← キリキアのオッピアノス

漁業詩

§1.436-1.509

魚類の群生と季節移動および繁殖の習性

オッピアノスは魚たちの群生形態や冬の嵐からの避難習性を述べた後、春の訪れとともに海が凪ぎ、魚たちが陸近くへ戻って歓喜する様子を描く。続けて魚類の産卵の苦痛、精液を飲み込むとされる受精の生態、配偶者をめぐる雄同士の激しい闘争を活写する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
436

ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι1

海の最上層の水路にかすかに触れ、

ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.

見る目には泳ぐ者と飛ぶ者の双方に似ている。

αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θʼ ὅμιλοι

このように魚たちの間には都市があり、

κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.

海を彷徨う種族のこれらの群れが別々に生じている。

440

τῶν δʼ οἱ μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,

そのあるものは群れをなして彷徨い、

πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι

羊の群れや軍勢に似た斑な種族であって、

κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν

群生魚と呼ばれる。またあるものは列をなし、

εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων

小隊や十人組に似ている。またあるものは他から離れて単独で進み、

μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·

孤立して突進する。またあるものは二匹連れだって渡り、

445

οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.

あるものは自らの巣穴の中にその場に留まる。

χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγαςσμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου

まことに冬には、すべての者が恐るべき嵐の渦巻きと、

ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλωνἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν

轟音とどろく海そのもののうねりをひときわ恐れる。魚の種族は他の生き物にも増して、

450

μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι

荒れ狂う親しき海に身震いするからである。その時、力なきあるものは鰭で砂をかき集めて身を潜め、

ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραιςεἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα

あるものは岩の下に群がり集まって潜り込み、

ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·

あるものは最も深い大海原へと逃れ、底深くの淵へと沈む。

κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις

それらの深みは激しく転がり狂うこともなく、

455

πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλα

風によって根底からかき乱されることもなく、

ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει

いかなる嵐も海の最深の根を吹き抜けることはないからである。大いなる深淵が、

ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.

震えるほどの苦痛と冬の情け容赦なき猛威から彼らを守っている。

ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι

しかし、花咲く春の季節が大地の上で輝かしく微笑み、

πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα

海が冬から息を吹き返して穏やかになり、

460

χείματος εὐδιόωσα γαληναίη τε γένηταιἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι

波をやさしく立てて凪ぐとき、

πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.

魚たちはあちこちから全速力で歓喜しながら大地の近くへとやって来る。

ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσαὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν

それはあたかも、多くの破壊をもたらす戦争の雲を逃れ、

465

δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,

かつて敵の青銅の嵐が長く押し寄せていたものの、

ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο2

ついに戦いを終えて息をつき、心から喜び、

ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι

平和の甘美な営みを楽しんで穏やかに宴を開き、

τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,

男たちの賑わいと女たちの踊りで満ち溢れる、

ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·

神々に愛された幸福な都市のようである。

470

ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης

そのように魚たちもまた、

ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,

惨めな苦しみと海の戦慄を心から逃れ、海水の上で跳ね回り歓喜し、

θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.

踊り手たちに似て飛び跳ねて突進する。

εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης

春には、抗いがたいアプロディーテーの甘美な狂気と婚姻が栄え、

καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες

生命を育む大地を動き回る者にも、

475

πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους

大気の懐を飛ぶ者にも、

ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.

轟き鳴る海を揺れ動く者にも、万人に互いの情愛が生じる。

εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι

春にはエイレイテュイアたちが、

ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.

卵を宿して重くなった魚の種族の大部分を産みの苦痛から解放する。

αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιοθήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς

すなわち雌たちは子孫と出産を求め、

γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλʼ ἐνέχονται

砂の上で細い腹を擦りつける。卵は容易には分かれず、

ὠὰ μετʼ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,

腹の内部で互いに固く結びつき、

φύρδην συμπεφυῶτα· τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;3

入り混じって付着しているからである。それを一度にどうして産み落とせようか。

στεινόμεναι δʼ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.

苦痛に圧迫されながら、彼女らはかろうじて産子を分離する。

485

ὡς οὐ ῥηϊδίην γενεὴν οὐδʼ ἰχθύσι Μοῖραι

このように運命の女神たち(モイライ)

ὤπασαν, οὐδʼ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν

は魚たちにも容易な出産を与えたわけではなく、苦痛は地上に住む人間の女だけのものではなく、

ἄλγεα, πάντῃ δʼ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.

至る所でエイレイテュイアたちは重荷なのである。

ἄρσενες αὖτʼ ἄλλοι μὲν ἐπʼ ἰχθύσι κῆρας ἄγοντεςδαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·

一方、雄たちのあるものは魚たちに死をもたらす会食者として波打ち際へと急ぎ近づき、

490

ἄλλοι δʼ αὖ μετόπισθε διωκόμενοι προθέουσι

またあるものは雌の群れに追われて前方へと走る。

θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι

雌たちは情愛の欲求に引き寄せられ、

ἑλκόμεναι σπεύδουσι μετʼ ἄρσενας ἀσχέτῳ ὁρμῇ.

抑えがたい衝動で雄たちの後を追うからである。

ἔνθʼ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι

そこで雄たちは互いに自らの腹を擦り合わせ、

τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,αἱ δʼ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι

後方から湿った精液を放ち、

κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.

雌たちは狂乱に駆られて口先でそれをたちまち飲み込む。このような交わりによって彼女らは胎内に子を満たすのである。

πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς

これが魚たちにおける最も一般的な習わしである。しかしある魚たちは、

καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι

軛に繋がれるようにして、

ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστʼ Ἀφροδίτη

寝所と部屋と妻とを分かち合って専らに保っている。まことに魚たちの間にも多くの愛の女神アプロディーテーがおり、

500

Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει

激しい狂乱(オイストロス)や、重々しい神たる嫉妬(ゼーロス)、

θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.

そして熱きエロースが心の中に荒々しい饗宴を掻き乱すときに生み出すあらゆるものが存在するからである。

πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς

多くは花嫁をめぐって大勢かつ対等な者として集まり、

μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφηνπολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται

富と輝きによって互いに対抗する求婚者たちのように、

505

ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν,

床をめぐって互いに離れて戦う。魚たちにはそれらのものはないが、

ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,

力と顎、そして内側にある鋭い歯の柵があり、

τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·

それらをもって競い合い、婚姻のために武装する。

τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.4

そしてそれらをもって打ち勝った者が、勝利とともに婚姻を手に入れるのである。

καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι

そしてあるものは多くの床を共にする妻たちと……

構文注4 件
  1. 1.436ὅσσον ἰδέσθαι

    副詞的対格 ὅσσον と観点の動詞不定詞(制限的・結果的不定詞)ἰδέσθαι が結合した定型表現で、「見る目には〜の程度に」「見渡す限り」の意を表す。ここでは直後の「泳ぐ者と飛ぶ者の双方に似ている」にかかり、外見上の印象を制限している。

  2. 1.466ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο

    動詞 ἀπολήγω(やめる)および ἀναπνέω(息をつく、休む)はいずれも離脱・休止を表すため、結合する μόθοιο は分離の属格である。「戦いからついに離れ、息をついて」の意をなす。

  3. 1.483τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;

    ケ(ἄν)を伴う希求法 τέκοιεν が反語的疑問文の中で用いられた潜在希求法(potential optative)。「彼女らがそれら(卵)を一度に産み落とすことなどどうしてできようか(いや、できない)」という不可能性を強調している。

  4. 1.508τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.

    関係代名詞節(ὅ κεν προβάληται)が接続法+κεν(ἄν)をとる一般的条件節(関係一般条件構文)をなし、主節動詞 εὕρατο は普遍的真理・慣行を提示する格言的アオリスト(gnomic aorist)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.436-1.509