- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg002.humanitext-grc2:40-47
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、相手方の過去の和解遵守違反や自己の孝養・公務の実績を訴え、養子縁組が無効になれば養父の名と祭祀が絶たれるとして、裁判員に証人の無罪と養子身分の維持を懇請して弁論を結ぶ。
ἐγὼ δʼ οἶμαι καταφανὲς ὑμῖν ἅπασι τοῦτʼ εἶναι, ὡς καὶ παρὰ τούτων αὐτῶν ὁμολογούμενόν ἐστιν ὅτι Μενεκλῆς οὐ παρεφρόνει, ἀλλὰ πολὺ μᾶλλον οὗτος νυνί, ὅς γε ποιησάμενος τῆς ἔχθρας διάλυσιν πρὸς ἡμᾶς καὶ ὀμόσας ὅρκους πάλιν νῦν ἥκει τὰ ὁμολογηθέντα καὶ ὀμοθέντα παραβάς, καὶ ἀφελέσθαι με ἀξιοῖ ταυτὶ τὰ λοιπά, οὕτως ὄντα μικρά.
私は皆様全員にとって次のことが明白であると考えます。すなわち、メネクレースが正気を失っていたのではないということは、まさに彼ら自身によっても認められているのであり、むしろ正気を失っているのは今やこの男の方であるということです。この男こそは、私たちと不和を解消して誓いを立てたにもかかわらず、今ふたたび合意され誓われた事柄を破ってここへ現れ、これほど僅かである残りの財産すら私から奪い去るのが当然だと主張しているのです。
ἐγὼ δὲ εἰ μὴ πάνυ τὸ πρᾶγμα αἰσχρὸν εἶναι ἐνόμιζον καὶ ἐπονείδιστον, προδοῦναι τὸν πατέρα οὗ εἶναι ὠνομάσθην καὶ ὃς ἐποιήσατό με, ταχὺ ἂν ἀπέστην αὐτῷ τῶν ἐκείνου· ἔστι γὰρ ὑπόλοιπον οὐδὲ ἕν, ὡς καὶ ὑμᾶς οἴομαι αἰσθάνεσθαι.
しかし私とて、もし自分がその子と呼ばれ、自分を養子にしてくれた父親を裏切ることが極めて不名誉で恥辱に満ちたことだと考えないのであれば、すぐさまあの人の財産をこの男に譲り渡していたことでしょう。皆様もお気づきのように、残されているものは何一つないのですから。
νυνὶ δὲ δεινὸν τὸ πρᾶγμα καὶ αἰσχρὸν εἶναι τῇδε νομίζω, εἰ ἡνίκα μὲν ὁ Μενεκλῆς εἶχέ τι, τότε μὲν ἔδωκα ἐμαυτὸν ὑὸν αὐτῷ ποιήσασθαι, καὶ ἀπὸ τῆς οὐσίας τῆς ἐκείνου, πρὶν πραθῆναι τὸ χωρίον, ἐγυμνασιάρχουν ἐν τῷ δήμῳ καὶ ἐφιλοτιμήθην ὡς ὑὸς ὢν ἐκείνου, καὶ τὰς στρατείας, ὅσαι ἐγένοντο ἐν τῷ χρόνῳ τούτῳ, ἐστράτευμαι ἐν τῇ φυλῇ τῇ ἐκείνου καὶ ἐν τῷ δήμῳ·
しかし今、私は次の点において事態を恐ろしく不名誉なことだと考えているのです。すなわち、メネクレースに財産があった頃には、私は養子縁組を承諾し、土地が売却される前にはあの人の財産から区において体育長を務め、あの人の息子として名誉ある奉仕を行い、またその期間に行われた軍事遠征のすべてにおいて、あの人の部族および区の一員として従軍いたしました。
ἐπειδὴ δὲ ἐκεῖνος ἐτελεύτησεν, εἰ προδώσω καὶ ἐξερημώσας αὐτοῦ τὸν οἶκον ἀπιὼν οἰχήσομαι, πῶς οὐκ ἂν δεινὸν τὸ πρᾶγμα εἶναι καὶ καταγέλαστον δοκοίη,1 καὶ τοῖς βουλομένοις περὶ ἐμοῦ βλασφημεῖν πολλὴν ἐξουσίαν παράσχοι; καὶ οὐ μόνον ταῦτʼ ἐστὶ τὰ ποιοῦντά με ἀγωνίζεσθαι τὸν ἀγῶνα τοῦτον, ἀλλʼ εἰ οὕτω φαῦλος ἄνθρωπος δοκῶ εἶναι καὶ μηδενὸς ἄξιος, ὥστε ὑπὸ μὲν εὖ φρονοῦντος μηδʼ ὑφʼ ἑνὸς ἂν ποιηθῆναι τῶν φίλων, ὑπὸ δὲ παραφρονοῦντος,2 ταῦτʼ ἐστὶ τὰ λυποῦντά με.
それなのに、あの人が亡くなった今、もし私が裏切ってあの人の家を断絶させたまま立ち去ってしまうとすれば、どうしてその事態が恐ろしく嘲笑すべきものと見なされず、私について中傷したいと望む者たちに格好の口実を与えることにならないでしょうか。そして、私をこの法廷闘争へと駆り立てているのはこうしたことだけではありません。もし私が、友人たちのうち正気である者の誰一人からも養子にされなかっただろうに、正気を失った者から養子にされたのだと思われるほど、それほど卑劣で無価値な人間であると見なされるとしたら――これこそが私を苦しめていることなのです。
ἐγὼ οὖν δέομαι ὑμῶν πάντων, ὦ ἄνδρες, καὶ ἀντιβολῶ καὶ ἱκετεύω ἐλεῆσαί με καὶ ἀποψηφίσασθαι τοῦ μάρτυρος τουτουί.3 ἀπέφηνα δʼ ὑμῖν πρῶτον μὲν ποιηθέντα ἐμαυτὸν ὑπὸ τοῦ Μενεκλέους ὡς ἄν τις δικαιότατα ποιηθείη, καὶ οὐ λόγῳ οὐδὲ διαθήκῃ τὴν ποίησιν γεγενημένην, ἀλλʼ ἔργῳ· καὶ τούτων ὑμῖν τούς τε φράτορας καὶ τοὺς δημότας καὶ τοὺς ὀργεῶνας παρεσχόμην μάρτυρας·
裁判員の方々、それゆえ私は皆様全員にお願いし、懇願し、哀願いたします。私を憐れみ、こちらの証人を無罪としてくださいますよう。私は皆様に対し、まず何よりも自分が、人が養子となるにあたってこれ以上正当でありえないような形でメネクレースによって養子とされたこと、そして養子縁組が口先や遺言によるのではなく実際に行われたことを明らかにいたしました。そしてこのことについて、皆様にフラトリアの仲間、区民たち、オルゲオーンたちを証人として提出いたしました。
καὶ ἐκεῖνον ἐπέδειξα τρία καὶ εἴκοσιν ἐπιβιόντα ἔτη. εἶτα τοὺς νόμους ἐπέδειξα ὑμῖν τοῖς ἄπαισι τῶν ἀνθρώπων ἐξουσίαν διδόντας ὑεῖς ποιεῖσθαι. καὶ ἔτι πρὸς τούτοις ζῶντα τε φαίνομαι θεραπεύων αὐτὸν καὶ τελευτήσαντα θάψας.
さらに、あの人がその後二十三年間生き続けたことを証明いたしました。次いで皆様に、子無しの者たちに養子をとる権利を与えている法律の数々をお示しいたしました。その上さらに、私が生前のあの人の世話をし、死後には埋葬したことが明らかであります。
οὗτος δὲ νυνὶ ἄκληρον μὲν ἐμὲ ποιεῖν τοῦ κλήρου τοῦ πατρῴου, εἴτε μείζων ἐστὶν οὗτος εἴτε ἐλάττων, ἄπαιδα δὲ τὸν τελευτήσαντα καὶ ἀνώνυμον βούλεται καταστῆσαι, ἵνα μήτε τὰ ἱερὰ τὰ πατρῷα ὑπὲρ ἐκείνου μηδεὶς τιμᾷ μήτʼ ἐναγίζῃ αὐτῷ καθʼ ἕκαστον ἐνιαυτόν, ἀλλὰ ἀφαιρῆται τὰς τιμὰς τὰς ἐκείνου· ἃ προνοηθεὶς ὁ Μενεκλῆς, κύριος ὢν τῶν ἑαυτοῦ, ἐποιήσατο ὑὸν ἑαυτῷ, ἵνα τούτων ἁπάντων τυγχάνῃ.
ところがこの男は今、父祖の相続財産が多かろうと少なかろうと私からそれを奪い、亡くなった人を子無しで名もなき者にしようと望んでいるのです。それは、父祖伝来の祭祀を誰もあの人のために執り行わず、年ごとの追悼儀礼を捧げる者もなく、〔この男が〕あの人への敬意を奪い去るようにするためです。自らの財産の正当な処分権者であったメネクレースは、まさにこれらすべての敬意を受けることができるよう、先々のことを思慮して自分自身に息子を養子にとったのです。
μὴ οὖν, ὦ ἄνδρες, πεισθέντες ὑπὸ τούτων ἀφέλησθέ μου τὸ ὄνομα, τῆς κληρονομίας ὃ ἔτι μόνον λοιπόν ἐστιν,4 ἄκυρον δὲ τὴν ποίησιν αὐτοῦ καταστήσητε· ἀλλʼ ἐπειδὴ τὸ πρᾶγμα εἰς ὑμᾶς ἀφῖκται καὶ ὑμεῖς κύριοι γεγόνατε, βοηθήσατε καὶ ἡμῖν καὶ ἐκείνῳ τῷ ἐν Ἅιδου ὄντι, καὶ μὴ περιίδητε, πρὸς θεῶν καὶ δαιμόνων δέομαι ὑμῶν, προπηλακισθέντα αὐτὸν ὑπὸ τούτων, ἀλλὰ μεμνημένοι τοῦ νόμου καὶ τοῦ ὅρκου ὃν ὀμωμόκατε καὶ τῶν εἰρημένων ὑπὲρ τοῦ πράγματος, τὰ δίκαια καὶ τὰ εὔορκα κατὰ τοὺς νόμους ψηφίσασθε.
裁判員の方々、それゆえ彼らに言いくるめられて、あの相続において今や唯一残されている名義を私から奪い、あの人の養子縁組を無効になさらないでください。事柄が皆様のもとに委ねられ、皆様が決定者となられた以上、私たちをも、冥府におられるあの人をもお助けください。神々や精霊にかけて皆様にお願いいたします。あの人がこの者たちに侮辱されるのを放置しないでください。法と、皆様が誓われた宣誓と、事の真相について語られた弁論を心に留め、法に従って正義と誓いにかなった判決をお下しくださいますようお願い申し上げます。
- 43εἰ ἡνίκα μὲν ... ἐπειδὴ δὲ ... εἰ προδώσω ... πῶς οὐκ ἂν ... δοκοίη;
条件文が二重に展開し、主節の疑問文へと至る倒置・反復構文(破格構文)。前段の対比(ἡνίκα μὲν... / ἐπειδὴ δὲ...)が長大に挟まったため、条件を表す接続詞 εἰ が「εἰ προδώσω」において再度繰り返されて条件節を再開し、主節「πῶς οὐκ ἂν ... δοκοίη;(どうして〜と見なされないだろうか)」へと接続している。
- 43ὥστε ὑπὸ μὲν εὖ φρονοῦντος μηδʼ ὑφʼ ἑνὸς ἂν ποιηθῆναι τῶν φίλων, ὑπὸ δὲ παραφρονοῦντος
結果節(ὥστε+不定詞)の内部に潜勢(ἄν+不定詞)が含まれ、「正気な者からは誰一人養子にされなかったであろうに」という反実・潜在的含意を表す。後半の「ὑπὸ δὲ παραφρονοῦντος」の後ろには、先行する不定詞「[ἐποιήθην / ποιηθῆναι]」が省略されており、「正気を失った者から(のみ養子にされた)」と対比補完して読む。
- 44ἀποψηφίσασθαι τοῦ μάρτυρος τουτουί
動詞 ἀποψηφίζομαι は属格の名詞を伴って「〜に対して無罪の判決を下す」を意味する。この裁判は名目上、先行する対抗宣誓(ディアマルテュリア)を行った証人ピローニデースに対する偽証告発の裁判であるため、養子である発話者は審判員に対して「この証人(=被告)を無罪放免すること」を直接の判決請求として求めている。
- 47τῆς κληρονομίας ὃ ἔτι μόνον λοιπόν ἐστιν
部分の属格「τῆς κληρονομίας」が関係代名詞節の先頭に前置(hyperbaton)されている。語順としては「τὸ ὄνομα, ὃ ἔτι μόνον λοιπόν ἐστιν τῆς κληρονομίας(相続財産のうち今や唯一残されているものである、その名義)」という統語関係をなす。
