← イサイオス

アスティピロスの遺産について

§31-37

敵対者の養子入りの不合理と正当な相続権の訴願

弁者は敵の息子を養子にする不合理さと自らの法的主張の正当性を強調し、相手側の不敬や排除の事実を指摘して、法と正義に従い自身を相続人とするよう裁判員に訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31

Μάρτυρες δοκεῖ ἂν οὖν ὑμῖν Ἀστύφιλος, ὦ ἄνδρες, οὕτω μὲν μισῶν Κλέωνα, τοσαῦτα δʼ ἀγαθὰ ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ πεπονθώς, αὐτὸς τῶν ἐχθρῶν ἄν τινος ὑὸν ποιήσασθαι ἢ τὰ ἑαυτοῦ δοῦναι,1 τοὺς εὐεργέτας καὶ τοὺς συγγενεῖς ἀποστερήσας; ἐγὼ μὲν οὐκ ἂν οἴομαι, εἰ καὶ δεκάκις ὁ Ἱεροκλῆς διαθήκας ψευδεῖς ἀποδεικνύει, ἀλλὰ καὶ διὰ τὸ ἀδελφὸν εἶναι καὶ διὰ τὴν ἄλλην οἰκειότητα πολὺ μᾶλλον προσήκειν ἐμοὶ ἢ τῷ Κλέωνος ὑεῖ, ἐπεὶ τούτοις γε οὐδὲ προσποιήσασθαι καλὸν ἦν τῶν Ἀστυφίλου,2 οἵτινες οὕτω διέκειντο πρὸς αὐτόν, τὰ δὲ ὀστᾶ οὐκ ἔθαψαν, ἀλλὰ πρότερον ἐπὶ τὴν οὐσίαν ἦλθον πρὶν ἐκείνῳ τὰ νομιζόμενα ποιῆσαι. ἔπειτα νῦν ἀξιώσουσι κληρονομεῖν τῶν Ἀστυφίλου οὐ μόνον τὰς διαθήκας λέγοντες, ἀλλὰ καὶ τὸ γένος παρατιθέντες, ὅτι ἀνεψιὸς ἦν Κλέων πρὸς πατρός.

証人たち裁判員の方々、では、クレオンをこれほど憎み、私の父からこれほど多くの恩恵を受けながら、アステュピロス自身が自らの恩人や親族から奪ってまで、敵のうちの誰かの息子を養子に迎えたり、自らの財産を譲ったりすると思われますでしょうか。ヒエロクレスが十度偽りの遺言状を提示しようとも、私はそうは思いません。むしろ兄弟であることのゆえに、またその他の親密さのゆえに、クレオンの息子よりも私に帰属する方がはるかにふさわしいのです。というのも、彼に対してそのような態度で臨み、その骨を埋葬もせず、故人のために慣例の儀礼を行う前に財産へと真っ先に押しかけた彼らにとっては、アステュピロスの財産を要求することすら本来は妥当ではなかったはずだからです。それなのに、今となっては遺言状を持ち出すだけでなく、クレオンが父方の従兄弟であったという血統をも引き合いに出して、アステュピロスの遺産を相続することを要求しようというのでしょうか。

§33

ὑμᾶς δέ, ὦ ἄνδρες, οὐκ εἰκός ἐστι τῷ τούτου γένει προσέχειν τὸν νοῦν· οὐδεὶς γὰρ πώποτε ἐκποίητος γενόμενος ἐκληρονόμησε τοῦ οἴκου ὅθεν ἐξεποιήθη, ἐὰν μὴ ἐπανέλθῃ κατὰ τὸν νόμον.... οὗτοι μέντοι ἀκριβῶς εἰδότες ὅτι οὐκ ἐποιήσατο Ἀστύφιλος τὸν Κλέωνος ὑόν, πολλάκις ἐληλυθότι αὐτῷ οὐδεπώποτε κεκρεανομήκασι. λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.

しかし裁判員の方々、皆様がこの男の血統に注意を払われるのは理にかなっていません。というのも、養子に出された者は誰であれ、法に従って復籍しない限り、養子に出された元の家から相続したことなど一度もないからです。……もっとも、アステュピロスがクレオンの息子を養子にしなかったことを熟知している彼らは、その子が何度もやって来たにもかかわらず、一度も犠牲の肉を分け与えたことがありません。私のため、この証言もお取りください。

§34

Μαρτυρία ἑκατέρῳ οὖν ἡμῶν, ἐξ ὧν ἀντωμόσαμεν σκεψάμενοι, ψηφίσασθε. Κλέων μὲν γάρ φησι τὸν ὑὸν τὸν ἑαυτοῦ Ἀστυφίλῳ εἰσποιηθῆναι, καὶ ταῦτʼ ἐκεῖνον διαθέσθαι· ἐγὼ δʼ οὔ φημι, ἀλλʼ ἐμὰ εἶναι πάντα τὰ Ἀστυφίλου, ἀδελφὸς ὢν ἐκείνου, ὡς καὶ αὐτοὶ οὗτοι ἴσασι. μὴ τοίνυν, ὦ ἄνδρες, εἰσποιήσητε ὑὸν Ἀστυφίλῳ ὃν οὐδʼ αὐτὸς ζῶν ἐκεῖνος ἐποιήσατο, ἀλλὰ τοὺς νόμους οὓς ὑμεῖς ἔθεσθε βεβαιώσατέ μοι· κατὰ τούτους γὰρ ἀμφισβητῶ, ὁσιωτάτην δέησιν δεόμενος, ὦ ἄνδρες, τῆς τοῦ ἀδελφοῦ οὐσίας κληρονόμον με καταστῆσαι.

証言 ですから、私たちが交わした宣誓に基づいて検討した上で、私たちのいずれか一方に投票してください。クレオンは、自分の息子がアステュピロスの養子に迎えられ、彼がそのように遺言したと主張しています。しかし私はそれを否定し、彼ら自身も知っている通り、その兄弟であるゆえにアステュピロスの全財産は私のものであると主張します。それゆえ裁判員の方々、アステュピロス自身が生前養子にしなかった者を彼のために養子と定めてしまうことなく、皆様自身が制定された法を私に対して確たるものとしてください。なぜなら、私はこれら法に基づいて争っており、裁判員の方々、兄の財産の相続人に私を据えてくださるよう、極めて敬虔な願いをもって懇願しているからです。

§35

ἀπέδειξα δʼ ὑμῖν ὡς οὐδενὶ ἐκεῖνος δέδωκε τὰ ἑαυτοῦ, καὶ μάρτυρας ἁπάντων ὧν εἶπον παρεσχόμην. βοηθήσατε οὖν μοι, καὶ εἰ λέγειν ἐμοῦ δύναται Κλέων μᾶλλον, τοῦτο αὐτῷ ἄνευ τοῦ νόμου καὶ τοῦ δικαίου μηδὲν ἰσχυσάτω, ἀλλʼ ὑμᾶς αὐτοὺς βραβευτὰς ἁπάντων καταστήσατε. διὰ τοῦτο γὰρ συλλέγεσθε, ἵνα τοῖς μὲν ἀναισχυντοῦσι μηδὲν πλέον ᾖ, οἱ δὲ ἀδυνατώτεροι τολμῶσι περὶ τῶν δικαίων ἀμφισβητεῖν, εὖ εἰδότες ὅτι ὑμεῖς οὐδενὶ ἄλλῳ τὸν νοῦν προσέχετε.

私は皆様に、彼が誰に対しても自らの財産を譲らなかったことを証明し、私が述べたことのすべてについて証人を提示いたしました。ですから私をお助けください。そしてクレオンが私よりも弁舌に長けているとしても、その弁舌が法と正義を抜きにしては彼にとって何の力も持たぬようになさり、皆様御自身をすべての判定者としてお立てください。皆様が集まられるのはまさにこのためであり、破廉恥な者たちに何らの利得ももたらさず、より非力な者たちが、皆様が〔正義〕以外の何ものにも心を留められないことをよく知った上で、正当な権利を求めて果敢に争えるようにするためなのです。

§36

ἅπαντες οὖν, ὦ ἄνδρες, μετʼ ἐμοῦ γένεσθε· ὡς ἐάν τι ἄλλο ψηφίσησθε Κλέωνι πειθόμενοι, σκέψασθε ὁπόσων αἴτιοι γενήσεσθε. πρῶτον μὲν τοὺς ἐχθίστους Ἀστυφίλου ἐπί τε τὰ μνήματα ἰέναι καὶ ἐπὶ τὰ ἱερὰ 〈τὰ〉 ἐκείνου ποιήσετε· ἔπειτα τὰς Εὐθυκράτους ἐπισκήψεις, τοῦ πατρὸς τοῦ Ἀστυφίλου, ἀκύρους ποιήσετε, ἃς αὐτὸς πρότερον ἀπέθανεν ἢ παραβῆναι· ἔπειτα τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε·3

ですから裁判員の方々、全員が私の味方となってください。クレオンの言に説得されて何か別の評決を下されるなら、いかほど多くのことの責を負うことになるかをお考えください。第一に、アステュピロスの最大の仇敵たちをその墓へも彼の祭礼へも向かわせることになります。第二に、〔アステュピロス〕自身がこれに違反するより先に死を迎えた、その父エウテュクラテスの遺言を無効にすることになります。第三に、故人となったアステュピロスを狂気の廉で有罪と宣告することになります。

§37

εἰ γὰρ τοῦτον ἐποιήσατο ὑὸν οὗ τῷ πατρὶ πολεμιώτατος ἦν, πῶς οὐ δόξει τοῖς ἀκούσασι παρανοεῖν ἢ ὑπὸ φαρμάκων διεφθάρθαι; ἔτι δʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ἐκτραφέντα ἐν τῷ αὐτῷ καὶ συμπαιδευθέντα Ἀστυφίλῳ καὶ ἀδελφὸν ὄντα, περιόψεσθε ὑπὸ Κλέωνος ἀποστερηθέντα τῶν ἐκείνου. ἀντιβολῶ ὑμᾶς καὶ ἱκετεύω ἐκ παντὸς τρόπου ψηφίσασθαί μοι· οὕτω γὰρ ἂν μάλιστα Ἀστυφίλῳ τε χαρίσαισθε κἀμὲ οὐκ ἂν ἀδικήσαιτε.

なぜなら、自分が最大の敵としていた男の息子をもし養子に迎えていたとしたら、それを耳にした人々にとって、彼が狂気に陥っていたか、毒薬によって理性を失っていたと見えないはずがあるでしょうか。その上、裁判員の方々、アステュピロスと同じ家で育てられ、ともに教育を受け、兄弟であるこの私が、クレオンによって彼の財産を奪われるのを皆様は見過ごすことになるのです。何としても私に有利な投票をしてくださるよう、皆様に伏して懇願いたします。そうしてくださってこそ、皆様はアステュピロスに対しても最大の好意を尽くし、私に対しても不正を働かないことになるのですから。

構文注3 件
  1. 31δοκεῖ ἂν οὖν ὑμῖν Ἀστύφιλος, ὦ ἄνδρες, ... αὐτὸς τῶν ἐχθρῶν ἄν τινος ὑὸν ποιήσασθαι ἢ τὰ ἑαυτοῦ δοῦναι

    小辞 ἄν が主節の δοκεῖ の直後と不定詞節内の τῶν ἐχθρῶν ἄν τινος の二箇所に置かれている(ἄν の重複)。この重複は不定詞 ποιήσασθαι / δοῦναι に反実仮想・潜在のニュアンス(「養子にしただろうか/譲っただろうか」)を付与するものであり、疑問文全体として強い修辞的反語を形成している。

  2. 32ἐπεὶ τούτοις γε οὐδὲ προσποιήσασθαι καλὸν ἦν τῶν Ἀστυφίλου

    接続詞 ἐπεί は「なぜなら」という理由説明の独立した文を導入している。καλὸν ἦν のように義務・妥当性を表す不完全過去形は ἄν を伴わずに「本来〜すべきであった(実際には許されない)」という反実のニュアンスを表す。また προσποιήσασθαι は属格(τῶν Ἀστυφίλου)を伴って「自らの権利として要求する・我が物顔で主張する」を意味する。

  3. 36τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε

    訴追・有罪宣告を表す動詞 αἱρέω に罪状の属格 παρανοίας が結びついた法廷語法(「〜を狂気・心神喪失の廉で有罪とする」)。アテナイ法において遺言能力を欠く無効理由としての「パラノイア(精神錯乱)」を指しており、死者に対してそのような判断を下す不敬を法廷に警告している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0017.tlg009.humanitext-grc2:31-37