- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg003.humanitext-grc2:19-28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、相手側が提出した不在証言録取が親族を伴わず無信用な二人だけでなされた不自然さを、別の遠方訴訟での慎重な証人集めと対比して指摘し、持参金の取り決めもないことから叔父との正式な婚約は虚構であると論じる。
μέγα δὲ τεκμήριον ὡς περιφανῶς ψευδῆ τὴν μαρτυρίαν οὗτοι παρέσχοντο ταύτην·1 ἴστε γὰρ πάντες ὡς ὅταν μὲν ἐπὶ προδήλους πράξεις ἴωμεν, ἃς δεῖ μετὰ μαρτύρων γενέσθαι, τοὺς οἰκειοτάτους καὶ οἷς ἂν τυγχάνωμεν χρώμενοι μάλιστα, τούτους παραλαμβάνειν εἰώθαμεν ἐπὶ τὰς πράξεις τὰς τοιαύτας, τῶν δὲ ἀδήλων καὶ ἐξαίφνης γιγνομένων τοὺς προστυχόντας ἕκαστοι μάρτυρας ποιούμεθα.
彼らが提出したこの証言が明白に偽りであることには、重大な証拠があります。なぜなら、皆様もご承知のとおり、前もって分かっていて証人を伴うべき公然の行為に赴く際には、私たちは最も親しい身内や最も親しく付き合っている者たちをそのような行為に同伴させるのを常としており、予期せぬ不測の事態に対しては、その場に居合わせた者を証人とするものだからです。
καὶ ἐπὶ μὲν ταῖς μαρτυρίαις αὐταῖς τοῖς παραγενομένοις αὐτοῖς, ὁποῖοί τινες ἂν ὦσι, τούτοις μάρτυσι χρῆσθαι ἀναγκαῖόν ἐστιν ἡμῖν· παρὰ δὲ τῶν ἀσθενούντων ἢ τῶν ἀποδημεῖν μελλόντων ὅταν τις ἐκμαρτυρίαν ποιῆται, τοὺς ἐπιεικεστάτους τῶν πολιτῶν καὶ τοὺς ἡμῖν γνωριμωτάτους ἕκαστος ἡμῶν παρακαλεῖ μάλιστα, καὶ οὐ μεθʼ ἑνὸς οὐδὲ μετὰ δυοῖν, ἀλλʼ ὡς ἂν μετὰ πλείστων δυνώμεθα τὰς ἐκμαρτυρίας πάντες ποιούμεθα, ἵνα τῷ τε ἐκμαρτυρήσαντι μὴ ἐξείη ὕστερον ἐξάρνῳ γενέσθαι τὴν μαρτυρίαν, ὑμεῖς τε πολλοῖς καὶ καλοῖς κἀγαθοῖς ταὐτὰ μαρτυροῦσι πιστεύοιτε μᾶλλον.
そして、実際の出来事の場に居合わせた証言そのものについては、その人々がどのような人物であろうと、彼らを証人として用いることが私たちにとって不可避です。しかし、病気中の者や出国しようとしている者から法廷外証言を取る際には、私たち銘々は市民のうち最も分別のある人々や私たちに最もよく知られた者たちを特に呼ぶのであり、一人や二人とではなく、できる限り多くの者と共に行うのであります。それは、法廷外証言を行った者が後になってその証言を否認することが許されないようにするためであり、また皆様が、同一の事柄を証言する多くの立派な善美な人々のほうをより信頼されるようにするためです。
Ξενοκλῆς τοίνυν Βήσαζε μὲν ἰὼν εἰς τὸ ἐργαστήριον τὸ ἡμέτερον εἰς τὰ ἔργα, οὐχ ἡγήσατο δεῖν τοῖς ἀπὸ τοῦ αὐτομάτου ἐκεῖ ἐντυχοῦσι μάρτυσι χρῆσθαι περὶ τῆς ἐξαγωγῆς, ἀλλʼ ἧκεν ἔχων ἐνθένδε Διόφαντον τὸν Σφήττιον μεθʼ ἑαυτοῦ, ὃς ἔλεγε τὴν δίκην ὑπὲρ τούτου, καὶ Δωρόθεον τὸν Ἐλευσίνιον καὶ τὸν ἀδελφὸν αὐτοῦ Φιλοχάρη καὶ ἄλλους πολλοὺς μάρτυρας, παρακεκληκὼς ἐνθένδε σταδίους ἐγγὺς τριακοσίους ἐκεῖσε·
ところがゼノクレースは、私たちの鉱山作業場へ強制排除の手続きを行うためにベーサへ赴いた際には、現地で偶発的に居合わせた者たちを証人として用いるべきだとは考えず、自らの代理として弁論を行ったスペットス区のディオパントス、エレウシス区のドロテオスとその兄弟のピロカレス、その他多くの証人をここから同伴し、約三百スタディオンの道のりをここからあちらまで同行させたのです。
περὶ δὲ τῆς ἐγγύης τῆς τήθης τῶν παίδων τῶν ἑαυτοῦ ἐν τῷ ἄστει ἐκμαρτυρίαν (ὥς φησι) ποιούμενος τῶν μὲν οἰκείων οὐδένα τῶν ἑαυτοῦ παρακεκληκὼς φαίνεται, Διονύσιον δὲ 〈τὸν〉 Ἐρχιέα καὶ [τὸν] Ἀριστόλοχον τὸν Αἰθαλίδην· μετὰ δυοῖν τούτοιν ἐν τῷ ἄστει αὐτοῦ τὴν ἐκμαρτυρίαν ποιήσασθαί φασιν οὗτοι, -- τοιαύτην μετὰ τούτων· οἷς οὐδʼ ἂν περὶ ὁτουοῦν πιστεύσειεν ἄλλος οὐδείς.
それにもかかわらず、自らの子供たちの祖母の婚約について市内で法廷外証言を(彼の主張によれば)取るにあたっては、自らの身内を誰一人として呼んでいないように見受けられ、呼んだのはエルキア区のディオニュシオスとアイタリダイ区のアリストロコスだけでした。彼らは、これら二人と共にまさに市内でその法廷外証言を取ったと主張しているのです――このような重大な事柄を、他の誰もいかなる事柄についても信じることのないような者たちと共に行ったというのです。
ἴσως γὰρ ἦν νὴ Δία πάρεργον καὶ φαῦλον, περὶ οὗ τὴν ἐκμαρτυρίαν παρὰ τοῦ Πυρετίδου φασὶ ποιήσασθαι οὗτοι, ὥστε οὐδὲν θαυμαστὸν ὀλιγωρηθῆναι ἦν τὸ πρᾶγμα. καὶ πῶς; οἷς γε περὶ αὐτοῦ τούτου ὁ ἀγὼν ἦν ὁ τῶν ψευδομαρτυρίων, ὃν Ξενοκλῆς ἔφευγεν, ἢ ἐξ ἑταίρας ἢ ἐξ ἐγγυητῆς τὴν ἑαυτοῦ γυναῖκα εἶναι. εἶτα ἐπὶ ταύτην ἂν τὴν μαρτυρίαν, εἰ ἦν ἀληθής, οὐκ ἂν ἅπαντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρακαλεῖν ἐκεῖνος ἠξίωσεν;
なるほどゼウスにかけて、彼らがピュレティデスから法廷外証言を取ったと主張する事柄は、つまらない些細な用件であり、したがってその件が軽視されたのも何ら不思議ではなかったとでも言うのでしょうか。決してそうではありません。彼らにとってゼノクレースが被告となっていた偽証罪の訴訟は、まさにこのこと、すなわち自らの妻が娼婦の生まれであるか婚約を経た妻の生まれであるかという点をめぐるものだったのですから。それなのに、もしその証言が真実であったなら、あの男は自らの身内の者を全員呼ぶに値すると考えなかったはずがありましょうか。
ναὶ μὰ Δία, ὡς ἔγωγε ᾤμην, εἴ γε ἦν ἀληθὲς τὸ πρᾶγμα. οὐ τοίνυν φαίνεται, ἀλλʼ ὁ μὲν Ξενοκλῆς πρὸς τοὺς ἐπιτυχόντας δύο ἐκμαρτυρησάμενος τὴν μαρτυρίαν ταύτην, Νικόδημος δὲ οὑτοσὶ ἕνα μόνον μάρτυρα παρακαλέσας μεθʼ ἑαυτοῦ τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ ἐγγυῆσαί φησι τὴν ἀδελφήν.
ええ、ゼウスにかけて、もしその事柄が真実であったなら、私自身そう考えたはずです。しかし実際はそうではなかったことが明らかです。ゼノクレースは行きずりの二人の前でその証言を録取し、他方こちらのニコデモスは、自分と共にたった一人の証人を呼んだだけで、三タラントンの家産を持つ男に姉妹を婚約させたと主張しているのです。
καὶ οὗτος μὲν τὸν Πυρετίδην μόνον, οὐχ ὁμολογοῦντα, προσεποιήσατο μεθʼ ἑαυτοῦ παραγενέσθαι· ὑπὸ δὲ τοῦ ἐγγυήσασθαι μέλλοντος τὴν τοιαύτην Λυσιμένης καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Χαίρων καὶ Πυλάδης, φασὶ παρακληθέντες τῇ ἐγγύῃ παραγενέσθαι, καὶ ταῦτα θεῖοι ὄντες τῷ ἐγγυωμένῳ.
そしてこの者は、ピュレティデス一人だけが自分と共に居合わせたと装ったものの、当人はそれを認めていません。他方で、リュシメネスとその兄弟のカイロンとピュラデスは、このような女と婚約しようとしていた男から請われて婚約に居合わせたと主張しており、しかも彼らは婚約する男の叔父たちなのです。
ὑμέτερον οὖν ἔργον σκέψασθαι νῦν, εἰ δοκεῖ πιστὸν εἶναι τὸ πρᾶγμα. ἐγὼ μὲν γὰρ νομίζω, ἐκ τῶν εἰκότων σκοπούμενος, πολὺ ἂν μᾶλλον τὸν Πύρρον πάντας ἂν τοὺς οἰκείους βούλεσθαι λεληθέναι, εἴ τι παρεσκευάζετο ὁμολογεῖν ἢ πράττειν ἀνάξιον τῶν αὑτοῦ, ἢ παρακαλέσαι2 μάρτυρας τοὺς θείους τοὺς ἑαυτοῦ ἐπὶ ἁμάρτημα τηλικοῦτον.
したがって、この事柄が信憑性のあるものと思われるかどうかを検討することは、今や皆様の務めです。なぜなら私は、蓋然性に基づいて考えるならば、もしピュロスが自らの家名にふさわしくないことを認めたり行おうと企てていたのであれば、このような重大な過ちの場に自らの叔父たちを証人として呼ぶよりは、むしろ親族一同に隠しておきたいと望んだはずだと思うからです。
ἔτι δὲ καὶ περὶ ἐκείνου θαυμάζω, εἰ μηδεμίαν προῖκα μήθʼ ὁ διδοὺς μήθʼ ὁ λαμβάνων διωμολογήσαντο ἕξειν ἐπὶ τῇ γυναικί. τοῦτο μὲν γὰρ εἴ τινα ἐδίδου, εἰκὸς ἦν καὶ τὴν δοθεῖσαν ὑπὸ τῶν παραγενέσθαι φασκόντων μαρτυρεῖσθαι· τοῦτο δʼ εἰ διʼ ἐπιθυμίαν τὴν ἐγγύην ὁ θεῖος ἡμῶν ἐποιεῖτο τῆς τοιαύτης γυναικός, δῆλον ὅτι κἂν ἀργύριον πολλῷ μᾶλλον [ἢ] ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί,3 ἵνα μὴ ἐπʼ ἐκείνῳ γένοιτο ῥᾳδίως ἀπαλλάττεσθαι, ὁπότε βούλοιτο, τῆς γυναικός·
さらに私は、与える側も受け取る側も、その女に対して何の持参金を持たせる(保持する)という取り決めもしなかったことについても疑念を抱きます。というのも、もし何らかの持参金を与えていたのであれば、立ち会ったと主張する者たちによってその授受された持参金についても証言がなされたはずだからです。また、もし私たちの叔父が欲望ゆえにそのような女との婚約を結んだのであれば、望む時にいつでも簡単にその女を離縁することが叔父の意のままにならぬよう、婚約させた側はなおさらのこと、夫が女に対して持参金を保持する(持参金を伴わせる)という合意を取り交わしたはずだからです。
- 19μέγα δὲ τεκμήριον ὡς περιφανῶς ψευδῆ τὴν μαρτυρίαν οὗτοι παρέσχοντο ταύτην
μέγα τεκμήριον(重大な証拠)の後に係辞 ἐστί が省略された構文。ὡς は事実を導く接続詞(ὅτι と同義)で、後ろの完全な文(「彼らがこの証言を明白に偽りとして提出したこと」)を導き、全体として主格補語または主語と同格の節を構成している。
- 27πολὺ ἂν μᾶλλον τὸν Πύρρον πάντας ἂν τοὺς οἰκείους βούλεσθαι λεληθέναι... ἢ παρακαλέσαι
不定詞 βούλεσθαι に小辞 ἄν が二重に添えられ(文頭寄りの πολὺ ἄν と、主語対格の後ろの πάντας ἄν)、過去の反実仮想の帰結(直説法過去+ἄν)を間接話法で表現している。さらに μᾶλλον ... βούλεσθαι(「むしろ〜の方を望む」)の補語不定詞として、λεληθέναι と παρακαλέσαι が ἤ によって対置されている。
- 28κἂν ἀργύριον πολλῷ μᾶλλον [ἢ] ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί
κἂν は καὶ ἄν の縮約であり、直説法過去 διωμολογήσατο に掛かって過去の反実仮想(「合意したはずである」)を表す。テキストの [ἢ] は写本伝承の乱れとして角括弧で削除(athetize)されており、πολλῷ μᾶλλον は副詞として「はるかに好んで/いっそう確実に」の意味で動詞を修飾している。
