- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg059.humanitext-grc2:16-23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アポロドロスが演説を引き継ぎ、市民と異邦人の同居を禁じる法律を朗読させた後、ネアイラが女主人ニカレテに幼少期から高級娼婦として育てられ、リュシアスに伴われて密儀に赴いた経緯を証言とともに述べる。
ἃ μὲν ἠδικημένος, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὸ Στεφάνου ἀναβέβηκα κατηγορήσων Νεαίρας ταυτησί,1 Θεόμνηστος εἴρηκεν πρὸς ὑμᾶς· ὡς δʼ ἐστὶ ξένη Νέαιρα καὶ παρὰ τοὺς νόμους συνοικεῖ Στεφάνῳ, τοῦτο ὑμῖν βούλομαι σαφῶς ἐπιδεῖξαι. πρῶτον μὲν οὖν τὸν νόμον ὑμῖν ἀναγνώσεται, καθʼ ὃν τήν τε γραφὴν ταυτηνὶ Θεόμνηστος ἐγράψατο καὶ ὁ ἀγὼν οὗτος εἰσέρχεται εἰς ὑμᾶς. ΝΟΜΟΣ. "ἐὰν δὲ ξένος ἀστῇ συνοικῇ τέχνῃ ἢ μηχανῇ ᾑτινιοῦν, γραφέσθω πρὸς τοὺς θεσμοθέτας Ἀθηναίων ὁ βουλόμενος οἷς ἔξεστιν. ἐὰν δὲ ἁλῷ, πεπράσθω καὶ αὐτὸς καὶ ἡ οὐσία αὐτοῦ, καὶ τὸ τρίτον μέρος ἔστω τοῦ ἑλόντος. ἔστω δὲ καὶ ἐὰν ἡ ξένη τῷ ἀστῷ συνοικῇ κατὰ ταὐτά, καὶ ὁ συνοικῶν τῇ ξένῃ τῇ ἁλούσῃ ὀφειλέτω χιλίας δραχμάς." τοῦ μὲν νόμου τοίνυν ἀκηκόατε, ὦ ἄνδρες δικασταί, ὃς οὐκ ἐᾷ τὴν ξένην τῷ ἀστῷ συνοικεῖν οὐδὲ τὴν ἀστὴν τῷ ξένῳ, οὐδὲ παιδοποιεῖσθαι, τέχνῃ οὐδὲ μηχανῇ οὐδεμιᾷ· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, γραφὴν πεποίηκεν κατʼ αὐτῶν εἶναι πρὸς τοὺς θεσμοθέτας, κατά τε τοῦ ξένου καὶ τῆς ξένης, κἂν ἁλῷ, πεπρᾶσθαι κελεύει. ὡς οὖν ἐστι ξένη Νέαιρα αὑτηί, τοῦθʼ ὑμῖν βούλομαι ἐξ ἀρχῆς ἀκριβῶς ἐπιδεῖξαι.
アテナイの皆さん、私がステファノスからいかなる不当な扱いを受けて登壇し、このネアイラを告発しようとしているかについては、テオムネストスがすでにあなたがたにお話ししました。しかし、ネアイラが異邦人であり、法律に反してステファノスと同居していること、この点を私はあなたがたに明白に論証したいと思います。そこでまず、テオムネストスがこの公訴を提起し、この訴訟があなたがたのもとにもたらされる根拠となった法律を、書記があなたがたに朗読いたします。 法律。 「もし異邦人の男がいかなる手管や計略によってであれ市民の女と同居するならば、権利を持つアテナイ人のうち望む者が誰でも、テスモテタイたちに告発すべし。もし有罪と宣告されたならば、当人もその財産も売却されるべし。そして、その三分の一は勝訴した告発者のものとなるべし。また、異邦人の女が市民の男と同居する場合も同様とし、有罪となった異邦人の女と同居していた男は千ドラクマを科されるべし」裁判人の皆さん、法律はお聞きになったとおりです。この法律は、異邦人の女が市民の男と同居することも、市民の女が異邦人の男と同居することも、いかなる手管や計略によってであれ子供をもうけることも禁じています。そして、もし誰かがこれらに反することを行えば、テスモテタイたちに対して彼らを訴追する公訴を立てることを定め、異邦人の男に対しても異邦人の女に対しても、もし有罪と宣告されれば売却されるよう命じているのです。そこで、このネアイラが異邦人であることを、最初から正確にあなたがたに論証したいと思います。
ἑπτὰ γὰρ ταύτας παιδίσκας ἐκ μικρῶν παιδίων ἐκτήσατο Νικαρέτη, Χαρισίου μὲν οὖσα τοῦ Ἠλείου ἀπελευθέρα, Ἱππίου δὲ τοῦ μαγείρου τοῦ ἐκείνου γυνή, δεινὴ δὲ φύσιν μικρῶν παιδίων συνιδεῖν εὐπρεπῆ,2 καὶ ταῦτα ἐπισταμένη θρέψαι καὶ παιδεῦσαι ἐμπείρως, τέχνην ταύτην κατεσκευασμένη καὶ ἀπὸ τούτων τὸν βίον συνειλεγμένη.
というのも、ニカレテという女が、これら七人の少女たちを幼子の頃に買い取ったからです。彼女はエリス人カリシオスの解放奴隷であり、彼の料理人であったヒッピアスの妻でしたが、幼い子供たちが見目の良い素質を備えているかを見抜くことに長け、巧みに養育して教育する術を心得ており、これを商売として身につけ、彼女らから生計を立てていたのです。
προσειποῦσα δʼ αὐτὰς ὀνόματι θυγατέρας, ἵνʼ ὡς μεγίστους μισθοὺς πράττοιτο τοὺς βουλομένους πλησιάζειν αὐταῖς ὡς ἐλευθέραις οὔσαις, ἐπειδὴ τὴν ἡλικίαν ἐκαρπώσατο αὐτῶν ἑκάστης, συλλήβδην καὶ τὰ σώματα ἀπέδοτο ἁπασῶν ἑπτὰ οὐσῶν, Ἄντειαν καὶ Στρατόλαν καὶ Ἀριστόκλειαν καὶ Μετάνειραν καὶ Φίλαν καὶ Ἰσθμιάδα καὶ Νέαιραν ταυτηνί.
彼女は少女たちを名目上は自らの娘と呼び、自由民の女たちであるとして、彼女らと交わりを望む者たちから最大限の報酬を取り立てていましたが、彼女ら銘々の若さを搾り尽くすと、全員で七人いた彼女らの身体もまとめて売り払いました。すなわち、アンテイア、ストラトラ、アリストクレイア、メタネイラ、フィラ、イストミアス、そしてこのネアイラです。
ἣν μὲν οὖν ἕκαστος αὐτῶν ἐκτήσατο καὶ ὡς ἠλευθερώθησαν ἀπὸ τῶν πριαμένων αὐτὰς παρὰ τῆς Νικαρέτης, προϊόντος τοῦ λόγου, ἂν βούλησθε ἀκούειν καί μοι περιουσία ᾖ τοῦ ὕδατος, δηλώσω ὑμῖν· ὡς δὲ Νέαιρα αὑτηὶ Νικαρέτης ἦν καὶ ἠργάζετο τῷ σώματι μισθαρνοῦσα τοῖς βουλομένοις αὐτῇ πλησιάζειν, τοῦθʼ ὑμῖν βούλομαι πάλιν ἐπανελθεῖν.
彼女らのうち誰を各人が買い取り、ニカレテから買い取った者たちによって彼女らがどのように解放されたかについては、弁論が進むにつれ、あなたがたが聞くことを望まれ、私に水時計の水の余りがあれば明らかにいたしましょう。しかし、このネアイラがニカレテの所有物であり、彼女との交わりを望む者たちに報酬をもらって身体で売春をしていたこと、この点について私はあなたがたのために再び立ち戻りたいと思います。
Λυσίας γὰρ ὁ σοφιστὴς Μετανείρας ὢν ἐραστής, ἐβουλήθη πρὸς τοῖς ἄλλοις ἀναλώμασιν οἷς ἀνήλισκεν εἰς αὐτὴν καὶ μυῆσαι, ἡγούμενος τὰ μὲν ἄλλα ἀναλώματα τὴν κεκτημένην αὐτὴν λαμβάνειν, ἃ δʼ ἂν εἰς τὴν ἑορτὴν καὶ τὰ μυστήρια ὑπὲρ αὐτῆς ἀναλώσῃ, πρὸς αὐτὴν τὴν ἄνθρωπον χάριν καταθήσεσθαι.3 ἐδεήθη οὖν τῆς Νικαρέτης ἐλθεῖν εἰς τὰ μυστήρια ἄγουσαν τὴν Μετάνειραν, ἵνα μυηθῇ, καὶ αὐτὸς ὑπέσχετο μυήσειν.
というのも、ソフィストのリュシアスがメタネイラの愛人であった際、彼は彼女のために費やしていた他の出費に加えて、密儀への入信もさせたいと望んだからです。彼は、他の出費は彼女の所有者が受け取るが、祝祭と密儀のために彼女のために費やす費用については、彼女自身への恩義として残るだろうと考えたのです。そこで彼はニカレテに、メタネイラが入信できるよう彼女を連れて密儀へ来るよう懇願し、彼自身が入信させることを約束しました。
ἀφικομένας δʼ αὐτὰς ὁ Λυσίας εἰς μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ εἰσάγει, αἰσχυνόμενος τήν τε γυναῖκα ἣν εἶχε, Βραχύλλου μὲν θυγατέρα, ἀδελφιδῆν δὲ αὑτοῦ, καὶ τὴν μητέρα τὴν αὑτοῦ πρεσβυτέραν τε οὖσαν καὶ ἐν τῷ αὐτῷ διαιτωμένην· ὡς Φιλόστρατον δὲ τὸν Κολωνῆθεν, ᾔθεον ἔτι ὄντα καὶ φίλον αὐτῷ, καθίστησιν ὁ Λυσίας αὐτάς, τήν τε Μετάνειραν καὶ τὴν Νικαρέτην. συνηκολούθει δὲ καὶ Νέαιρα αὑτηί, ἐργαζομένη μὲν ἤδη τῷ σώματι, νεωτέρα δὲ οὖσα διὰ τὸ μήπω τὴν ἡλικίαν αὐτῇ παρεῖναι.
彼女らが到着すると、リュシアスは自らの家には招き入れませんでした。というのも、ブラキュロスの娘であり自身の姪であった妻、そして高齢で同居していた実母に対して恥じ入ったからです。そこでリュシアスは、まだ独身で自身の友人であったコロノス区のフィロストラトスの家に、メタネイラとニカレテを宿泊させました。そして、このネアイラも彼女らに同行していました。彼女はすでに身体で売春をしていましたが、まだその年齢に達していなかったため、より年若かったのでした。
ὡς οὖν ἀληθῆ λέγω, ὅτι Νικαρέτης ἦν καὶ ἠκολούθει ἐκείνῃ καὶ ἐμισθάρνει τῷ βουλομένῳ ἀναλίσκειν, τούτων ὑμῖν αὐτὸν τὸν Φιλόστρατον μάρτυρα καλῶ. ΜΑΡΤΥΡΙΑ. "Φιλόστρατος Διονυσίου Κολωνῆθεν μαρτυρεῖ εἰδέναι Νέαιραν Νικαρέτης οὖσαν, ἧσπερ καὶ Μετάνειρα ἐγένετο, καὶ κατάγεσθαι παρʼ αὑτῷ, ὅτε εἰς τὰ μυστήρια ἐπεδήμησαν ἐν Κορίνθῳ οἰκοῦσαι· καταστῆσαι δὲ αὐτὰς ὡς αὑτὸν Λυσίαν τὸν Κεφάλου, φίλον ὄντα ἑαυτῷ καὶ ἐπιτήδειον."
私が真実を述べていること、すなわち彼女がニカレテの所有物であり、彼女に従い、金を使おうと望む者に対して報酬を得て売春していたことの証拠として、あなたがたにフィロストラトス本人を証人として法廷に呼びます。 証言。 「コロノス区のディオニュシオスの息子フィロストラトスは、ネアイラがニカレテの所有物であったこと、かつてメタネイラがそうであったのと同様であることを知っており、コリントスに住んでいた彼女らが密儀のために当地に滞在した際、自分の宿舎に宿泊したことを証言する。また、自身の友人であり懇意の間柄であるケファロスの息子リュシアスが、彼女らを自分〔フィロストラトス〕の宿舎に案内して宿泊させたことを証言する」
- 16ἃ μὲν ἠδικημένος, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὸ Στεφάνου ἀναβέβηκα κατηγορήσων Νεαίρας ταυτησί
関係代名詞 ἃ は目的格対格(内的関係の対格または関連の対格)として分詞 ἠδικημένος に係り、先行詞を含んだ関係節全体が主動詞 εἴρηκεν の目的語(ταῦτα)に相当する倒置的・先行的構文。直前の箇所の末尾で予告されたアポロドロスの登壇宣言と導入の要約を兼ねている。
- 18δεινὴ δὲ φύσιν μικρῶν παιδίων συνιδεῖν εὐπρεπῆ
形容詞 δεινή に不定詞 συνιδεῖν(限定的不定詞)が後続し、「〜を見抜くのに長けている」の意。φύσιν は(属格 μικρῶν παιδίων を伴って)他動詞不定詞 συνιδεῖν の直接目的語(「幼子の資質・容姿」)であり、εὐπρεπῆ はそれに対する述語的(または付加語的)対格として「見目の良い(ものとして)」機能している。
- 21χάριν καταθήσεσθαι
慣用句 κατατίθεμαι χάριν(恩恵・好意を相手に施し、将来の返礼を期待して蓄える、恩義を売る)の未来不定詞構文。間接話法の中で主語のリュシアスが自身に帰属する行為として恩義を施すことを意図した心理を示している。
