← デモステネス

第四十八弁論 オリュンピオドロス弾劾

§51-58

オリュンピオドロスの放蕩の暴露と公正な裁きの要求

話者は法廷で契約書を開封し誓言を公開することを相手に要求し、それを拒む態度を非難する。さらに、相手が娼婦に惑わされて親族を顧みず異常な私生活を送っていることを暴露し、自身の妻や娘の苦境を訴えて公正な判決を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§51

Ἀνδροκλείδης δὲ οὑτοσὶ πάρεστιν. ἐγὼ γὰρ αὐτῷ ἐπήγγειλα ἥκειν ἔχοντι τὰς συνθήκας. καὶ συγχωρῶ, ὦ ἄνδρες δικασταί, ἐν τῷ τούτου λόγῳ ἢ ἐν τῷ προτέρῳ ἢ ἐν τῷ ὑστέρῳ1 ἀνοιχθῆναι· οὐδὲν γάρ μοι διαφέρει. ὑμᾶς δὲ βούλομαι ἀκοῦσαι τὰς συνθήκας καὶ τοὺς ὅρκους, οὓς ὠμόσαμεν ἀλλήλοις ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί. καὶ εἰ μὲν συγχωρεῖ, ἔστω ταῦτα, καὶ ὑμεῖς ἀκούετε, ἐπειδὰν τούτῳ δοκῇ· ἐὰν δὲ μὴ ʼθέλῃ ταῦτα ποιεῖν, οὐκ ἤδη καταφανὴς ἔσται, ὦ ἄνδρες δικασταί, ὅτι ἀναισχυντότατός ἐστιν ἀνθρώπων ἁπάντων, καὶ δικαίως οὐδʼ ἂν ὁτιοῦν ἀποδέχοισθε τούτου ὡς ὑγιές τι λέγοντος;

ここにアンドロクレイデスが来ております。私は彼に、契約書を持って出頭するよう命じたからです。そして、裁判員諸官、私は、この男の弁論においてであれ、最初の弁論においてであれ、あるいは後の弁論においてであれ、それが開封されることに同意します。私にとってはどちらでも構わないからです。私はあなた方に、私とここにいるオリンピオドロスが互いに誓い合って交わした契約書と誓言を聞いていただきたいのです。もし彼が同意するなら、そのようにしましょう。そしてあなた方は、彼の気が向いた時にそれを聞いてください。しかし、もし彼がこれを行うことを拒むなら、裁判員諸官、彼がすべての人間のうちで最も破廉恥な者であり、あなた方が、彼がまともなことを言っているとして彼の言うことを何一つ受け入れないのが当然であることが、その時点ですぐに明らかになるのではないでしょうか。

§52

ἀλλὰ τί ταῦτα σπουδάζω; οὐδὲ γὰρ αὐτὸς ἀγνοεῖ ταῦτα οὗτος, ὅτι ἀδικεῖ μὲν ἐμέ, ἀδικεῖ δὲ τοὺς θεοὺς οὓς ὤμοσεν, καὶ ἐπιορκεῖ. ἀλλὰ διέφθαρται, ὦ ἄνδρες δικασταί, καὶ παραφρονεῖ. ἀνιῶμαι μὲν οὖν καὶ αἰσχύνομαι, ὦ ἄνδρες δικασταί, οἷς μέλλω λέγειν πρὸς ὑμᾶς, ἐξ ἀνάγκης δέ μοί ἐστιν εἰπεῖν, ὅπως ἂν ὑμεῖς οἱ τὴν ψῆφον ἔχοντες ἀκούσαντες ἅπαντα, βουλεύσησθε ὅ τι ἂν ὑμῖν δοκῇ βέλτιστον εἶναι περὶ ἡμῶν.

しかし、なぜ私はこのようなことにやきもきしているのでしょうか。この男自身も、自分が私に対して不義を働き、誓いを立てた神々に対して不義を働き、偽誓しているということを知らないわけではないからです。しかし、彼は破滅しており、裁判員諸官、正気を失っています。ですから、裁判員諸官、私はこれからあなた方に話そうとすることについて、苦痛を覚え、恥ずかしく思っていますが、投票権をお持ちのあなた方が、すべてを聞いた上で、私たちに関して最も良いと思われることを決定できるようにするために、どうしても話さなければならないのです。

§53

ὧν δὲ μέλλω λέγειν, οὗτος αἴτιός ἐστιν οὐκ ἐθέλων ἐν τοῖς οἰκείοις περὶ τούτων πρός με διαλύσασθαι, ἀλλʼ ἀναισχυντῶν. Ὀλυμπιόδωρος γὰρ οὑτοσί, ὦ ἄνδρες δικασταί, γυναῖκα μὲν ἀστὴν κατὰ τοὺς νόμους τοὺς ὑμετέρους οὐδεπώποτε ἔγημεν, οὐδʼ εἰσὶν αὐτῷ παῖδες οὐδὲ ἐγένοντο, ἑταίραν δὲ λυσάμενος ἔνδον ἔχει, καὶ αὕτη ἐστὶν ἡ λυμαινομένη ἅπαντας ἡμᾶς καὶ ποιοῦσα τουτονὶ περαιτέρω μαίνεσθαι.

これから私が話すことについて、責任はこの男にあります。身内の間でこれらについて私と和解しようとせず、破廉恥な態度をとっているからです。裁判員諸官、ここにいるオリンピオドロスは、あなた方の法律に従って市民の女性を妻に娶ったことは一度もなく、子供もおらず、生まれたこともありません。かえって、ヘタイラを身受けして家に囲っており、この女こそが私たち一同を破滅させ、この男を常軌を逸して狂わせている張本人なのです。

§54

πῶς γὰρ οὐ μαίνεται ὅστις οἴεται δεῖν, ἃ μὲν ὡμολόγησεν καὶ συνέθετο ἑκὼν πρὸς ἑκόντα καὶ ὤμοσεν, τούτων μὲν μηδʼ ὁτιοῦν ποιεῖν, καὶ ταῦτα ἐμοῦ σπουδάζοντος οὐχ ὑπὲρ ἐμαυτοῦ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς τούτου ἀδελφῆς τῆς ὁμοπατρίας καὶ ὁμομητρίας, ἣ ἐμοὶ συνοικεῖ, καὶ ὑπὲρ τῆς τούτου ἀδελφιδῆς, θυγατρὸς δὲ ἐμῆς; αὗται γάρ εἰσιν αἱ ἀδικούμεναι οὐχ ἧττον ἐμοῦ, ἀλλὰ καὶ μᾶλλον.

自分が合意し、双方の自由意思によって契約を結び、誓いを立てたことについて、何一つ実行すべきでないと考える者が、どうして狂っていないと言えるでしょうか。しかも、私が自分のためだけでなく、私と同居している、彼の同父同母の姉妹(すなわち私の妻)のため、そして彼の姪であり私の娘である者のために尽力しているというのに。彼女たちこそ、私以上に、いや、私よりもはるかに不当な扱いを受けている当事者なのです。

§55

πῶς γὰρ οὐκ ἀδικοῦνται ἢ πῶς οὐ δεινὰ πάσχουσιν, ἐπειδὰν ὁρῶσι τὴν μὲν τούτου ἑταίραν περαιτέρω τοῦ καλῶς ἔχοντος καὶ χρυσία πολλὰ ἔχουσαν καὶ ἱμάτια καλά, καὶ ἐξόδους λαμπρὰς ἐξιοῦσαν, καὶ ὑβρίζουσαν ἐκ τῶν ἡμετέρων, αὐταὶ δὲ καταδεεστέρως περὶ ταῦτα ἔχωσιν2 ἅπαντα, πῶς οὐκ ἐκεῖναι μᾶλλον ἔτι ἀδικοῦνται ἢ ἐγώ; οὗτος δὲ πῶς οὐ καταφανῶς μαίνεται καὶ παραφρονεῖ, τοιαῦτα περὶ αὑτοῦ βουλευόμενος; ἵνα δὲ μὴ φάσκῃ, ὦ ἄνδρες δικασταί, ἐπὶ διαβολῇ ταῦτα λέγειν με τοῦ ἀγῶνος ἕνεκα τουτουί, μαρτυρίαν ὑμῖν ἀναγνώσεται τῶν τούτου οἰκείων καὶ ἐμῶν. ΜΑΡΤΥΡΙΑ. Ὀλυμπιόδωρος μὲν οὑτοσὶ τοιοῦτός ἐστιν ἄνθρωπος, οὐ μόνον ἄδικος, ἀλλὰ καὶ μελαγχολᾶν δοκῶν ἅπασιν τοῖς οἰκείοις καὶ τοῖς γνωρίμοις τῇ προαιρέσει τοῦ βίου, καὶ ὅπερ Σόλων ὁ νομοθέτης λέγει, παραφρονῶν ὡς οὐδεὶς πώποτε παρεφρόνησεν ἀνθρώπων, γυναικὶ πειθόμενος πόρνῃ. καὶ ἄκυρά γε ταῦτα πάντα ἐνομοθέτησεν εἶναι ὁ Σόλων, ὅ τι ἄν τις γυναικὶ πειθόμενος πράττῃ, ἄλλως τε καὶ τοιαύτῃ.

というのも、この男のヘタイラが分不相応に多くの金や美しい衣類を持ち、華美に着飾って出歩き、私たちの財産を浪費して傲慢に振る舞うのを見る一方で、彼女たち自身はこれらすべてにおいて極めて貧しい状態に置かれているとき、彼女たちが不当な扱いを受けていない、あるいは酷い目に遭っていないと、どうして言えるでしょうか。どうして彼女たちの方が私よりもいっそう不当な扱いを受けていないと言えるでしょうか。そして、この男は自分自身に関してこのような企てをしておきながら、どうして明らかに正気を失い、狂っていないと言えるでしょうか。裁判員諸官、私がこの裁判のために誹謗中傷としてこれらのことを言っているのだと彼が主張しないように、彼の親族および私の親族の証言をあなた方に読み上げさせましょう。証言を読み上げてください。 〔証言〕ここにいるオリンピオドロスは、このような人間なのです。不当であるだけでなく、その生き方の選択によって、親族や知人すべてから、気が狂っていると思われており、立法者ソロンが言うように、売春婦の女に従うことで、これまでにないほど正気を失っているのです。そしてソロンは、女に、とりわけこのような女に従って行うことは、いかなることであれすべて無効であると法律に定めました。

§57

περὶ μὲν οὖν τούτων καλῶς ὁ νομοθέτης ἐπεμελήθη, ἐγὼ δὲ ὑμῶν δέομαι, καὶ οὐ μόνον ἐγώ, ἀλλὰ καὶ ἡ ἐμὴ γυνή, Ὀλυμπιοδώρου δὲ τουτουὶ ἀδελφή, καὶ ἡ θυγάτηρ ἡ ἐμή, Ὀλυμπιοδώρου δὲ τουτουὶ ἀδελφιδῆ, ἱκετεύομεν ὑμᾶς καὶ ἀντιβολοῦμεν, ὦ ἄνδρες δικασταί, ἅπαντες ἡμεῖς (νομίσατε γὰρ ἐκείνας ἐνθάδε παρεῖναι)

したがって、これらについては立法者が実に見事に手当てをしてくれましたが、私はあなた方に懇願します。私だけでなく、私の妻、すなわちここにいるオリンピオドロスの姉妹、また私の娘、すなわちここにいるオリンピオドロスの姪も、裁判員諸官、私たち一同あなた方に哀願し懇請いたします(彼女たちがこの場に立ち会っているとお考えください)。

§58

μάλιστα μὲν τουτονὶ Ὀλυμπιόδωρον πεῖσαι μὴ ἀδικεῖν ἡμᾶς, ἐὰν δʼ ἄρα μὴ ʼθέλῃ πείθεσθαι, ὑμᾶς μεμνημένους ἁπάντων τῶν εἰρημένων ψηφίζεσθαι3 ὅ τι ἂν ὑμῖν δοκῇ βέλτιστον καὶ δικαιότατον εἶναι. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια γνώσεσθε καὶ τὰ συμφέροντα ἡμῖν ἅπασιν, οὐχ ἥκιστα δὲ Ὀλυμπιοδώρῳ αὐτῷ τουτῳί.

何よりも、このオリンピオドロスを説得して、私たちに不義を働かないようにしていただきたいのです。しかし、もし彼がどうしても説得に応じようとしないなら、あなた方は言われたすべてのことを記憶にとどめ、最も良く、かつ最も正しいと思われることに投票してください。そうすることによって、あなた方は正しい判断を下すことになり、私たち全員にとって、そして何よりもこのオリンピオドロス自身にとっても有益な判断を下すことになるのです。

構文注3 件
  1. 51ἐν τῷ τούτου λόγῳ ἢ ἐν τῷ προτέρῳ ἢ ἐν τῷ ὑστέρῳ

    前置詞 ἐν に導かれる3つの名詞句が接続詞 ἤ で並列されている。τούτου λόγῳ(この男の弁論)と τῷ προτέρῳ ... τῷ ὑστέρῳ(最初の弁論、後の弁論)はそれぞれ、裁判における対立当事者の発言時間枠を指す。

  2. 55ἐπειδὰν ὁρῶσι ... αὐταὶ δὲ ... ἔχωσιν

    接続詞 ἐπειδάν(〜するときはいつでも)が導く従属節の中で、2つの動詞 ὁρῶσι(ὁράω の接続法現在3人称複数)と ἔχωσιν(ἔχω の接続法現在3人称複数)が、等位接続詞 δέ によって結ばれ並列関係にある。αὐταὶ δέ は後半の ἔχωσιν の主語(話者の妻と娘)であり、他方のヘタイラの状況との対比を強調している。

  3. 58μάλιστα μὲν ... πεῖσαι ... ψηφίζεσθαι

    前の文(§57)の主動詞 δέομαι(私は求める)および ἱκετεύομεν / ἀντιβολοῦμεν(私たちは懇願する)から続く不定詞構文。不定詞 πεῖσαι(説得すること)と ψηφίζεσθαι(投票すること)の意味上の主語は裁判員たち(ὑμᾶς)であり、全体として「あなた方が〜してくださることを懇願する」という希求・弾願の意を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:51-58