- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:13-19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、相手方の少年やその同等の親族が法定相続権の外にあり、遺産審査の際にも請求しなかったことを指摘し、自身が正規の裁判で他の請求者たちを法に基づいて論破し勝訴した経緯を述べて、少年側の弾劾の不当性と破廉恥さを告発する。
ἀλλὰ μὴν εἰ τούτοις μὴ μέτεστιν, ὧν οἱ πατέρες ταὐτὸν ἐμοὶ προσῆκον, οὐδὲ τούτῳ τῷ παιδὶ γίγνεται· καὶ γὰρ ὁ τούτου πατὴρ ὁμοίως ἦν ἐκείνοις συγγενής. οὔκουν δεινὸν ἐμοὶ μὲν διαρρήδην οὕτω τῶν νόμων δεδωκότων τὴν κληρονομίαν, τούτους δʼ ἔξω τῆς ἀγχιστείας πεποιηκότων, τολμᾶν τουτονὶ συκοφαντεῖν,1 καὶ διαγωνίσασθαι μέν, ἡνίκʼ ἐγὼ τοῦ κλήρου τὴν δίκην ἐλάγχανον, μὴ οἴεσθαι δεῖν, μηδὲ παρακαταβάλλειν, οὗ περὶ τῶν τοιούτων εἴ τι δίκαιον εἶχεν εἰπεῖν διαγνωσθῆναι προσῆκεν,2 ἐπὶ δὲ 〈τῷ〉 τοῦ παιδὸς ὀνόματι πράγματʼ ἐμοὶ παρέχειν καὶ περὶ τῶν μεγίστων εἰς κίνδυνον καθιστάναι;
しかし、父親たちが私と同じ血縁関係にあった彼らに権利がないとすれば、この少年にも当然帰属しません。というのも、この子の父親も彼らと同様に血族だったからです。それなのに、法律が私に対してこのように明確に遺産を与え、彼らを親等相続権の外に置いているにもかかわらず、この男があえて中傷を企て、私が遺産の訴訟を起こしていた時には争うべきだとも、供託金を支払うべきだとも考えず(まさにその場でこそ、こうした事柄について何か正当な主張があれば判断されるべきだったのです)、少年の名を騙って私に厄介事を引き起こし、極めて重大な危険に晒すとは、甚だ不当なことではありませんか。
καὶ περὶ μὲν τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς χρημάτων μηδʼ αἰτιᾶσθαί με, μηδʼ ὥς τι εἴληφα ἔχειν εἰπεῖν (ἐφʼ οἷς, εἴ τι αὐτῶν κακῶς διῴκουν ὥσπερ οὗτος, κρίνεσθαι μοι προσῆκεν), ἃ δʼ ὑμεῖς ἐμὰ εἶναι ἐψηφίσασθε, τῷ βουλομένῳ δόντες ἐξουσίαν ἀμφισβητεῖν αὐτῶν, ἐπὶ τούτοις ἐμοὶ τοιούτους ἀγῶνας παρασκευάζειν καὶ εἰς τοῦτο ἀναισχυντίας ἥκειν;
しかも、誰もが少年のものであると認めている財産については私を告発することもなく、私が何かを受け取ったと言うこともできないのに(もし私がこの男のようにそれらの財産を悪辣に管理していたなら、それらを根拠として私が裁かれるのが当然だったのです)、あなた方が私の所有であると判決を下し、望む者には誰にでも異議を唱える権利を与えた財産をめぐって、私に対してこのような訴訟を仕立て上げ、ここまで破廉恥を極めるとは。
οἴομαι μὲν οὖν καὶ ἐκ τῶν ἤδη εἰρημένων γιγνώσκεσθαι ὑμῖν ὅτι οὔτʼ ἀδικῶ τὸν παῖδα οὐδὲν οὔτʼ ἔνοχός εἰμι ταύταις ταῖς αἰτίαις οὐδὲ κατὰ μικρόν· ἔτι δὲ ἀκριβέστερον ἡγοῦμαι καὶ ἐκ τῶν ἄλλων ὑμᾶς μαθήσεσθαι, καὶ τὴν ἐμὴν ἐπιδικασίαν, ὡς γέγονεν, ἀκούσαντας περὶ αὐτῶν. ἐμοὶ γάρ, ὦ ἄνδρες, λαχόντι τοῦ κλήρου τὴν δίκην οὔτε οὗτος ὁ νῦν ἐμὲ εἰσαγγέλλων ὠήθη δεῖν παρακαταβάλλειν ὑπὲρ τοῦ παιδός, οὔτε οἱ Στρατίου παῖδες οἱ ταὐτὸ τῷ παιδὶ προσήκοντες... οὔτε διʼ ἄλλο οὐδὲν αὑτοῖς ἐνόμιζον προσήκειν τούτων τῶν χρημάτων·
ですから、すでに述べたことからしても、私が少年に対して何ら不当なことを行っておらず、こうした言いがかりに毛筋ほども該当しないことは、あなた方にご理解いただけていると思います。しかし、それ以外の事柄や、遺産をめぐる私の審査請求がどのように行われたかをお聞きになれば、一層正確にご理解いただけるでしょう。というのも裁判員の方々、私が遺産請求訴訟を起こした時、現在私を弾劾しているこの男も少年のために供託金を納めるべきだとは考えず、この少年と同じ血統関係にあるストラティオスの子らも……他のいかなる理由によっても、これらの財産が自分たちに属するとは考えなかったからです。
ἐπεὶ οὐδʼ ἂν οὗτος νῦν ἐμοὶ πράγματα παρεῖχεν, εἰ τὰ τοῦ παιδὸς εἴων ἁρπάζειν καὶ μὴ ἠναντιούμην αὐτῷ. οὗτοι μὲν οὖν, ὥσπερ εἶπον, εἰδότες ὅτι ἔξω ἦσαν τῆς ἀγχιστείας, οὐκ ἠμφισβήτουν ἀλλʼ ἡσυχίαν εἶχον· οἱ δʼ ὑπὲρ τῆς Εὐβουλίδου θυγατρὸς πράττοντες, τῆς τὸ αὐτὸ τῷ παιδὶ καὶ τοῖς Στρατίου παισὶ προσηκούσης, καὶ οἱ κύριοι τῆς Ἁγνίου μητρὸς ἦσαν οἷοί [τε] πρὸς ἐμὲ ἀντιδικεῖν.
そもそも、もし私が少年の財産を〔彼が〕略奪するのを野放しにし、彼に対抗しなかったなら、この男が今になって私に厄介事を引き起こすこともなかったでしょう。このように彼らは、言いました通り、自らが親等相続権の外にいることを知っていたために異議を唱えず、沈黙を保っていたのです。しかし、エウブリデースの娘(この少年やストラティオスの子らと同じ親等にある者)の代理人たちと、ハグニアスの母の後見人たちとは、私に対抗して争訟することができました。
εἰς τοσαύτας δʼ ἀπορίας κατέστησαν ὅ τι ἀντιγράψωνται περὶ τῆς ἀγχιστείας, ὥστε ἡ μὲν τὸν κλῆρον ἔχουσα καὶ οἱ λέγοντες τὸ περὶ αὐτῆς γένος, ἐπειδὴ κατεψεύσαντο, ῥᾳδίως ὑπʼ ἐμοῦ τότε ἐξηλέγχθησαν οὐκ ἀληθές τι γράψαι τολμήσαντες, οἱ δʼ ὑπὲρ τῆς Ἁγνίου μητρὸς γένει μὲν ἐμοὶ ταὐτὸ προσηκούσης (ἀδελφὴ γὰρ ἦν τοῦ Στρατίου) νόμῳ δὲ ἀποκλειομένης, ὃς κελεύει κρατεῖν τοὺς ἄρρενας, τοῦτο μὲν εἴασαν, οἰόμενοι δʼ ἐμοῦ πλεονεκτήσειν μητέρα εἶναι τοῦ τελευτήσαντος ἔγραψαν· ὃ συγγενέστατον μὲν ἦν τῇ φύσει πάντων, ἐν δὲ ταῖς ἀγχιστείαις ὁμολογουμένως οὐκ ἔστιν.3
しかし彼らは、法定相続権についてどのように答弁書を書くべきか途方に暮れ、その結果、遺産を保持していた女とその親族関係を主張する者たちは、偽りを述べていたために、真実でないことをあえて申請した廉で、当時私によって容易に論駁されました。一方、ハグニアスの母の側(〔母は〕血統においては私と同じ親等に属していたものの――ストラティオスの姉妹だったからです――男系男子を優先すると命じる法律によって排除されていました)は、このことは見送り、私を出し抜こうと考えて「死者の母である」と申請書に記載しました。これは自然においてはあらゆる血縁の中で最も近いものですが、法定親等相続権の中には周知の通り存在しないのです。
εἶτα γράψας ἀνεψιοῦ παῖς εἶναι κἀκείνας ἐξελέγξας οὐκ οὔσας ἐν ταῖς ἀγχιστείαις, οὕτως ἐπεδικασάμην παρʼ ὑμῖν, καὶ αὐτῶν οὐκ ἴσχυσέ τι οὔτε τῇ τὸν κλῆρον ἐχούσῃ τὸ προνενικηκέναι τοὺς κατὰ διαθήκην ἀμφισβητήσαντας, οὔτε τῇ ἑτέρᾳ τὸ μητέρα εἶναι τοῦ τὸν κλῆρον καταλιπόντος, ἀλλʼ οὕτως οἱ τότε δικάζοντες καὶ τὸ δίκαιον καὶ τοὺς ὅρκους περὶ πολλοῦ ἐποιήσαντο, ὥστʼ ἐμοὶ τῷ κατὰ τοὺς νόμους ἀμφισβητοῦντι τὴν ψῆφον ἤνεγκαν.
そこで私は従兄弟の子であると申請し、彼女らが法定親等相続権の中にいないことを論駁して、このようにしてあなた方の法廷で審査請求により遺産を獲得しました。そして彼女らに関して、遺産を保持していた女にとっては遺言による請求者に以前勝訴したことも、もう一方の女にとっては遺産を残した者の母であることも何ら効力を持たず、当時の裁判員たちは正義と宣誓を極めて重んじ、法に従って異議を唱えた私に票を投じてくれたのです。
καίτοι εἰ τὰς μὲν νενίκηκα τοῦτον τὸν τρόπον, ἐπιδείξας μηδὲν Ἁγνίᾳ κατʼ ἀγχιστείαν προσηκούσας, οὗτος δὲ μὴ ἐτόλμησεν ἀντιδικῆσαι τῷ παιδὶ τοῦ ἡμικληρίου πρὸς ἡμᾶς, οἱ δὲ Στρατίου παῖδες οἱ ταὐτὸν τούτῳ προσήκοντες μηδὲ νῦν ἀξιοῦσιν ἀντιδικῆσαι πρὸς ἐμὲ περὶ αὐτῶν, ἔχω δʼ ἐγὼ τὸν κλῆρον ἐπιδικασάμενος παρʼ ὑμῖν, ἐξελέγχω δὲ τοῦτον μηδέπω καὶ τήμερον ἔχοντʼ εἰπεῖν ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει κατʼ ἀγχιστείαν, τί ἔτι δεῖ μαθεῖν ὑμᾶς ἢ 〈τί〉 ποθεῖτε ἀκοῦσαι περὶ τούτων; ἐγὼ μὲν γὰρ ὡς εὖ φρονοῦσιν ὑμῖν ἱκανὰ τὰ εἰρημένα νομίζω.
それゆえ、もし私がこのようにして彼女らに勝訴し、彼女らが法定親等相続権によってハグニアスに何ら属さないことを示し、一方でこの男は少年に代わって半分の遺産をめぐって我々と法廷で争う勇気を持たず、この少年と同じ親等にあるストラティオスの子らも今に至るまでそれについて私と争おうとせず、私があなた方の法廷で審査を経て遺産を保持しており、さらにこの男が今日もなお少年がいかなる親等相続権によってハグニアスに属するかを述べることができないと私が暴き立てているとすれば、あなた方がこれ以上知るべきこと、あるいはこれに関して聞きたいと望むことがあるでしょうか。良識あるあなた方には、すでに語られたことで十分であると私は考えております。
- 13οὔκουν δεινὸν ἐμοὶ μὲν διαρρήδην οὕτω τῶν νόμων δεδωκότων τὴν κληρονομίαν, τούτους δʼ ἔξω τῆς ἀγχιστείας πεποιηκότων, τολμᾶν τουτονὶ συκοφαντεῖν
οὔκουν δεινόν [ἐστι] に導かれる感嘆・憤慨の修辞的疑問文で、不定法主語句(τολμᾶν τουτονὶ συκοφαντεῖν、καὶ διαγωνίσασθαι μὲν... μὴ οἴεσθαι δεῖν... ἐπὶ δὲ τῷ τοῦ παιδὸς ὀνόματι πράγματʼ ἐμοὶ παρέχειν)が続く。文頭の ἐμοὶ μὲν... δεδωκότων と τούτους δʼ... πεποιηκότων は独立属格句であり、主語である不定法句に対する対比的状況(「法が私には遺産を与え、彼らは除外しているのに」)を提示している。
- 13οὗ περὶ τῶν τοιούτων εἴ τι δίκαιον εἶχεν εἰπεῖν διαγνωσθῆναι προσῆκεν
関係副詞 οὗ は直前の訴訟提起・供託金納付の場(あるいは裁判の場)を指す先行詞を承けており、「そこでこそ……判断されるべきであった」の意。従属節 εἴ τι δίκαιον εἶχεν εἰπεῖν は反実仮想の条件節(直説法未完了過去)であり、帰結節に相当する非人称動詞 προσῆκεν(不定法 διαγνωσθῆναι を伴う)とともに「過去においてなされるべきであったがなされなかったこと」を表す。
- 17ὃ συγγενέστατον μὲν ἦν τῇ φύσει πάντων, ἐν δὲ ταῖς ἀγχιστείαις ὁμολογουμένως οὐκ ἔστιν
関係代名詞 ὃ の先行詞は、直前の述語内容「死者の母であること(μητέρα εἶναι τοῦ τελευτήσαντος)」全体。自然血縁(φύσει)においては最も近い血縁関係(συγγενέστατον)である一方、法的な親等相続権の序列(ἐν ταῖς ἀγχιστείαις)においては規定されておらず認められないという法解釈上の矛盾点を同格・説明的に補足している。
