← デモステネス

第五十弁論 ポリュクレスへの抗弁

§1-7

アテナイの危機と三段櫂船装備の準備

原告は本訴訟が国家的な重要性を持つことを説明した後、アテネを襲った危機(領土の喪失や食料危機)とそれに対応するための三段櫂船派遣決議、そして自ら多大な私財を投じて速やかに船隊を準備した自らの功績を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

τοῖς τοιούτοις τῶν ἀγώνων, ὦ ἄνδρες δικασταί, καὶ τοὺς διαγνωσομένους προσήκει μάλιστα προσέχειν τὸν νοῦν. οὐ γὰρ ἐμὸς καὶ Πολυκλέους ἴδιός ἐστιν ὁ ἀγὼν μόνον, ἀλλὰ καὶ τῆς πόλεως κοινός. ὧν1 γὰρ τὰ μὲν ἐγκλήματα ἴδιά ἐστιν, αἱ δὲ βλάβαι κοιναί, πῶς οὐχ ὑπὲρ τούτων εἰκός ἐστιν ἀκούσαντας ὑμᾶς ὀρθῶς διαγνῶναι; εἰ μὲν γὰρ περὶ ἄλλου τινὸς συμβολαίου ἐγὼ διαφερόμενος πρὸς Πολυκλέα εἰσῄειν εἰς ὑμᾶς, ἐμὸς ἂν ἦν καὶ Πολυκλέους ὁ ἀγών· νῦν δὲ περί τε διαδοχῆς νεώς ἐστιν ὁ λόγος καὶ ἐπιτριηραρχήματος πέντε μηνῶν καὶ ἓξ ἡμερῶν ἀνηλωμένου, καὶ περὶ τῶν νόμων, πότερα κύριοί εἰσιν ἢ οὔ.

つまるところ、裁判員諸官、このような訴訟においてこそ、判決を下そうとする人々は最も注意を払うのがふさわしいのです。なぜなら、この訴訟は私とポリュクレスだけの私的なものではなく、国家にとっても共通の関心事だからです。というのも、告発内容は私的なものである一方、被害は共通のものであるような事柄について、あなたがたは双方の言い分を聞いた上で、これら(の事柄)のために正しく判決を下すのが当然ではないでしょうか。もし私が他の何らかの契約に関してポリュクレスと争ってあなたがたの法廷に入ってきたのであれば、この訴訟は私とポリュクレスのものであったでしょう。しかし現実は、船(の指揮権)の交代、および5ヶ月と6日間にわたって費やされた超過三段櫂船装備職(の費用)、さらには、法律が有効であるか否かについての議論なのです。

§2

ἀναγκαῖον δή μοι δοκεῖ εἶναι ἅπαντα ἐξ ἀρχῆς διηγήσασθαι πρὸς ὑμᾶς. καὶ πρὸς θεῶν, ἄνδρες δικασταί, δέομαι ὑμῶν, μή με ἡγήσησθε ἀδολεσχεῖν, ἐὰν διὰ μακροτέρων διηγῶμαι τά τε ἀναλώματα καὶ τὰς πράξεις, ὡς ἐν καιρῷ τε ἕκασται καὶ χρήσιμοι τῇ πόλει ἐδιακονήθησαν. εἰ μὲν γάρ τις ἔχει με ἐπιδεῖξαι ὡς ψεύδομαι, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι ἐξελεγξάτω, ὅ τι ἂν μὴ φῇ με ἀληθῆ λέγειν πρὸς ὑμᾶς· εἰ δʼ ἐστὶν ἀληθῆ καὶ μηδεὶς ἄν μοι ἀντείποι ἄλλος ἢ οὗτος, δέομαι ὑμῶν ἁπάντων δικαίαν δέησιν·

そこで、初めからすべてをあなたがたに説明することが必要であると私には思われます。そして、神々の名において、裁判員諸官、あなたがたにお願いします。もし私が、出費や様々な行動について、それらの一つ一つがいかに適切な時期に、また国家にとって有益に遂行されたかを示すために、いささか長々と説明したとしても、無駄話をしていると思わないでください。なぜなら、もし誰かが私を嘘つきだと証明できるなら、私の(持ち時間の)水時計が流れている間に立ち上がって、私があなたがたに対して真実を言っていないと彼が主張する点を論駁するがよいからです。しかし、もしそれらが真実であり、この男以外の誰も私に反論できないのであれば、私はあなたがた全員に正当な願いを求めます。

§3

ὅσοι μὲν τῶν στρατιωτῶν ἐστε καὶ παρῆτε ἐκεῖ, αὐτοί τε ἀναμνήσθητε καὶ τοῖς παρακαθημένοις φράζετε τήν τʼ ἐμὴν προθυμίαν καὶ τὰ συμβάντα ἐν τῷ τότε καιρῷ τῇ πόλει πράγματα καὶ τὰς ἀπορίας, ἵνα ἐκ τούτων εἰδῆτε ὁποῖός τίς εἰμι περὶ ἃ ἂν προστάξητε ὑμεῖς· ὅσοι δὲ αὐτοῦ ἐπεδημεῖτε, σιγῇ μου ἀκοῦσαι διηγουμένου ἅπαντα πρὸς ὑμᾶς, καὶ ἐπὶ τούτων ἑκάστῳ, οἷς ἂν λέγω, τούς τε νόμους παρεχομένου2 καὶ τὰ ψηφίσματα, τά τε τῆς βουλῆς καὶ τὰ τοῦ δήμου, καὶ τὰς μαρτυρίας.

あなたがたのうち兵士であって、そこに居合わせた人々は、自ら思い出すとともに、隣に座っている人々にも、私の熱意と、あの当時国家に起こった事態や困難を語って聞かせてください。それによって、あなたがたが命令する事柄に対して私がどのような人間であるかを、あなたがたが知ることができるようにするためです。また、この地に留まっていた人々は、私があなたがたにすべてを説明するのを静かに聞き、私が述べるこれらの一つ一つの事柄に対して、法や、評議会および民会の決議、さらには証言を私が提示するのを(見守ってください)。

§4

ἑβδόμῃ γὰρ φθίνοντος μεταγειτνιῶνος μηνὸς3 ἐπὶ Μόλωνος ἄρχοντος, ἐκκλησίας γενομένης καὶ εἰσαγγελθέντων ὑμῖν πολλῶν καὶ μεγάλων πραγμάτων, ἐψηφίσασθε τὰς ναῦς καθέλκειν τοὺς τριηράρχους· ὧν καὶ ἐγὼ ἦν. καὶ τὸν μὲν καιρὸν τὸν συμβεβηκότα τῇ πόλει τότε οὐκ ἐμὲ δεῖ διεξελθεῖν, ἀλλʼ ὑμᾶς αὐτοὺς ἀναμνησθῆναι, ὅτι Τῆνος μὲν καταληφθεῖσα ὑπʼ Ἀλεξάνδρου ἐξηνδραποδίσθη, Μιλτοκύθης δὲ ἀφειστήκει ἀπὸ Κότυος καὶ πρέσβεις ἐπεπόμφει περὶ συμμαχίας, βοηθεῖν κελεύων καὶ τὴν Χερρόνησον ἀποδιδούς, Προκοννήσιοι δὲ σύμμαχοι ὄντες ἱκέτευον ὑμᾶς ἐν τῷ δήμῳ βοηθῆσαι αὑτοῖς, λέγοντες ὅτι ὑπὸ Κυζικηνῶν κατέχονται τῷ πολέμῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ μὴ περιιδεῖν ἀπολομένους·

モロンがアルコン(執政官)であった年のメタゲイトニオン月の24日(終わりの第7日)、民会が開催され、多くの重大な事態が報告されたとき、あなたがたは三段櫂船装備職たちに船を進水させることを議決しました。その中に私も含まれていました。当時国家に生じていた危機の状況は、私が詳しく説明するまでもなく、あなたがた自身が思い出すべきです。すなわち、テノス島がアレクサンドロスによって占領され、住民が奴隷に売られたこと、ミルトキュテスはコテュスに対して反乱を起こし、同盟を求めて使節を派遣し、援助を要請するとともにヘルソネソス(の支配権)を返還しようとしていたこと、また同盟関係にあったプロコンネソス人たちは、民会において、自分たちがキュジコス人によって陸からも海からも戦争で包囲されていると述べ、自分たちが滅びるのを見過ごさないよう、自分たちを援助してほしいとあなたがたに懇願していたことです。

§6

ὧν ἀκούοντες τότε ὑμεῖς ἐν τῷ δήμῳ αὐτῶν τε λεγόντων καὶ τῶν συναγορευόντων αὐτοῖς, ἔτι δὲ τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων περὶ ἔκπλουν ὄντων ἐκ τοῦ Πόντου, καὶ Βυζαντίων καὶ Καλχηδονίων καὶ Κυζικηνῶν καταγόντων τὰ πλοῖα ἕνεκα τῆς ἰδίας χρείας τοῦ σίτου, καὶ ὁρῶντες ἐν τῷ Πειραιεῖ τὸν σῖτον ἐπιτιμώμενον καὶ οὐκ ὄντα ἄφθονον ὠνεῖσθαι, ἐψηφίσασθε τάς τε ναῦς καθέλκειν τοὺς τριηράρχους καὶ παρακομίζειν ἐπὶ τὸ χῶμα, καὶ τοὺς βουλευτὰς καὶ τοὺς δημάρχους καταλόγους ποιεῖσθαι τῶν δημοτῶν καὶ ἀποφέρειν ναύτας, καὶ διὰ τάχους τὸν ἀπόστολον ποιεῖσθαι καὶ βοηθεῖν ἑκασταχοῖ. καὶ ἐνίκησε τὸ Ἀριστοφῶντος ψήφισμα τουτί. ΨΗΦΙΣΜΑ. τοῦ μὲν ψηφίσματος τοίνυν ἀκηκόατε, ὦ ἄνδρες δικασταί. ἐγὼ δʼ ἐπειδή μοι οὐκ ἦλθον οἱ ναῦται οἱ καταλεγέντες ὑπὸ τῶν δημοτῶν, ἀλλʼ ἢ4 ὀλίγοι καὶ οὗτοι ἀδύνατοι, τούτους μὲν ἀφῆκα, ὑποθεὶς δὲ τὴν οὐσίαν τὴν ἐμαυτοῦ καὶ δανεισάμενος ἀργύριον πρῶτος ἐπληρωσάμην τὴν ναῦν, μισθωσάμενος ναύτας ὡς οἷόν τʼ ἦν ἀρίστους, δωρεὰς καὶ προδόσεις δοὺς ἑκάστῳ αὐτῶν μεγάλας. ἔτι δὲ σκεύεσιν ἰδίοις τὴν ναῦν ἅπασι κατεσκεύασα, καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, καὶ κόσμῳ ὡς οἷόν τʼ ἦν κάλλιστα καὶ διαπρεπέστατα τῶν τριηράρχων. ὑπηρεσίαν τοίνυν ἣν ἐδυνάμην κρατίστην ἐμισθωσάμην.

当時民会において、彼ら自身の言葉や彼らを支持する人々の言葉を聞き、さらに、黒海から出帆しようとしていた商人や船主たちが、ビュザンティオン人やカルケドン人、キュジコス人によって、彼ら自身の穀物需要のために船を強制的に引き入れられているという言葉を聞き、またペイライエウスにおいて穀物の価格が高騰し、十分に購入できない状況を目にして、あなたがたは、三段櫂船装備職たちに船を進水させて埠頭へ回航すること、評議員や区長たちに区民のリストを作成して水兵として登録すること、そして速やかに船隊を派遣し、各地を援助することを議決しました。そして、アリストフォンが提案したこの決議案が可決されたのです。[決議案]裁判員諸官、決議案についてはお聞きになった通りです。ところが私は、区民たちによって名簿に載せられた水兵たちが、少数かつそれも能力のない者を除いては現れなかったため、彼らを解放し、自分の全財産を抵当に入れて資金を借り、各人に高額の報酬や前渡金を支給して、できる限り優秀な水兵を雇い入れ、誰よりも早く自船に人員を満たしました。さらに、公有の機材は一切受け取らず、すべて私財の機材で船を装備し、三段櫂船装備職の中でできる限り最も美しく見事に飾り立てました。また、乗組員も、自分が雇うことのできる最高の人々を雇いました。

構文注4 件
  1. 1ὧν

    関係代名詞の中性複数属格。先行詞が明示されていないが、前後の文脈から「私的な訴訟である一方、公的な損害を伴う事柄」を実質的な先行詞として受けている。

  2. 3παρεχομένου

    現在分詞中動態属格で、先行する μου(ἀκοῦσαι の目的語)に一致する。同じく μου に係る διηγουμένου と並列され、話者自身が証拠等を提示することを表す。

  3. 4ἑβδόμῃ γὰρ φθίνοντος μεταγειτνιῶνος μηνὸς

    アッティカ暦の下旬の日付表現。欠けていく月(下半月)の第7日を意味し、通常は逆算して当月の24日を指す。

  4. 7ἀλλʼ ἢ

    否定語の後に置かれ、例外を示す慣用句(「〜を除いては」「〜以外には」)。ここでは指定された水兵たちが「少数の無能な者を除いて来なかった」ことを意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
urn:cts:greekLit:tlg0014.tlg050.humanitext-grc2:1-7