくときにも、
πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς
その傷は決して軽微なものではなく、
ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.
それら自身にも少量とはいえ有害な毒液が宿っている。
κέντρα δὲ πευκήεντα μετʼ ἰχθύσιν ὡπλίσσαντο
魚たちの間には、さらに鋭い棘で武装した者たちもいる。
- 2.382σὺν δʼ αὐτὸν ἀπέφθισε
動詞 συναποφθίω(道連れにして滅ぼす)の前置詞 σὺν が不変化小辞 δέ を挟んで分離された離脱構文(tmesis)。あるいは σὺν を副詞「同時に」「共々に」と解釈することも可能であるが、いずれにせよ蛇が力尽きて死ぬ際(ὄφρα θάνῃ)に相手のハリネズミ(αὐτὸν ... θῆρα)をも強く締めつけて道連れにし、両者共倒れとなった(ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο)結末を表す。
- 2.408ἡμερόκοιτος ἀνὴρ
ヘシオドス『仕事と日』に見られる表現を踏まえた詩的慣用表現。「昼間に寝床に就いている男」の文字通りの意味から、「夜間に活動する泥棒・追剥・夜盗」を指す。直後の「略奪の術をもって(ληΐστορι τέχνῃ)」および「狭い路地に身を潜め(στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς)」と呼応し、昼間は潜み夜間に宴帰りの客を奇襲する盗賊の生態を表している。
- 2.437εὖτε γὰρ ἀθρήσωσιν ... αἵ δʼ ἀπὸ πετράων
時を表す従属節(εὖτε γὰρ ἀθρήσωσιν...「〜を認めるや」)のあとに主節の頭に接続詞 δέ(αἵ δʼ...)が置かれる結語の δέ(apodotic δέ)の構文。従属節から主節への転換を際立たせ、潜水夫を発見した魚群が岩陰から一斉に襲いかかる動作を劇的に導入している。
