- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:87-93
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は姦通罪に関する法律を読み上げさせた後、アテナイ市民権の付与がいかに厳格な手続き(秘密投票や違法公訴)と制限(帰化市民のアルコン職や神職への就任禁止など)を伴うものかを説明し、ステファノスらがこれを冒涜していると糾弾する。
καὶ ὅτι ταῦτα οὕτως ἔχει, τοῦ νόμου αὐτοῦ ἀκούσαντες ἀναγνωσθέντος εἴσεσθε. καί μοι λαβέ. ΝΟΜΟΣ ΜΟΙΧΕΙΑΣ. "ἐπειδὰν δὲ ἕλῃ τὸν μοιχόν, μὴ ἐξέστω τῷ ἑλόντι συνοικεῖν τῇ γυναικί· ἐὰν δὲ συνοικῇ, ἄτιμος ἔστω. μηδὲ τῇ γυναικὶ ἐξέστω εἰσιέναι εἰς τὰ ἱερὰ τὰ δημοτελῆ, ἐφʼ ᾗ ἂν μοιχὸς ἁλῷ· ἐὰν δʼ εἰσίῃ, νηποινεὶ πασχέτω ὅ τι ἂν πάσχῃ, πλὴν θανάτου."
そしてこれらのことがこの通りであることを、法律そのものが読み上げられるのを聞いてあなたがたは知るでしょう。それを私に取ってください。 姦通に関する法律「姦通者を捕らえたときには、捕らえた者がその妻と同居することは許されない。もし同居するならば、公民権剥奪とされるべし。また、姦通者が現場で捕らえられたその相手の女も、公の祭礼に立ち入ることは許されない。もし立ち入るならば、死を除き、どのような被害を受けようとも〔加害者は〕処罰されないものとする。」
βούλομαι τοίνυν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦ δήμου τοῦ Ἀθηναίων μαρτυρίαν παρασχέσθαι, ὡς σπουδάζει περὶ τὰ ἱερὰ ταῦτα καὶ ὡς πολλὴν πρόνοιαν περὶ αὐτῶν πεποίηται. ὁ γὰρ δῆμος ὁ Ἀθηναίων κυριώτατος ὢν τῶν ἐν τῇ πόλει ἁπάντων, καὶ ἐξὸν αὐτῷ1 ποιεῖν ὅ τι ἂν βούληται, οὕτω καλὸν καὶ σεμνὸν ἡγήσατʼ εἶναι δῶρον τὸ Ἀθηναῖον γενέσθαι, ὥστε νόμους ἔθετο αὑτῷ καθʼ οὓς ποιεῖσθαι δεῖ, ἐάν τινα βούλωνται, πολίτην, οἳ νῦν προπεπηλακισμένοι εἰσὶν ὑπὸ Στεφάνου τουτουὶ καὶ τῶν οὕτω γεγαμηκότων.
そこでアテナイの皆さん、私はアテナイの民衆自身の証言をもあなたがたにお示ししたいのです。民衆がこれらの神事についていかに真剣であり、それらについていかに多大な配慮を行ってきたかを。というのも、アテナイの民衆は国家におけるすべてのことに対して最高権限を持ち、自身が望むことを何でも行うことができるにもかかわらず、アテナイ人となることを極めて美しく尊い贈り物であると考えたため、誰かを市民にしたいと望む場合に、それに従って市民としなければならない法律を自らに定めたのですが、それらの法律は今や、このステファノスや同じように妻を娶った者たちによって泥を塗られているのです。
ὅμως δʼ ἀκούοντες αὐτῶν βελτίους ἔσεσθε, καὶ τὰ κάλλιστα καὶ τὰ σεμνότατα δῶρα τοῖς εὐεργετοῦσι τὴν πόλιν διδόμενα γνώσεσθε ὡς λελυμασμένοι εἰσίν. πρῶτον μὲν γὰρ νόμος ἐστὶ τῷ δήμῳ κείμενος μὴ ἐξεῖναι ποιήσασθαι Ἀθηναῖον, ὃν ἂν μὴ διʼ ἀνδραγαθίαν εἰς τὸν δῆμον τὸν Ἀθηναίων ἄξιον ᾖ γενέσθαι πολίτην.2 ἔπειτʼ ἐπειδὰν πεισθῇ ὁ δῆμος καὶ δῷ τὴν δωρεάν, οὐκ ἐᾷ κυρίαν γενέσθαι τὴν ποίησιν, ἐὰν μὴ τῇ ψήφῳ εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν ὑπερεξακισχίλιοι Ἀθηναίων ψηφίσωνται κρύβδην ψηφιζόμενοι.
それでも、それらの法律を聞くことであなたがたはより良き判断者となり、国家に尽くす人々に与えられる最も美しく最も尊い贈り物が、彼らによっていかに汚されたかを知るでしょう。第一に、民衆に対して定められた法律があり、アテナイの民衆に対する勇敢・高潔な行為によって市民となるに値する者でなければ、アテナイ人としてはならないとされています。次に、民衆が説得されてその授与を認めたときにも、次回の民会において六千人を超えるアテナイ人が秘密投票によって票を投じない限り、その市民権付与が有効となることを法は許しません。
τοὺς δὲ πρυτάνεις κελεύει τιθέναι τοὺς καδίσκους ὁ νόμος καὶ τὴν ψῆφον διδόναι προσιόντι τῷ δήμῳ πρὶν τοὺς ξένους εἰσιέναι, καὶ τὰ γέρρα ἀναιρεῖν, ἵνα κύριος ὢν αὐτὸς αὑτοῦ ἕκαστος σκοπῆται πρὸς αὑτὸν ὅντινα μέλλει πολίτην ποιήσεσθαι, εἰ ἄξιός ἐστι τῆς δωρεᾶς ὁ μέλλων λήψεσθαι. ἔπειτα μετὰ ταῦτα παρανόμων γραφὴν ἐποίησε κατʼ αὐτοῦ τῷ βουλομένῳ Ἀθηναίων, καὶ ἔστιν εἰσελθόντα εἰς τὸ δικαστήριον ἐξελέγξαι3 ὡς οὐκ ἄξιός ἐστι τῆς δωρεᾶς, ἀλλὰ παρὰ τοὺς νόμους Ἀθηναῖος γέγονεν.
そして法律は評議員たちに対し、投票壺を置き、外国人たちが入場する前にやって来る民衆に投票玉を渡し、垣根を撤去することを命じています。各人が自分自身の主となって、自身に対して誰を市民にしようとしているのか、その贈り物を受け取ろうとする者がそれに値する者であるかを熟慮するためです。さらにその後、法律は望むアテナイ人に対し、彼に対する違法提案公訴を認め、法廷に入って、彼がその授与に値せず、法律に反してアテナイ人となったことを論駁して暴くことができるようにしたのです。
καὶ ἤδη τισὶ τοῦ δήμου δόντος τὴν δωρεάν, λόγῳ ἐξαπατηθέντος ὑπὸ τῶν αἰτούντων, παρανόμων γραφῆς γενομένης καὶ εἰσελθούσης εἰς τὸ δικαστήριον, ἐξελεγχθῆναι συνέβη τὸν εἰληφότα τὴν δωρεὰν μὴ ἄξιον εἶναι αὐτῆς, καὶ ἀφείλετο τὸ δικαστήριον. καὶ τοὺς μὲν πολλοὺς καὶ παλαιοὺς ἔργον διηγήσασθαι· ἃ δὲ πάντες μνημονεύετε, Πειθόλαν τε τὸν Θετταλὸν καὶ Ἀπολλωνίδην τὸν Ὀλύνθιον πολίτας ὑπὸ τοῦ δήμου γενομένους ἀφείλετο τὸ δικαστήριον·
そしてすでに、民衆が嘆願者たちの言葉に騙されて幾人かの者に授与を認めた後でも、違法公訴が起こされて法廷に持ち込まれ、その贈り物を受けた者がそれに値しないことが論駁されて明らかになり、法廷がこれを取り消すという事態が起こりました。数多くの古い事例を語るのは骨の折れることでしょう。しかしあなたがた全員が記憶していることとして、民衆によって市民とされたテッサリア人ペイトラスとオリュントス人アポロニデスから、法廷は市民権を剥奪したのです。
ταῦτα γὰρ οὐ πάλαι ἐστὶ γεγενημένα ὥστε ἀγνοεῖν ὑμᾶς. οὕτως τοίνυν καλῶς καὶ ἰσχυρῶς τῶν νόμων κειμένων ὑπὲρ τῆς πολιτείας, διʼ ὧν δεῖ Ἀθηναῖον γενέσθαι, ἕτερός ἐστιν ἐφʼ ἅπασι τούτοις κυριώτατος νόμος κείμενος· οὕτω πολλὴν ὁ δῆμος πρόνοιαν ἐποιεῖτο ὑπὲρ αὑτοῦ καὶ τῶν θεῶν ὥστε διʼ εὐσεβείας τὰ ἱερὰ θύεσθαι ὑπὲρ τῆς πόλεως. ὅσους γὰρ ἂν ποιήσηται ὁ δῆμος ὁ Ἀθηναίων πολίτας, ὁ νόμος ἀπαγορεύει διαρρήδην μὴ ἐξεῖναι4 αὐτοῖς τῶν ἐννέα ἀρχόντων γενέσθαι, μηδὲ ἱερωσύνης μηδεμιᾶς μετασχεῖν· τοῖς δʼ ἐκ τούτων μετέδωκεν ἤδη ὁ δῆμος ἁπάντων, καὶ προσέθηκεν ἐὰν ὦσιν ἐκ γυναικὸς ἀστῆς καὶ ἐγγυητῆς κατὰ τὸν νόμον.
なぜなら、これらはあなたがたが知らないほど昔に起きたことではないからです。このように、市民権に関して、それによってアテナイ人となるべき法律が立派に、かつ強固に定められている上、これらすべてに加えて最も決定的な別の法律が定められているのです。それほどまでに民衆は、国家のために敬虔をもって神事が執り行われるよう、自身のためにも神々のためにも多大な配慮を払ったのです。というのも、アテナイの民衆が市民とする人々すべてに対し、九人の執政官の一人となることも、いかなる神職に就くことも許されないと法律は明文で禁じているからです。しかし民衆は、彼らから生まれた子孫にはすでにすべての権利を分け与えましたが、ただし書きを加えました。 「法に従って結納を交わした市民の女性から生まれているならば」と。
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, μεγάλῃ καὶ περιφανεῖ μαρτυρίᾳ ἐγὼ ὑμῖν δηλώσω. βούλομαι δʼ ὑμῖν τὸν νόμον πόρρωθεν προδιηγήσασθαι, ὡς ἐτέθη καὶ πρὸς οὓς διωρίσθη, ὡς ἄνδρας ἀγαθοὺς ὄντας καὶ βεβαίους φίλους περὶ τὸν δῆμον γεγονότας. ἐκ τούτων γὰρ ἁπάντων εἴσεσθε τήν τε τοῦ δήμου δωρεὰν τὴν ἀπόθετον τοῖς εὐεργέταις προπηλακιζομένην, καὶ ὅσων ὑμᾶς ἀγαθῶν κωλύουσι κυρίους εἶναι Στέφανός τε οὑτοσὶ καὶ οἱ τὸν αὐτὸν τρόπον τούτῳ γεγαμηκότες καὶ παιδοποιούμενοι.
そして私がこれらのことを真実として語っていることを、重大かつ明白な証拠によって私はあなたがたにお示ししましょう。しかし私はその法律について、それがどのように制定され、民衆に対して善き人々であり確固たる友人であったいかなる人々に対して特別に定められたのかを、遡って前もって説明しておきたいのです。これらすべてから、恩人たちのために留保された民衆の贈り物が泥を塗られていること、そしてこのステファノスや、彼と同様の仕方で結婚して子どもをもうけている者たちが、あなたがたがどれほど多くの善きものを手中にして享受することを妨げているかを、あなたがたは知るでしょう。
- 88ἐξὸν αὐτῷ
非人称動詞 ἔξεστι の分詞を用いた対格絶対(accusative absolute)。主語の ὁ δῆμος ὁ Ἀθηναίων に呼応する主格分詞 κυριώτατος ὢν と καί で並列されており、「民衆にとって〜することが可能であるにもかかわらず」という譲歩的な状況を表す。
- 89ὃν ἂν μὴ διʼ ἀνδραγαθίαν εἰς τὸν δῆμον τὸν Ἀθηναίων ἄξιον ᾖ γενέσθαι πολίτην
関係代名詞 ὃν は主格 ὃς ではなく対格形をとっている。これは不定詞 γενέσθαι の意味上の主語(対格主語)として置かれたものであり、述語の ἄξιον ᾖ は不定詞句を主語とする非人称的構文(「〜することが相応しい」)として機能している。
- 90καὶ ἔστιν εἰσελθόντα εἰς τὸ δικαστήριον ἐξελέγξαι
ἔστιν(「〜することが可能である」)に不定詞 ἐξελέγξαι が続く構文。先行する文意上の主体は与格 τῷ βουλομένῳ(「望む者にとって」)だが、不定詞の意味上の主語として分詞 εἰσελθόντα が一般論的な対格で置かれている。
- 92ἀπαγορεύει διαρρήδην μὴ ἐξεῖναι
禁止・否定の意味を持つ動詞 ἀπαγορεύει の後に続く不定詞 ἐξεῖναι に、冗長否定(redundant negative / negative pleonasm)の μή が添えられている。意味上は二重否定(肯定)ではなく、「〜することを禁じる」という単一の禁止を表す古典ギリシア語の定型構文。
