- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg008.humanitext-grc2:39-46
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
話者は自費で祖父の追悼祭礼を執り行った経緯を述べた上で、黒幕ディオクレスの過去の凶悪な犯罪歴(親族殺害や財産横領)と破廉恥な人格を暴露し、陪審員に正当な相続権の擁護と正義の判決を懇願する。
καὶ ταῦτα μὲν οὕτως ἀναγκασθεὶς ἔπραξα τοῦτον τὸν τρόπον· ὅπως δὲ μηδέν μου ταύτῃ πλεονεκτοῖεν,1 παρʼ ὑμῖν φάσκοντες οὐδέν με εἰς τὴν ταφὴν ἀνηλωκέναι, τὸν ἐξηγητὴν ἐρόμενος ἐκείνου κελεύσαντος ἀνήλωσα παρʼ ἐμαυτοῦ καὶ τὰ ἔνατα ἐπήνεγκα, ὡς οἷόν τε κάλλιστα παρασκευάσας, ἵνα αὐτῶν ἐκκόψαιμι ταύτην τὴν ἱεροσυλίαν, καὶ ἵνα μὴ δοκοῖεν οὗτοι μὲν ἀνηλωκέναι πάντα, ἐγὼ δὲ μηδέν, ἀλλʼ ὁμοίως κἀγώ.
私はこのように強いられて、このやり方で事を行いました。しかし、彼らが皆様の前で、私が埋葬のために何一つ出費しなかったなどと言って、この点で私を出し抜くことのないよう、解釈者(エクセゲテス)に伺いを立て、その指図に従って私自身の懐から出費し、九日目の儀式(エナタ)を執り行い、できる限り立派に準備を整えました。それは彼らのこのような不敬な企みを打ち砕くためであり、また彼らだけがすべての出費をし、私は何もしなかったかのように見られることなく、同様に私も出費したと見えるようにするためでした。
καὶ τὰ μὲν γεγενημένα, καὶ διʼ ἃ τὰ πράγματα ταῦτʼ ἔχομεν, σχεδόν τι ταῦτʼ ἐστίν, ὦ ἄνδρες· εἰ δὲ εἰδείητε τὴν Διοκλέους ἀναισχυντίαν, καὶ περὶ τὰ ἄλλα οἷός ἐστιν, οὐκ ἂν ἀπιστήσαιτε τῶν εἰρημένων οὐδενί. οὗτος μὲν γὰρ ἔχει τὴν οὐσίαν, ἀφʼ ἧς νῦν ἐστι λαμπρός, ἀλλοτρίαν, ἀδελφῶν τριῶν ὁμομητρίων ἐπικλήρων καταλειφθεισῶν αὑτὸν τῷ πατρὶ αὐτῶν εἰσποιήσας, οὐδεμίαν ἐκείνου περὶ τούτων ποιησαμένου διαθήκην.
そして皆様、起きた事柄、また私たちがこれらの紛争を抱えるに至った経緯は、ほぼこの通りであります。もし皆様がディオクレスの破廉恥さや、他の事柄において彼がどのような人物であるかをご存じであれば、今申し上げたことの何一つとして疑うことはないはずです。というのも、彼はいま羽振りを利かせているその財産を持っていますが、それは他人のものであり、同母の妹たち三人が女相続人(エピクレロス)として残された際、その父が彼女らに関して何ら遺言書を作成していなかったにもかかわらず、自らを彼女らの父の養子に潜り込ませたのです。
τοῖν δʼ ἀδελφαῖν τοῖν δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε, τῆς δὲ μετʼ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δʼ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε, καταπλήξας δὲ ταῖς αὑτοῦ βδελυρίαις προσαφῄρηται τὸν ὑὸν αὐτῆς τὴν οὐσίαν2 ἐπιτροπεύσας, καὶ κατέχει τὸν ἀγρόν, φελλέα [χωρία ἄττα] δὲ ἐκείνῳ δέδωκε. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, δεδίασι μὲν αὐτόν, ἴσως δʼ ἄν μοι καὶ μαρτυρῆσαι ἐθελήσειαν· εἰ δὲ μή, τοὺς εἰδότας παρέξομαι μάρτυρας. καί μοι κάλει δεῦρο αὐτοὺς πρῶτον.
そして、二人の妹が嫁いでいた夫たちから財産の返還を請求されると、ディオクレスは姉を娶っていた夫を監禁して罠に陥れ、市民権を喪失させ(アティミア)、暴行・侮辱(ヒュブリス)の訴訟を起こされながら、いまだにその罪に対する罰を受けておりません。また、その妹の夫については、下男に命じて殺害させ、その下男を国外へ逃亡させたうえ、罪の責任を妹に着せました。さらに、自らの悪辣さで彼女を脅迫したあげく、その子の後見人を務めながら、彼女の息子から財産をも奪い取り、肥沃な農地を自ら手中に収め、その子には岩だらけの荒れ地を与えたのです。私がこれらのことについて真実を述べている証拠として、彼らはディオクレスを恐れてはおりますが、おそらく私に証言することを望んでくれるでしょう。もし証言しないとしても、事情をよく知る人々を証人として提出いたしましょう。さあ、まず彼らをここに呼び出してください。
Μάρτυρες οὕτω τοίνυν ἀσελγὴς ὢν καὶ βίαιος καὶ τὴν τῶν ἀδελφῶν οὐσίαν ἀπεστερηκὼς οὐκ ἀγαπᾷ τὰ ἐκείνων ἔχων, ἀλλʼ ὅτι δίκην οὐδεμίαν αὐτῶν δέδωκεν, ἥκει καὶ τὰ τοῦ πάππου χρήματα ἡμᾶς ἀποστερήσων, καὶ τούτῳ δύο μνᾶς (ὡς ἀκούομεν) μόνας δεδωκὼς οὐ μόνον περὶ χρημάτων ἡμᾶς ἀλλὰ καὶ περὶ τῆς πατρίδος εἰς κινδύνους καθίστησιν. ἐὰν γὰρ ἐξαπατηθῆτε ὑμεῖς πεισθέντες ὡς ἡ μήτηρ ἡμῶν οὐκ ἦν πολῖτις, οὐδʼ ἡμεῖς ἐσμεν· μετʼ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν.3 ἆρα περὶ μικρῶν τινῶν ἡμῖν τὸν ἀγῶνα κατεσκεύακε; καὶ ζῶντος μὲν τοῦ πάππου καὶ τοῦ πατρὸς οὐδεμίαν αἰτίαν εἴχομεν, ἀλλʼ ἀναμφισβήτητοι τὸν ἅπαντα χρόνον διετελέσαμεν·
証人たちこのように彼は放埒かつ凶暴な人間であり、妹たちの財産を奪い取っていながら、それらの財産を所持するだけでは飽き足らず、それについて何ら罰を受けていないことから、今度は祖父の財産をも私たちから奪おうとやって来たのです。そして、この男には(私たちが耳にしているところによれば)わずか2ムナを与えただけで、私たちを財産だけでなく、祖国の市民権に関しても危機に陥れているのです。なぜなら、もし皆様が騙されて、私たちの母が市民ではなかったと納得させられてしまえば、私たちも市民ではなくなってしまうからです。私たちはアルコン・エウクレイデスの任期以後に生まれたからです。彼は私たちに対して、取るに足らない事柄をめぐる法廷闘争を仕掛けてきたとでも言うのでしょうか。祖父や父が生きていた間は、私たちは何ら非難を受けることもなく、全期間を通じて異議を唱えられることなく過ごしてまいりました。
ἐπειδὴ δʼ ἐκεῖνοι τετελευτήκασι, κἂν νῦν νικήσωμεν, ὄνειδος ἕξομεν, διότι ἠμφισβητήθημεν, διὰ τὸν Ὀρέστην τοῦτον τὸν κακῶς ἀπολούμενον, ὃς μοιχὸς ληφθεὶς καὶ παθὼν ὅ τι προσήκει τοὺς τὰ τοιαῦτα ποιοῦντας οὐδʼ ὣς ἀπαλλάττεται τοῦ πράγματος, ὡς οἱ συνειδότες καταμαρτυροῦσι. τοῦτον μὲν οὖν, οἷός ἐστι, καὶ νῦν ἀκούετε καὶ αὖθις ἀκριβέστερον πεύσεσθε, ὅταν κατʼ αὐτοῦ τὴν δίκην ἡμεῖς εἰσίωμεν·
ところが、彼らが亡くなると、たとえ私たちが今勝訴したとしても、訴訟を起こされたこと自体によって汚名を着せられることになります。それは、この忌まわしいオレステスのせいであります。奴は姦通者として捕らえられ、そのような行いをする者にふさわしい処罰を受けながらも、なおもその所業から足を洗っていないことは、事情に通じた人々が証言している通りです。彼がどのような男であるかについては、今もお聞きになっておりますが、後日、私たちが彼に対して裁判を起こすときに、より詳細に知ることになるでしょう。
ὑμῶν δʼ ἐγὼ δέομαι καὶ ἱκετεύω, μή με περιίδητε περὶ τούτων ὑβρισθέντα τῶν χρημάτων ὧν ὁ πάππος κατέλιπε, μηδʼ ἀποστερηθέντα, ἀλλὰ βοηθήσατε καθʼ ὅσον ὑμῶν ἕκαστος τυγχάνει δυνάμενος. ἔχετε δὲ πίστεις ἱκανὰς ἐκ μαρτυριῶν, ἐκ βασάνων, ἐξ αὐτῶν τῶν νόμων, ὅτι τʼ ἐσμὲν 〈ἐκ〉 θυγατρὸς γνησίας Κίρωνος, καὶ ὅτι προσήκει ἡμῖν μᾶλλον ἢ τούτοις κληρονομεῖν τῶν ἐκείνου χρημάτων, ἐκγόνοις οὖσι τοῦ πάππου.
私は皆様にお願いし、懇願いたします。祖父が残したこれらの財産に関して、私が侮辱され、権利を剥奪されるのを放置しないでください。そうではなく、皆様の各自ができる限りの力をもって力をお貸しください。皆様は、証言、拷問による証言、法そのものから、私たちがキロンの嫡出の娘から生まれた者であること、また祖父の直系の子孫である私たちこそ、彼らよりもその財産を相続するにふさわしいことについての十分な証拠をお持ちです。
μνησθέντες οὖν καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, καὶ τῶν λόγων οὓς εἰρήκαμεν, καὶ τῶν νόμων, ᾗ δίκαιόν ἐστι, ταύτῃ τὴν ψῆφον τίθεσθε. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. λαβὲ δʼ αὐτοῖς τὴν μαρτυρίαν τὴν λοιπήν, ὡς ἐλήφθη μοιχός, καὶ ἀνάγνωθι. 〈Μαρτυρία〉
ですから、皆様が誓いを立てて裁くその宣誓を、私たちが申し上げた論弁を、そして法律を心に留め、正義にかなう道に従って票を投じてください。 これ以上何を言うべきか、私には分かりません。皆様は述べられた事柄の何一つ見落としておられないと思うからです。さあ、〔書記よ、〕彼が姦通者として捕らえられた件に関する残りの証言を彼らのために取り上げ、朗読してください。 証言
- 39ὅπως δὲ μηδέν μου ταύτῃ πλεονεκτοῖεν
動詞 πλεονεκτέω は「〜より多くを得る、〜を出し抜く、〜に対して不当な優位に立つ」を意味し、比較・劣後を表す属格補語(μου)を伴っている。従属節は副詞 ταύτῃ(「この点において」)と目的を表す ὅπως+希求法によって導かれ、「彼らがこの点に関して私を出し抜くことのないように」という主語の意図を示す。
- 42προσαφῄρηται τὸν ὑὸν αὐτῆς τὴν οὐσίαν
複合動詞 προσαφαιρέω(さらに奪い取る)が、「人」を表す対格(τὸν ὑὸν αὐτῆς)と「物」を表す対格(τὴν οὐσίαν)の双方を直接補語に取る二重対格構文。主語であるディオクレスが被後見人である甥から財産を奪取した不法行為を表している。
- 43μετʼ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν
前置詞 μετά+対格(Εὐκλείδην ἄρχοντα)で「アルコン・エウクレイデスの(任期)の後に」という時代規定を表す。前403/2年のエウクレイデスのアルコン就任期に行われた市民権法(両親ともアテナイ市民であること)の再確認と厳格適用を背景とし、母の出自が否定されると発話者自身の市民権まで喪失するという法的な死活問題を論拠づけている。
