- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg006.humanitext-grc2:57-65
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、対手アンドロクレスが一方では子供たちを嫡出子と呼び他方では娘を女相続人として自己に請求している自家撞着を暴き、カイレストラトス家の国への貢献を訴えるとともに、子供たちの嫡女性に関する具体的証拠を示すよう求めて演説を結ぶ。
ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί;1 τοῦτο γὰρ ὑμῶν δέομαι καὶ ἱκετεύω σφόδρα μεμνῆσθαι, ὦ ἄνδρες, ὅπερ ὀλίγῳ πρότερον ἀπέδειξα ὑμῖν, ὅτι Ἀνδροκλῆς οὑτοσὶ φησὶ μὲν εἶναι ἐπίτροπος αὐτῶν ὡς ὄντων γνησίων Εὐκτήμονος, εἴληχε δʼ αὐτὸς [ἐφʼ] ἑαυτῷ τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπικλήρου· καὶ ταῦτα μεμαρτύρηται ὑμῖν.
それとも、後見人である彼ら自身が行ってきたことからも暴かれている者たちが相続するのでしょうか。裁判員の方々、私が先ほどあなた方に示したこと、すなわち、このアンドロクレスは子供たちがエウクテモンの嫡出子であるとして彼らの後見人であると主張しながら、他方では自ら自身のために、エウクテモンの娘が女相続人であるとしてエウクテモンの遺産と娘の帰属請求訴訟を起こしたということを、ぜひとも心に留めてくださるよう切に懇願し訴えかけます。そしてこれらのことは、あなた方に証言済みです。
καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες, πρὸς θεῶν Ὀλυμπίων, εἰ μὲν οἱ παῖδές εἰσι γνήσιοι, τὸν ἐπίτροπον ἑαυτῷ λαγχάνειν τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπιδίκου, εἰ δὲ μή εἰσι γνήσιοι, νῦν διαμεμαρτυρηκέναι ὡς εἰσὶ γνήσιοι; ταῦτα γὰρ αὐτὰ ἑαυτοῖς ἐναντία ἐστίν. ὥστʼ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχεται τὰ ψευδῆ διαμεμαρτυρηκώς, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς πράττει.
しかし裁判員の方々、オリュンポスの神々に誓って、もし子供たちが嫡出であるなら、後見人が自らのために、エウクテモンの娘が審査係争中であるとしてエウクテモンの遺産と娘の帰属請求を行うこと、他方もし嫡出でないなら、いま彼らが嫡出であると宣誓証言したことは、言語道断なことではないでしょうか。これらはまさに自家撞着なのです。したがって彼は、偽りの宣誓証言をしたことが我々によってのみならず、自らが行っていることによっても論駁されているのです。
καὶ τούτῳ μὲν οὐδεὶς διαμαρτυρεῖ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι 〈ἐξῆν〉, οὗτος δʼ ἅπαντας ἀποστερεῖ τῆς ἀμφισβητήσεως. καὶ διαρρήδην μαρτυρήσας γνησίους τοὺς παῖδας εἶναι, οἴεται ἐξαρκέσειν ὑμῖν παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδʼ ἐγχειρήσῃ ἐπιδεικνύναι ἢ καὶ κατὰ μικρόν τι ἐπιμνησθῇ, ἡμῖν δὲ λοιδορήσηται μεγάλῃ τῇ φωνῇ καὶ λέγῃ ὡς εἰσὶν οἵδε μὲν πλούσιοι αὐτὸς δὲ πένης, διὰ δὲ ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνησίους.2
そして、この男に対して遺産が審査係争対象ではないと宣誓異議を申し立てる者は誰もおらず、本訴によって出廷することもできたはずなのに、この男は万人の係争権を奪っています。そして、子供たちが嫡出であると断定的に証言しておきながら、この点については証明しようともせず、あるいはほんのわずか触れるだけで、大声で我々を罵り、この者たちは富裕で自分は貧民であると言い立て、これによって子供たちが嫡出であると認められるだろうと考え、余談を並べればあなた方に対して十分通用すると思い込んでいるのです。
τῆς δὲ τούτων οὐσίας, ὦ ἄνδρες, εἰς τὴν πόλιν πλείω ἀναλίσκεται ἢ εἰς αὐτοὺς τούτους. καὶ Φανόστρατος μὲν τετριηράρχηκεν ἑπτάκις ἤδη, τὰς δὲ λῃτουργίας ἁπάσας λελῃτούργηκε καὶ τὰς πλείστας νίκας νενίκηκεν· οὑτοσὶ δὲ Χαιρέστρατος τηλικοῦτος ὢν τετριηράρχηκε, κεχορήγηκε δὲ τραγῳδοῖς, γεγυμνασιάρχηκε δὲ λαμπάδι· καὶ τὰς εἰσφορὰς εἰσενηνόχασιν ἀμφότεροι πάσας ἐν τοῖς τριακοσίοις. καὶ τέως μὲν δύʼ ὄντες, νῦν δὲ καὶ ὁ νεώτερος οὑτοσὶ χορηγεῖ μὲν τραγῳδοῖς, εἰς δὲ τοὺς τριακοσίους ἐγγέγραπται καὶ εἰσφέρει τὰς εἰσφοράς.
しかし裁判員の方々、この者たちの財産からは、当人たち自身のためよりも都市のために多くが費やされています。ファノストラトスはすでに七度も軍船調達を務め、あらゆる公役を果たし、多くの勝利を収めてきました。また、こちらのカイレストラトスはこの若さで軍船調達を務め、悲劇合唱隊を後援し、たいまつ競走の体育館長を務めました。そして二人とも、三百人衆の中で課されるあらゆる特別財産税を納めてきました。以前は二人でしたが、現在ではより年下のこの者も悲劇合唱隊を後援し、三百人衆に登録されて特別財産税を納めています。
ὥστʼ οὐ φθονεῖσθαί εἰσιν ἄξιοι, ἀλλὰ πολὺ μᾶλλον νὴ Δία καὶ τὸν Ἀπόλλω οὗτοι, εἰ λήψονται ἃ μὴ προσήκει αὐτοῖς. τοῦ γὰρ Φιλοκτήμονος κλήρου ἂν μὲν ἐπιδικάσηται ὅδε, ὑμῖν αὐτὸν ταμιεύσει, τὰ προσταττόμενα λῃτουργῶν ὥσπερ καὶ νῦν καὶ ἔτι μᾶλλον· ἐὰν δʼ οὗτοι λάβωσι, διαφορήσαντες ἑτέροις ἐπιβουλεύσουσι.
したがって、彼らが妬まれる筋合いは毛頭なく、むしろゼウスとアポロンにかけて、自分たちに無関係なものを手に入れようとするなら、この者たちこそ大いに妬まれるべきなのです。なぜなら、この者がフィロクテモンの遺産を審判によって認められれば、現在同様あるいはそれ以上に課された公役を果たしながら、あなた方のためにその財産を管理するでしょうが、あいつらが手に入れれば、食い荒らした挙句、他の者の財産をも狙って陰謀を巡らすでしょうから。
δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, ἵνα μὴ ἐξαπατηθῆτε, τῇ διαμαρτυρίᾳ τὸν νοῦν προσέχειν περὶ ἧς τὴν ψῆφον οἴσετε· καὶ πρὸς ταύτην αὐτὸν κελεύετε τὴν ἀπολογίαν ποιεῖσθαι, ὥσπερ καὶ ἡμεῖς κατηγορήσαμεν. γέγραπται ὡς οὐκ ἔδωκεν οὐδὲ διέθετο Φιλοκτήμων· τοῦτο ἐπιδέδεικται ψεῦδος ὄν· καὶ γὰρ [ὁ δοὺς καὶ ὁ διαθέμενος καὶ] μαρτυροῦσιν οἱ παραγενόμενοι.
それゆえ裁判員の方々、あなた方が欺かれないよう、自らが票を投じる対象である宣誓異議申立に注意を払ってくださるよう懇願します。そして、我々が告発したとおりに、彼がこの異議申立に対して弁明を行うよう命じてください。異議書には『フィロクテモンは贈与も遺言もしなかった』と記されていますが、これが虚偽であることはすでに証明されました。立ち会った者たちが証言しているからです。
τί ἔτι; τελευτῆσαι ἄπαιδα Φιλοκτήμονα. πῶς οὖν ἄπαις ἦν ὅστις τὸν ἑαυτοῦ ἀδελφιδοῦν ὑὸν ποιησάμενος κατέλιπεν, ᾧ ὁμοίως ὁ νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις;3 καὶ διαρρήδην ἐν τῷ νόμῳ γέγραπται, ἐὰν ποιησαμένῳ παῖδες ἐπιγένωνται, τὸ μέρος ἑκάτερον ἔχειν τῆς οὐσίας καὶ κληρονομεῖν ὁμοίως ἀμφοτέρους.
さらに何と記されているでしょうか。『フィロクテモンは子を残さずに死んだ』とあります。では、自分自身から生まれた者と同様に法律が相続権を認めている自分の甥を、養子として残した者が、どうして子を残さずに死んだと言えるでしょうか。そして法律には、養子縁組をした者に後から実子が生まれた場合、双方が財産の割り当てを持ち、両者が同等に相続すると明文で規定されているのです。
ὡς οὖν εἰσὶ γνήσιοι οἱ παῖδες οἵδε, τοῦτʼ αὐτὸ ἐπιδεικνύτω, ὥσπερ ἂν ὑμῶν ἕκαστος. οὐ γὰρ ἂν εἴπῃ μητρὸς ὄνομα, γνήσιοί εἰσιν, ἀλλʼ ἐὰν ἐπιδεικνύῃ ὡς ἀληθῆ λέγει, τοὺς συγγενεῖς παρεχόμενος τοὺς εἰδότας συνοικοῦσαν τῷ Εὐκτήμονι 〈καὶ〉 τοὺς δημότας καὶ τοὺς φράτορας, εἴ τι ἀκηκόασι πώποτε ἢ ἴσασιν ὑπὲρ αὐτῆς Εὐκτήμονα λῃτουργήσαντα, ἔτι δὲ ποῦ τέθαπται, ἐν ποίοις μνήμασι, 〈καὶ〉 τίς εἶδε τὰ νομιζόμενα ποιοῦντα Εὐκτήμονα· ποῖ δʼ ἔτʼ ἰόντες οἱ παῖδες ἐναγίζουσι καὶ χέονται, καὶ τίς εἶδε ταῦτα τῶν πολιτῶν ἢ τῶν οἰκετῶν 〈τῶν〉 Εὐκτήμονος. ταῦτα γάρ ἐστιν ἔλεγχος ἅπαντα, καὶ οὐ λοιδορία. καὶ ἐὰν περὶ αὐτοῦ τούτου κελεύητε ἐπιδεικνύναι ὥσπερ καὶ διεμαρτύρησεν, ὑμεῖς τε τὴν ψῆφον ὁσίαν καὶ κατὰ τοὺς νόμους θήσεσθε, τοῖσδέ τε τὰ δίκαια γενήσεται.
したがって、この子供たちが嫡出であるというなら、あなた方の誰もがそうするように、まさにその点を証明させるべきです。母親の名を言ったからといって嫡出になるわけではなく、エウクテモンと同棲していたことを知っている親族、区民、フラトリアの人々を連れてきて、彼らが彼女のためにエウクテモンが婚姻祭礼の公役を果たしたのをこれまでに耳にしたか知っているかを証言させて彼が真実を述べていることを証明し、さらに彼女がどこに埋葬され、どのような墓に入り、誰がエウクテモンが慣習の法要を営むのを見たか、また子供たちはいまどこへ赴いて死者供養や献酒を行っており、市民やエウクテモンの召使の誰がそれらを目撃したかを証明するなら〔嫡出になる〕のです。これらこそがすべて論証であり、罵詈雑言ではないのです。そして、彼が自ら宣誓証言したとおりにまさにこの点について証明するよう命じてくださるなら、あなた方は敬虔かつ法に従った票を投じることになり、この者たちには正義がもたらされることになるのです。
- 57ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί;
直前の箇所の末尾の比較疑問文「πότερον δικαιότερον τῶν Εὐκτήμονος κληρονομεῖν τὰς ἐκείνου θυγατέρας... ἢ τοὺς οὐδὲν προσήκοντας, οἳ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχονται...」の結びを引き継ぐ構文。「あるいは、我々によってのみならず、後見人である彼ら自身が行ったことからも(偽証・不当性が)論駁されている者たちが相続する方が正当なのか」という並列関係を成す。διαπεπραγμένοι εἰσί は完了中動・受動分詞と連結動詞の迂言形で、ここでは再帰的・能動的意味(行ってきた行為)を持つ。
- 59οἴεται ἐξαρκέσειν ὑμῖν παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδʼ ἐγχειρήσῃ ἐπιδεικνύναι... διὰ δὲ ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνησίους.
主動詞 οἴεται に二つの不定詞節が従属する複文構造。第一の不定詞は ἐξαρκέσειν(主語は παρεκβάσεις)、第二の不定詞は δόξειν(主語は対格不定詞句 τοὺς παῖδας εἶναι γνησίους)。条件節 ἐὰν... ἐγχειρήσῃ... λοιδορήσηται... καὶ λέγῃ の後に続く不定詞 δόξειν は、主語(アンドロクレス)の意図・期待を表す οἴεται の支配下に置かれている。
- 63ᾧ ὁμοίως ὁ νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις
ὁμοίως... καί の相関構文で、「〜と同様に…にも」を表す。関係代名詞与格 ᾧ(養子となった甥)と、καί の後置された与格句 τοῖς ἐξ αὐτοῦ γενομένοις(実子たち)が対比・同等視され、法律が両者に均等に相続分を与えることを示す。
