← デモステネス

第五十九弁論 ネアイラ弾劾

§45-51

仲裁による和解と娘ファノの不正な婚姻

フリュニオンとステファノスの紛争は私的仲裁により和解に至り、ネアイラを一日交代で囲うことが定められるが、その後ステファノスは彼女の娘ファノを実子と偽ってアテナイ人に嫁がせ破綻を招く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§45

λαχόντος τοίνυν αὐτῷ τοῦ Φρυνίωνος δίκην, ὅτι αὐτοῦ ἀφείλετο Νέαιραν ταυτηνὶ εἰς ἐλευθερίαν, καὶ ὅτι, ἃ ἐξῆλθεν ἔχουσα παρʼ αὐτοῦ αὕτη, ὑπεδέξατο, συνῆγον αὐτοὺς οἱ ἐπιτήδειοι καὶ ἔπεισαν δίαιταν ἐπιτρέψαι αὑτοῖς. καὶ ὑπὲρ μὲν τοῦ Φρυνίωνος διαιτητὴς ἐκαθέζετο Σάτυρος Ἀλωπεκῆθεν ὁ Λακεδαιμονίου ἀδελφός, ὑπὲρ δὲ Στεφάνου τουτουὶ Σαυρίας Λαμπτρεύς· κοινὸν δὲ αὑτοῖς προσαιροῦνται Διογείτονα Ἀχαρνέα.

そこでフリュニオンが彼に対し、彼がこのネアイラを自由人であるとして自分から奪い去ったこと、そして彼女が彼〔フリュニオン〕のもとを出奔した際に持ち出した品々を彼が引き取ったことを理由に訴訟を起こしたため、双方の知人たちが彼らを仲介し、自分たちに私的仲裁を付託するよう説得しました。そしてフリュニオン側からはアロペケ区のラケダイモニオスの兄弟サテュロスが仲裁人として着席し、このステファノス側からはランプトライ区のサウリアスが着席し、彼らは共通の仲裁人としてアカルナイ区のディオゲイトンを追加で選びました。

§46

συνελθόντες δʼ οὗτοι ἐν τῷ ἱερῷ, ἀκούσαντες ἀμφοτέρων καὶ αὐτῆς τῆς ἀνθρώπου τὰ πεπραγμένα, γνώμην ἀπεφήναντο, καὶ οὗτοι ἐνέμειναν αὐτῇ, τὴν μὲν ἄνθρωπον ἐλευθέραν εἶναι καὶ αὐτὴν αὑτῆς κυρίαν, ἃ δʼ ἐξῆλθεν ἔχουσα Νέαιρα παρὰ Φρυνίωνος χωρὶς ἱματίων καὶ χρυσίων καὶ θεραπαινῶν, ἃ αὐτῇ τῇ ἀνθρώπῳ ἠγοράσθη, ἀποδοῦναι Φρυνίωνι πάντα· συνεῖναι δʼ ἑκατέρῳ ἡμέραν παρʼ ἡμέραν·1 ἐὰν δὲ καὶ ἄλλως πως ἀλλήλους πείθωσι, ταῦτα κύρια εἶναι· τὰ δʼ ἐπιτήδεια τῇ ἀνθρώπῳ τὸν ἔχοντα ἀεὶ παρέχειν, καὶ ἐκ τοῦ λοιποῦ χρόνου φίλους εἶναι ἀλλήλοις καὶ μὴ μνησικακεῖν.

これらの者たちが神殿に集まり、双方および当の女本人から事の顛末を聴取したのち、仲裁判断を下し、当事者らもこれに従いました。その内容は、女は自由人であり、彼女自身が自分自身の主宰者であること、しかしネアイラがフリュニオンのもとを出奔した際に持ち出した品々のうち、女本人のために買い与えられた衣服、黄金の装飾品、女中たちを除き、それ以外のすべてをフリュニオンに返還すること、また彼女は双方の男と一日交代で同棲すること(ただし双方が何らかの別の取り決めを合意したならば、その合意が有効であること)、女の生活必需品は常にその時彼女を囲っている男が給弁すること、そして以後は互いに友人となり、遺恨を残さないこと、というものでした。

§47

ἡ μὲν οὖν γνωσθεῖσα διαλλαγὴ ὑπὸ τῶν διαιτητῶν Φρυνίωνι καὶ Στεφάνῳ περὶ Νεαίρας ταυτησὶ αὕτη ἐστίν. ὅτι δʼ ἀληθῆ λέγω ταῦτα, τούτων ὑμῖν τὴν μαρτυρίαν ἀναγνώσεται. κάλει μοι Σάτυρον Ἀλωπεκῆθεν, Σαυρίαν Λαμπτρέα, Διογείτονα Ἀχαρνέα. ΜΑΡΤΥΡΙΑ. "Σάτυρος Ἀλωπεκῆθεν, Σαυρίας Λαμπτρεύς, Διογείτων Ἀχαρνεὺς μαρτυροῦσι διαλλάξαι διαιτηταὶ γενόμενοι περὶ Νεαίρας τῆς νυνὶ ἀγωνιζομένης Στέφανον καὶ Φρυνίωνα· τὰς δὲ διαλλαγὰς εἶναι, καθʼ ἃς διήλλαξαν, οἵας παρέχεται Ἀπολλόδωρος." ΔΙΑΛΛΑΓΑΙ. "κατὰ τάδε διήλλαξαν Φρυνίωνα καὶ Στέφανον, χρῆσθαι ἑκάτερον Νεαίρᾳ τὰς ἴσας ἡμέρας τοῦ μηνὸς παρʼ ἑαυτοῖς ἔχοντας, ἂν μή τι ἄλλο αὐτοὶ αὑτοῖς συγχωρήσωσιν."

このように、このネアイラを巡って仲裁人たちによってフリュニオンとステファノスのために宣告された和解条項は以上のとおりです。そして私がこれらの事実を真実として語っていることの証拠として、書記があなたがたにその証言を読み上げます。アロペケ区のサテュロス、ランプトライ区のサウリアス、アカルナイ区のディオゲイトンを呼んでください。 証言。 「アロペケ区のサテュロス、ランプトライ区のサウリアス、アカルナイ区のディオゲイトンは、自らが仲裁人となり、現在係争中であるネアイラを巡ってステファノスとフリュニオンを和解させたこと、また彼らが和解させた条件は、アポロドロスが提出したとおりのものであることを証言する」和解条項。 「以下の条件に基づいてフリュニオンとステファノスを和解させた。すなわち、各自は月の日数の等しい期間、ネアイラを自らの手元に置いて交情を結ぶものとする。

§48

ὡς δʼ ἀπηλλαγμένοι ἦσαν, οἱ παρόντες ἑκατέρῳ ἐπὶ τῇ διαίτῃ καὶ τοῖς πράγμασιν, οἷον οἶμαι φιλεῖ γίγνεσθαι ἑκάστοτε, ἄλλως τε καὶ περὶ ἑταίρας οὔσης αὐτοῖς τῆς διαφορᾶς, ἐπὶ δεῖπνον ᾖσαν ὡς ἑκάτερον αὐτῶν, ὁπότε καὶ Νέαιραν ἔχοιεν, καὶ αὑτηὶ συνεδείπνει καὶ συνέπινεν ὡς ἑταίρα οὖσα. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι μάρτυρας τοὺς συνόντας αὐτοῖς, Εὔβουλον Προβαλίσιον, Διοπείθην Μελιτέα, Κτήσωνα ἐκ Κεραμέων. ΜΑΡΤΥΡΕΣ. "Εὔβουλος Προβαλίσιος, Διοπείθης Μελιτεύς, Κτήσων ἐκ Κεραμέων μαρτυροῦσιν, ἐπειδὴ αἱ διαλλαγαὶ ἐγένοντο αἱ περὶ Νεαίρας Φρυνίωνι καὶ Στεφάνῳ, πολλάκις συνδειπνῆσαι αὐτοῖς καὶ συμπίνειν μετὰ Νεαίρας τῆς νυνὶ ἀγωνιζομένης, καὶ ὁπότε παρὰ Στεφάνῳ εἴη Νέαιρα καὶ ὁπότε παρὰ Φρυνίωνι." ὅτι μὲν τοίνυν ἐξ ἀρχῆς δούλη ἦν καὶ ἐπράθη δὶς καὶ ἠργάζετο τῷ σώματι ὡς ἑταίρα οὖσα, καὶ ἀπέδρα τὸν Φρυνίωνα εἰς Μέγαρα, καὶ ἥκουσα κατηγγυήθη ὡς ξένη οὖσα πρὸς τῷ πολεμάρχῳ, τῷ τε λόγῳ ἀποφαίνω ὑμῖν καὶ μεμαρτύρηται. βούλομαι δʼ ὑμῖν καὶ αὐτὸν Στέφανον τουτονὶ ἐπιδεῖξαι καταμεμαρτυρηκότʼ αὐτῆς2 ὡς ἔστι ξένη.

ただし双方が互いに何らかの別の取り決めを合意した場合はこの限りではない」こうして彼らが仲直りすると、仲裁の場やその一連の経緯に双方に同席していた者たちは、いつもありがちなことですが、とりわけ彼らの争いが遊女を巡るものであっただけに、それぞれがネアイラを囲っているときには彼らの各々の家へ会食に赴き、彼女もまた遊女として彼らとともに食事をし、酒を酌み交わしました。そして私がこれらの事実を真実として語っている証拠として、彼らと同席していたプロバリントス区のエウブロス、メリテ区のディオペイテス、ケラメイス区のクテソンを証人として呼んでください。 証人たち。 「プロバリントス区のエウブロス、メリテ区のディオペイテス、ケラメイス区のクテソンは、ネアイラを巡ってフリュニオンとステファノスの間に和解が成立して以降、ネアイラがステファノスのもとにいる時もフリュニオンのもとにいる時も、現在係争中であるネアイラを交えて彼らとともに幾度も会食し、酒杯を共にしたことを証言する」したがって、彼女が当初奴隷であり、二度売却され、遊女として身体を売って稼いでおり、フリュニオンからメガラへと逃亡し、帰還後は異邦人として軍政官の面前で保証人を立てさせられたことは、私が弁論においてあなたがたに論証し、証言によっても裏付けられました。さらに私は、このステファノス自身も彼女が異邦人であることを不利に証言しているという事実を、あなたがたに示したいと存じます。

§50

τὴν γὰρ θυγατέρα τὴν ταυτησὶ Νεαίρας, ἣν ἦλθεν ἔχουσα ὡς τουτονὶ παιδάριον μικρόν, ἣν τότε μὲν Στρυβήλην ἐκάλουν, νυνὶ δὲ Φανώ, ἐκδίδωσι Στέφανος οὑτοσὶ ὡς οὖσαν αὑτοῦ θυγατέρα ἀνδρὶ Ἀθηναίῳ Φράστορι Αἰγιλιεῖ, καὶ προῖκα ἐπʼ αὐτῇ δίδωσι τριάκοντα μνᾶς. ὡς δʼ ἦλθεν ὡς τὸν Φράστορα, ἄνδρα ἐργάτην καὶ ἀκριβῶς τὸν βίον συνειλεγμένον, οὐκ ἠπίστατο τοῖς τοῦ Φράστορος τρόποις ἀρέσκειν, ἀλλʼ ἐζήτει τὰ τῆς μητρὸς ἔθη καὶ τὴν παρʼ αὐτῇ ἀκολασίαν, ἐν τοιαύτῃ οἶμαι ἐξουσίᾳ τεθραμμένη.

というのも、このステファノスは、このネアイラの娘であり、〔その子が〕小さな幼児のときに彼女がこの男のもとへ連れてきた娘、当時ストリュベレと呼ばれ、現在はファノと呼ばれている娘を、あたかも自分の娘であるかのように偽ってアテナイ市民であるアイギリア区の男フラストルに嫁がせ、彼女に三十ミナの持参金を与えたのです。しかし彼女は、勤勉な働き手であり丹精込めて生計を立ててきた男であるフラストルのもとに赴いたものの、フラストルの気風に合わせることができず、母親の悪習と彼女の家庭での放蕩を追い求めました。思うに、そのような奔放な環境で育ったからでしょう。

§51

ὁρῶν δὲ Φράστωρ αὐτὴν οὔτε κοσμίαν οὖσαν οὔτʼ ἐθέλουσαν αὑτοῦ ἀκροᾶσθαι, ἅμα δὲ καὶ πεπυσμένος σαφῶς ἤδη ὅτι Στεφάνου μὲν οὐκ εἴη θυγάτηρ, Νεαίρας δέ, τὸ δὲ πρῶτον ἐξηπατήθη, ὅτʼ ἠγγυᾶτο ὡς Στεφάνου θυγατέρα λαμβάνων καὶ οὐ Νεαίρας, ἀλλὰ τούτῳ ἐξ ἀστῆς αὐτὴν γυναικὸς οὖσαν πρότερον πρὶν ταύτῃ συνοικῆσαι,3 ὀργισθεὶς δʼ ἐπὶ τούτοις ἅπασιν, καὶ ὑβρίσθαι ἡγούμενος καὶ ἐξηπατῆσθαι, ἐκβάλλει τὴν ἄνθρωπον ὡς ἐνιαυτὸν συνοικήσας αὐτῇ, κυοῦσαν, καὶ τὴν προῖκα οὐκ ἀποδίδωσιν.

フラストルは彼女が淑やかでなく、自らの言いつけに従おうともしないのを見、同時にステファノスの娘ではなくネアイラの娘であること、自分が最初に婚約した際、ステファノスの娘でありネアイラの娘ではなく、ステファノスがこの女〔ネアイラ〕と同居する以前にアテナイ市民の女性との間に儲けた娘であると信じ込まされて欺かれていたことをすでに明白に知るに及んで、これらすべてのことに憤慨し、侮辱され欺かれたと考え、約一年間彼女と同棲したのち、妊娠していたにもかかわらずこの女を家から追い出し、持参金の返還も拒みました。

構文注3 件
  1. 46ἡμέραν παρʼ ἡμέραν

    前置詞 παρά に対格が続く慣用連語で、「一日おきに」「一日交代で(alternate days)」の意を表す時間副詞句。

  2. 49καταμεμαρτυρηκότʼ αὐτῆς

    動詞 καταμαρτυρέω に不利の対象を表す属格(αὐτῆς)が結びつく構文。ここでは法廷での公式証言を指すのではなく、ステファノス自身のこれまでの振る舞い(娘を偽って結婚させた経緯とその後の成り行き)が彼女の出自を不利に証明・暴露してしまっていることを意味する。

  3. 51ἀλλὰ τούτῳ ἐξ ἀστῆς αὐτὴν γυναικὸς οὖσαν πρότερον πρὶν ταύτῃ συνοικῆσαι

    直前の ὡς Στεφάνου θυγατέρα λαμβάνων καὶ οὐ Νεαίρας に並列する分詞節。フラストルが婚約時に信じ込まされていた内容(対格 αὐτὴν οὖσαν)を表し、「この男(τούτῳ=ステファノス)に、この女(ταύτῃ=ネアイラ)と同居する以前にアテナイ市民の女性(ἐξ ἀστῆς γυναικός)から生まれた娘である」と解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:45-51