- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:35.1-35.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁士は、最初の審議時ではなく決議後に蒸し返して非難する政敵の姿勢を、決定後に一致団結するスパルタ人の美点と対比して厳しく糾弾し、内輪揉めに終始するアテナイの弊害を指摘した上で自らの提言を述べる姿勢を示す。
ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τότε πείθειν ὑμᾶς ὅ τι ἄριστον ἕκαστος ἡγεῖτο, ὅτʼ ἐβουλεύεσθε τὸ πρῶτον περὶ τούτων, ἵνα μὴ συνέβαινεν ἃ δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν ὑμῖν δοξάντων, παρανοίας θʼ ὑμεῖς κατεγιγνώσκεθʼ ὑμῶν αὐτῶν μεταβουλευόμενοι.1 ἐπειδὴ δὲ σιωπήσαντες τότε νῦν ἐπιτιμῶσί τινες, βούλομαι μικρὰ πρὸς αὐτοὺς εἰπεῖν.
アテナイの市民の皆さん、皆さんがこれらの問題について最初に審議されたそのときに、各人が最善と考えるところへと皆さんを説得しておくべきであり、またそうすることが正当でもあったのです。そうすれば、国家にとってあらゆることの中で最も不利益となる二つの事態、すなわち、皆さんの決議した事柄が何らの結末にも達しないことや、皆さんが決定を変更することで自ら判断力のなさを露呈してしまうことが起きずに済んだはずだからです。しかし、当時は沈黙を守っておきながら今になって非難する者たちがいる以上、彼らに対して少しばかり言葉を述べたいと思います。
ἐγὼ γὰρ θαυμάζω τὸν τρόπον τῆς πολιτείας τῆς τούτων, μᾶλλον δʼ ἡγοῦμαι φαῦλον. εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται,2 συκοφαντῶν ἔργον, οὐχ, ὡς φασίν, εὔνων ποιοῦσιν ἀνθρώπων. ἡδέως δʼ ἂν ἐροίμην αὐτούς (καὶ μηδεμιᾶς λοιδορίας ὃ μέλλω λέγειν ἀρχὴ γενέσθω) τί δὴ τἄλλʼ ἐπαινοῦντες Λακεδαιμονίους, ὃ μάλιστʼ ἄξιόν ἐστιν τῶν παρʼ ἐκείνοις ἄγασθαι, τοῦτʼ οὐ μιμοῦνται, μᾶλλον δʼ αὐτὸ τοὐναντίον ποιοῦσιν;
というのも、私はこの者たちの政治姿勢のあり方に驚きを覚えるとともに、むしろそれは低劣なものだと考えているからです。皆さんが検討しているときには助言することが可能であるのに、一度決定された事柄を告発する道を選ぶとすれば、彼らは自分たちが言うような善意ある者たちの働きではなく、誣告者たちの働きをしていることになるからです。そこで私は彼らに喜んで尋ねてみたいのです(そして、私がこれから語ろうとすることが決して中傷の口火となりませんように)。他の点ではスパルタ人を称賛しながら、彼らの制度において最も感嘆に値するこの点については、なぜ模倣しないばかりか、むしろその正反対のことを行っているのでしょうか。
φασὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δʼ ἐπικυρωθῇ, ταῦθʼ ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅσʼ ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δʼ αὐτοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθʼ ἑαυτοῖς περαίνειν,3 οὐ μὰ Δίʼ οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν, πάντʼ ἀνηλώκαμεν τὸν χρόνον, κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες,4 ἂν δʼ ἐξ εἰρήνης πόλεμόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δʼ ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερʼ αὐτῶν πράττειν, οὐδὲ τοῦτον ὀρθῶς λέγειν φάσκοντες, ὅλως δʼ αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. τί οὖν, ἄν τις εἴποι, σὺ παραινεῖς, ἐπειδὴ ταῦτʼ ἐπιτιμᾷς; ἐγὼ νὴ Δίʼ ἐρῶ.
というのも、アテナイの市民の皆さん、あちらの人々の間では、決定が下されるまでは各人が抱く意見を述べるものの、一度裁可されたならば、反対論を述べていた者も含めて全員がその決定を支持し実行に協力すると言われているからです。それゆえ、彼らは少数でありながら多数を制し、戦争によって得られないものは時機を利用して獲得し、自らにとって有益な事柄を達成するためのいかなる好機も手段も逃すことがありません。誓ってゼウスにかけて申し上げますが、この者たちや彼らと同類の者たちのせいで、敵ではなく互いを制し合うことにすべての時間を空費してしまっている私たちとは、まったく異なるのです。すなわち、〔私たちは〕ある者が戦争から講和を結ぼうとすればその者を憎み、別の者が平和から戦争を提唱すればその者と争い、さらに別の者が静穏を保ち自分たち自身の務めに励むよう助言すればその者も正しく語っていないと主張し、要するに非難と空虚な期待で満ち溢れているのです。 「それでは」と誰かが言うかもしれません、「そうしたことを非難するからには、あなた自身は何を助言するのか」と。私はゼウスにかけて申し上げましょう。
- 35.1ἵνα μὴ συνέβαινεν ἃ δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν ὑμῖν δοξάντων, παρανοίας θʼ ὑμεῖς κατεγιγνώσκεθʼ ὑμῶν αὐτῶν μεταβουλευόμενοι
目的節を導く接続詞 ἵνα に直説法過去(未完了過去 συνέβαινεν, εἶχεν, κατεγιγνώσκεσθε)が後続している。過去の事態に対する反実仮想的・非現実の目的・帰結(「〜という事態が起きないようにするためであった[が、実際には起きてしまった]」)を表す典型的な構文である。否定詞 μή はこの非現実目的節全体を支配し、続く μήτε ... θʼ で二つの不都合な帰結が並列されている。
- 35.2εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται
ἐξόν は非人称動詞 ἔξεστι の中性単数対格分詞による絶対対格(accusative absolute)構文で、「助言することが可能であるのに」という譲歩の意味を表す。また βεβουλευμένων は完了受動分詞中性複数属格で、κατηγορεῖν の支配する事項の属格(「一度審議・決定された事柄について告発する」)として機能している。
- 35.3οὐδεὶς δʼ αὐτοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθʼ ἑαυτοῖς περαίνειν
定冠詞属格 τοῦ +不定詞 περαίνειν は、先行する二つの名詞 χρόνος οὐδὲ τρόπος に係る説明的・限定的属格(epexegetic genitive)。「自分たちに有益なことを成し遂げるための時機や手段」を意味する。
- 35.3ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν, πάντʼ ἀνηλώκαμεν τὸν χρόνον, κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες
文構造上、πάντʼ ἀνηλώκαμεν τὸν χρόνον(主動詞+目的語)に対し、分詞 περιγιγνόμενοι および続く節の μισοῦντες, μαχόμενοι, φάσκοντες, ὄντες が並列して主語 ἡμεῖς に係っている。条件節(κἂν μὲν ... ἂν δʼ ... ἂν δʼ ...)を伴う一連の分詞句は、アテナイ人がいかにして互いに争い時間を空費しているかの具体的な内実を叙述する。
