- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:67-73
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
エパイネトスはステファノスを不当監禁で逆告訴し、和解によってネアイラの娘ファノの嫁入りのために持参金を拠出することになった経緯が語られる。続いてステファノスが貧困な王執政官テオゲネスの職務を取り仕切り、異邦人のファノを妻として嫁がせ、彼女に国家の最高秘儀を執り行わせた冒涜が告発される。
κατὰ δὴ τοῦτον τὸν νόμον γράφεται αὐτὸν ὁ Ἐπαίνετος, καὶ ὡμολόγει μὲν χρῆσθαι τῇ ἀνθρώπῳ, οὐ μέντοι μοιχός γε εἶναι· οὔτε γὰρ Στεφάνου θυγατέρα αὐτὴν εἶναι ἀλλὰ Νεαίρας, τήν τε μητέρα αὐτῆς συνειδέναι πλησιάζουσαν αὑτῷ, ἀνηλωκέναι τε πολλὰ εἰς αὐτάς, τρέφειν τε ὁπότε ἐπιδημήσειεν, τὴν οἰκίαν ὅλην· τόν τε νόμον ἐπὶ τούτοις παρεχόμενος, ὃς οὐκ ἐᾷ ἐπὶ ταύτῃσι μοιχὸν λαβεῖν ὁπόσαι ἂν ἐπʼ ἐργαστηρίου καθῶνται ἢ πωλῶνται ἀποπεφασμένως, ἐργαστήριον φάσκων καὶ τοῦτο εἶναι, τὴν Στεφάνου οἰκίαν, καὶ τὴν ἐργασίαν ταύτην εἶναι, καὶ ἀπὸ τούτων αὐτοὺς εὐπορεῖν μάλιστα.
まさにこの法律に従ってエパイネトスは彼を告発し、その女と関係を持ったことは認めたものの、姦通者ではないと主張しました。なぜなら、彼女はステファノスの娘ではなくネアイラの娘であり、彼女の母親も娘が彼と寝起きしていることを承知しており、彼は彼女たちに多額の金を費やし、滞在時には家全体を養っていたからです。その上彼は、作業場に座っているか公然と体を売っている女たちに関しては姦通者として捕えることを許さないとする法律を提示し、ステファノスの家もまたそのような作業場であり、これが彼女たちの生業であって、彼らは主にそこから富を得ているのだと主張したのです。
τούτους δὲ τοὺς λόγους λέγοντος τοῦ Ἐπαινέτου καὶ τὴν γραφὴν γεγραμμένου, γνοὺς Στέφανος οὑτοσὶ ὅτι ἐξελεγχθήσεται πορνοβοσκῶν καὶ συκοφαντῶν, δίαιταν ἐπιτρέπει πρὸς τὸν Ἐπαίνετον αὐτοῖς τοῖς ἐγγυηταῖς, ὥστε τῆς μὲν ἐγγύης αὐτοὺς ἀφεῖσθαι, τὴν δὲ γραφὴν ἀνελέσθαι τὸν Ἐπαίνετον.
エパイネトスがこのような主張を述べ、公訴状を提出したため、このステファノスは自身が売春宿の経営者であり誣告者であることが暴露されるのを悟り、身元保証人たち自身にエパイネトスとの仲裁を委ね、彼らは保証義務から解放され、エパイネトスは公訴を取り下げるという条件にしました。
πεισθέντος δὲ τοῦ Ἐπαινέτου ἐπὶ τούτοις καὶ ἀνελομένου τὴν γραφὴν ἣν ἐδίωκε Στέφανον, γενομένης συνόδου αὐτοῖς καὶ καθεζομένων διαιτητῶν τῶν ἐγγυητῶν, δίκαιον μὲν οὐδὲν εἶχε λέγειν Στέφανος, εἰς ἔκδοσιν δʼ ἠξίου τὸν Ἐπαίνετον τῇ τῆς Νεαίρας θυγατρὶ συμβαλέσθαι, λέγων τὴν ἀπορίαν τὴν αὑτοῦ καὶ τὴν ἀτυχίαν τὴν πρότερον γενομένην τῇ ἀνθρώπῳ πρὸς τὸν Φράστορα, καὶ ὅτι ἀπολωλεκὼς εἴη τὴν προῖκα, καὶ οὐκ ἂν δύναιτο πάλιν αὐτὴν ἐκδοῦναι·
エパイネトスがこの条件に応じ、ステファノスを追及していた公訴を取り下げると、彼らは会合を開き、保証人たちが仲裁人として着席しました。その席でステファノスは何一つ正当な言い分を持たず、ネアイラの娘の嫁入りのためにエパイネトスが資金を拠出するよう要求し、自身の貧困や、かつてその女にフラストルとの間で生じた不運、持参金を失ってしまったため彼女を再び嫁がせることができないことなどを語りました。
σὺ δὲ καὶ κέχρησαι ἔφη τῇ ἀνθρώπῳ, καὶ δίκαιος εἶ ἀγαθόν τι ποιῆσαι αὐτήν,1 καὶ ἄλλους ἐπαγωγοὺς λόγους, οὓς ἄν τις δεόμενος ἐκ πονηρῶν πραγμάτων εἴποι ἄν. ἀκούσαντες δʼ ἀμφοτέρων αὐτῶν οἱ διαιτηταὶ διαλλάττουσιν αὐτούς, καὶ πείθουσι τὸν Ἐπαίνετον χιλίας δραχμὰς εἰσενεγκεῖν εἰς τὴν ἔκδοσιν τῇ θυγατρὶ τῇ Νεαίρας. καὶ ὅτι πάντα ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας αὐτοὺς τοὺς ἐγγυητὰς καὶ διαιτητὰς γενομένους καλῶ. ΜΑΡΤΥΡΕΣ.
「君はその女と関係を持ったのだから、彼女に何か親切をしてやるのが筋だ」などと彼は言い、悪事によって窮地に陥った者が口にするような他の甘言を弄しました。仲裁人たちは双方の言い分を聞いて両者を和解させ、ネアイラの娘の嫁入りのためにエパイネトスに千ドラクマを支払わせるよう説得しました。そして私がこれらのことをすべて真実として述べていることの証人として、保証人かつ仲裁人となった当人たちをお呼びいたします。 証人たち。
"Ναυσίφιλος Κεφαλῆθεν, Ἀριστόμαχος Κεφαλῆθεν μαρτυροῦσιν ἐγγυηταὶ γενέσθαι Ἐπαινέτου τοῦ Ἀνδρίου, ὅτʼ ἔφη Στέφανος μοιχὸν εἰληφέναι Ἐπαίνετον· καὶ ἐπειδὴ ἐξῆλθεν Ἐπαίνετος παρὰ Στεφάνου καὶ κύριος ἐγένετο αὑτοῦ, γράψασθαι γραφὴν Στέφανον πρὸς τοὺς θεσμοθέτας, ὅτι αὐτὸν ἀδίκως εἷρξεν· καὶ αὐτοὶ διαλλακταὶ γενόμενοι διαλλάξαι Ἐπαίνετον καὶ Στέφανον· τὰς δὲ διαλλαγὰς εἶναι ἃς παρέχεται Ἀπολλόδωρος." ΔΙΑΛΛΑΓΑΙ. "ἐπὶ τοῖσδε διήλλαξαν Στέφανον καὶ Ἐπαίνετον οἱ διαλλακταί, τῶν μὲν γεγενημένων περὶ τὸν εἱργμὸν μηδεμίαν μνείαν ἔχειν, Ἐπαίνετον δὲ δοῦναι χιλίας δραχμὰς Φανοῖ εἰς ἔκδοσιν, ἐπειδὴ κέχρηται αὐτῇ πολλάκις· στέφανον δὲ παρέχειν Φανὼ Ἐπαινέτῳ, ὁπόταν ἐπιδημῇ καὶ βούληται συνεῖναι αὐτῇ." τὴν τοίνυν περιφανῶς ἐγνωσμένην ξένην εἶναι καὶ ἐφʼ ᾗ μοιχὸν οὗτος ἐτόλμησε λαβεῖν, εἰς τοσοῦτον ὕβρεως καὶ ἀναιδείας ἦλθεν Στέφανος οὑτοσὶ καὶ Νέαιρα αὑτηί, ὥστε ἐτόλμησαν μὴ ἀγαπᾶν εἰ ἔφασκον αὐτὴν ἀστὴν εἶναι, ἀλλὰ κατιδόντες Θεογένην Κοιρωνίδην λαχόντα βασιλέα, ἄνθρωπον εὐγενῆ μέν, πένητα δὲ καὶ ἄπειρον πραγμάτων, συμπαραγενόμενος αὐτῷ δοκιμαζομένῳ καὶ συνευπορήσας ἀναλωμάτων, ὅτε εἰσῄει εἰς τὴν ἀρχήν, Στέφανος οὑτοσί,2 καὶ ὑπελθὼν καὶ τὴν ἀρχὴν παρʼ αὐτοῦ πριάμενος, πάρεδρος γενόμενος, δίδωσι τὴν ἄνθρωπον ταύτην γυναῖκα, τὴν τῆς Νεαίρας θυγατέρα, καὶ ἐγγυᾷ Στέφανος οὑτοσὶ ὡς αὑτοῦ θυγατέρα οὖσαν· οὕτω πολὺ τῶν νόμων καὶ ὑμῶν κατεφρόνησεν.
「ケファレ区のナウシフィロスとケファレ区のアリストマコスは、ステファノスがアンドロス島人エパイネトスを姦通者として捕えたと称した際、エパイネトスの身元保証人となったこと、そしてエパイネトスがステファノスのもとを脱して自らの自由を取り戻したとき、自分を不当に監禁したとしてテスモテタイの面前にステファノスに対する公訴を起こしたこと、自分たち自身が仲介者となってエパイネトスとステファノスを和解させたこと、そしてその和解条件はアポロドロスが提出する通りの内容であることを証言する」和解条件。 「仲介人たちは以下の条件でステファノスとエパイネトスを和解させた。監禁に関する過去の出来事については一切言及しないこと。エパイネトスは、ファノとしばしば関係を持ったゆえに、彼女の嫁入りの費用として千ドラクマを支払うこと。ステファノスは、エパイネトスが滞在し彼女と同衾を望むときにはいつでも、ファノをエパイネトスに提供すること」このように異邦人であることが明白に知られ、この男が彼女に関してあえて姦通者を捕えたその女について、このステファノスとこのネアイラはあまりの傲慢と破廉恥に至り、彼女が市民であると主張するだけでは満足しませんでした。彼らは、コイロニダイ氏族のテオゲネスが王執政官の籤に当たったのを見て取りました。彼は家柄こそ良いものの貧しく、公務に通じていませんでした。そこでこのステファノスは、彼の資格審査に付き添い、彼が職務に就く際には費用の工面を手伝い、取り入って彼から実質的にその官職を買い取り、補佐人となって、この女、すなわちネアイラの娘を妻として彼に与え、自らの娘であると偽って婚約させたのです。彼は法律とあなたがたをこれほどまでに甚だしく侮ったのです。
καὶ αὕτη ἡ γυνὴ ὑμῖν ἔθυε τὰ ἄρρητα ἱερὰ ὑπὲρ τῆς πόλεως, καὶ εἶδεν ἃ οὐ προσῆκεν αὐτὴν ὁρᾶν ξένην οὖσαν, καὶ τοιαύτη οὖσα εἰσῆλθεν οἷ οὐδεὶς ἄλλος Ἀθηναίων τοσούτων ὄντων εἰσέρχεται ἀλλʼ ἢ ἡ τοῦ βασιλέως γυνή,3 ἐξώρκωσέν τε τὰς γεραρὰς τὰς ὑπηρετούσας τοῖς ἱεροῖς, ἐξεδόθη δὲ τῷ Διονύσῳ γυνή, ἔπραξε δὲ ὑπὲρ τῆς πόλεως τὰ πάτρια τὰ πρὸς τοὺς θεούς, πολλὰ καὶ ἅγια καὶ ἀπόρρητα. ἃ δὲ μηδʼ ἀκοῦσαι πᾶσιν οἷόν τʼ ἐστίν, πῶς ποιῆσαί γε τῇ ἐπιτυχούσῃ εὐσεβῶς ἔχει, ἄλλως τε καὶ τοιαύτῃ γυναικὶ καὶ τοιαῦτα ἔργα διαπεπραγμένῃ;
そしてこの女が、あなたがたのために国家を代表して口外を禁じられた秘儀の生贄を捧げ、異邦人であっては決して目にしてはならないものを見ました。そのような身でありながら、これほど大勢のアテナイ人のうち王執政官の妻以外は誰も立ち入ることのできない神聖な場所へ足を踏み入れ、神事に奉仕する長老女祭司たちに宣誓を行わせ、ディオニュソスの妻として嫁がされ、国家のために神々に対する祖来の儀式、数々の神聖にして秘匿された儀式を執行したのです。聞くことすら誰にでも許されているわけではない秘儀を、いかにしてどこの誰とも知れぬ女が敬虔に執り行えるというのでしょうか。ましてこのような女、このような行状を重ねてきた女においてをやです。
- 70δίκαιος εἶ ἀγαθόν τι ποιῆσαι αὐτήν
δίκαιός εἰμι に不定詞が後続する人称構文(対格不定詞を従える非人称構文 δίκαιόν ἐστιν σέ... の代わり)。「君が彼女に親切を施すのが正当である/義務である」という意味をなす。
- 72κατιδόντες... συμπαραγενόμενος αὐτῷ δοκιμαζομένῳ... Στέφανος οὑτοσί
文頭の複数分詞 κατιδόντες はステファノスとネアイラ双方を主語とするが、その後に挟まる分詞 συμπαραγενόμενος、文末の主動詞 δίδωσι・ἐγγυᾷ、主語名詞 Στέφανος οὑτοσί は男性単数へと破格(アナコルトン)している。謀略の発案者たち(二人)から実際の行動主体であるステファノス個人への意味上の主語の移行を示す。
- 73ἀλλʼ ἢ ἡ τοῦ βασιλέως γυνή
ἀλλʼ ἤ は否定表現(ここでは οὐδεὶς ἄλλος)に呼応して「〜を除いて」「〜のほかには」を表す慣用句。主格 ἡ τοῦ βασιλέως γυνή は主節の主語 οὐδεὶς ἄλλος と同格的に並置されている。
