← デモステネス

第四十七弁論 エウエルゴスならびにムネシブロスの偽証罪弾劾

§76-82

過剰な財産差押えの告発と陪審員への正義の訴え

弁論者は、相手方が判決金の受領を拒んで過剰な差押えを行い、完済後も財産を返還しない不法を告発し、過去の法廷での自らの節度ある行動と相手方の暴虐を対比して陪審員に公正な裁きを訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§76

καὶ τὸν μὲν ἄλλον χρόνον ἀνέμενεν ὡς οὐ διὰ ταχέων με ποριοῦντα αὐτῷ τὸ ἀργύριον, βουλόμενος ὑπʼ αὐτοὺς τοὺς ἀγῶνας τῶν ψευδομαρτυρίων τὴν ἐνεχυρασίαν μου ποιήσασθαι· ἐπειδὴ δὲ ἐπήγγειλα αὐτῷ κομίσασθαι τὴν δίκην, ἐλθών μου τά τε σκεύη καὶ τοὺς οἰκέτας καὶ τὰ πρόβατα ἔλαβεν ἀντὶ τοῦ ἀπολαβεῖν. γεωργῶ δὲ πρὸς τῷ ἱπποδρόμῳ, ὥστε οὐ πόρρω ἔδει αὐτὸν ἐλθεῖν.

そして彼はずっと待っていたのですが、それは私が早急に金を用意できないだろうと考え、まさに偽証の裁判の直前に私の担保の差し押さえを行いたいと望んでいたからでした。しかし私が判決の賠償金を受け取るよう彼に通告したところ、彼は金を受け取る代わりにやって来て、私の家財や奴隷たちや羊たちを奪い去ったのです。私は競馬場の近くで農業を営んでいるため、彼にとって遠くまで行く必要はありませんでした。

§77

ὅτι δʼ ἀληθῆ λέγω, μέγα τεκμήριον ὑμῖν ἔστω· τῇ ὑστεραίᾳ γὰρ ἐκομίσατο τὸ ἀργύριον τῆς δίκης ἢ τὰ ἐνέχυρα ἔλαβεν.1 καίτοι πῶς ἄν, εἰ μὴ πεπορισμένον ἦν, εὐθὺς ἀπέλαβε τὸ ἀργύριον χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολώ; καὶ τὰ ἐνέχυρά μοι οὐκ ἀπεδίδου, ἀλλʼ ἔτι καὶ νῦν ἔχει ὡς ὑπερημέρου ὄντος. ὅτι δʼ οὐκ ἦν αὐτῷ ὑπερήμερος, ἀνάγνωθί μοι τὸν νόμον καὶ τὴν μαρτυρίαν, ὃς κελεύει κύρια εἶναι ὅ τι ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, ὥστε οὐκέτι ἦν αὐτῷ δήπου ὑπερήμερος. ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ.

私が真実を述べていることの大きな証拠を挙げましょう。彼は担保を奪った翌日に、判決の金を受け取っているからです。それにしても、もし前もって用意されていなかったなら、どうして彼が千三百十三ドラクマと二オボロスという金を直ちに受け取ることができたでしょうか。それにもかかわらず、彼は私に担保を返そうとせず、私が期限超過者であるかのようにして今なお手元に留めているのです。私が彼に対して期限超過者ではなかったことの証拠として、法と証言を私に読み上げてください。その法は、人が互いに合意したことはいかなる事柄も有効であるべしと命じているものであり、したがって私は彼に対してもはや期限超過者などではなかったのです。 法。証言。

§78

ὡς μὲν τοίνυν ὡμολόγησε καὶ ἀνεβάλετό μοι τὴν ὑπερημερίαν, μεμαρτύρηται ὑμῖν· ὡς δὲ ἐτριηράρχουν, ὁ συντριήραρχός μοι μεμαρτύρηκεν, καὶ ὡς ἡ ναῦς στρατηγὶς κατεσκευάσθη Ἀλκιμάχῳ. ὥστʼ οὐκ ἦν αὐτῷ δήπου ὑπερήμερος ἀναβαλομένῳ μοι, ἔτι δὲ καὶ ἐκτίνων.2 ἀλλὰ δεινὴ ἡ πλεονεξία τοῦ τρόπου, ὦ ἄνδρες δικασταί, περὶ τὸ πλέον καὶ τὸ ἔλαττον. καὶ εὖ ᾔδεσαν ὅτι, εἰ μὲν τὴν ἄνθρωπον παραδώσουσιν, ἐξελεγχθήσονται ψευδῆ ἐγκαλέσαντες, εἰ δὲ μὴ παραδώσουσιν ἣν ἐμαρτύρησαν ὡς οὗτος ἤθελε παραδιδόναι, ψευδομαρτυρίων ἁλώσονται.

このように彼が合意し、私のために支払期限を猶予したことは、あなたがたに証言された通りです。また私がトリアルコスを務めていたこと、そして船がアルキマコス将軍の旗艦として艤装されたことも、共同トリアルコスが私に証言してくれました。したがって、彼が私に猶予を与えた以上、しかも私が現に支払を行っていたのですから、私が彼に対して期限超過者でなかったことは明白です。しかし裁判人の方々、多いか少ないか(強欲の限りを尽くすこと)に関する彼らの性格の貪欲さは恐るべきものです。彼らは、もしその女を引き渡せば、虚偽の告発を行ったことが暴露されるであろうし、他方もしこの男(テオペモス)が引き渡すことを望んでいたと証言したその女を引き渡さなければ、偽証罪で有罪となることを百も承知していたのです。

§79

δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, εἴ τις ἄρα τῶν τότε δικαζόντων τυγχάνει ὢν ἐν τῷ δικαστηρίῳ, τοῖς αὐτοῖς χρήσασθαι ἤθεσιν οἷσπερ καὶ τότε, καὶ εἰ μὲν ἡ μαρτυρία πιστὴ ὑμῖν ἔδοξεν εἶναι καὶ ἐγὼ φεύγειν τὸν ἔλεγχον τὸν ἐκ τῆς ἀνθρώπου, νῦν ἐξελεγχομένων αὐτῶν ψευδῆ μεμαρτυρηκότων καὶ οὐ παραδιδόντων τὴν ἄνθρωπον βοηθῆσαί μοι, εἰ δʼ ἐμοὶ ὠργίσθητε ὅτι ἐνεχυράσων ἦλθον ἐπὶ τὴν οἰκίαν τὴν τοῦ Θεοφήμου, καὶ τούτοις νῦν ὀργισθῆναι ὅτι ἐπὶ τὴν ἐμὴν ἦλθον.

裁判人の方々、もし当時の裁判人の方々のどなたかが今この法廷におられるなら、私はその方にお願いしたい。当時と同じ心情をお持ちいただき、もし当時、かの証言が信頼に値するように思われ、私が女奴隷の引き渡しによる訊問を逃れているように見えたのであれば、今や彼らが偽証を行ったことが論破され、その女を引き渡さないでいる以上、私を助けていただきたいのです。また、もし私が担保を差し押さえようとテオペモスの家に赴いたことに腹を立てられたのであれば、今度は彼らが私の家に押し入ったことに腹を立てていただきたいのです。

§80

καὶ ἐγὼ μὲν ὑπὸ νόμων καὶ ψηφισμάτων ἀναγκαζόμενος, πρόνοιαν ἐποιησάμην τοῦ μήτε ἐπὶ τὸν πατέρα τὸν τούτου εἰσελθεῖν μήτε ἐπὶ τὴν μητέρα, μήτε τῶν τοῦ ἀδελφοῦ λαβεῖν μηδέν, ἀλλʼ οὗ αὐτὸς ᾤκει ὁ Θεόφημος· καὶ ἐπειδὴ οὐ κατέλαβον αὐτὸν ἔνδον, οὐχ ἁρπάσας ᾠχόμην οὐδέν, ἀλλὰ μετελθεῖν ἐκέλευσα αὐτόν, καὶ παρόντος, οὐκ ἀπόντος, τὴν ἐνεχυρασίαν ἐποιησάμην, καὶ ἀφαιρούμενος ἀφῆκα,3 καὶ ἀνῆλθον ἐπὶ τὴν βουλὴν τοὺς κυρίους, καὶ εἰσαγγείλας καὶ ἑλὼν ἐν τῇ βουλῇ, ἀποχρῆν ἡγησάμην τὰ μὲν σκεύη ἀπολαβεῖν ἁπλᾶ, περὶ δὲ τῶν πληγῶν ἐπιτρέψαι, τῷ δὲ τιμήματι συγχωρῆσαι·

この私といえば、法律と民会決議に強いられながらも、この男の父親のところへも母親のところへも押し入らず、兄弟の財産からも何ひとつ奪わず、テオペモス本人が住んでいた場所にのみ向かうよう配慮しました。そして彼が屋内に見当たらないと知ると、何ひとつ略奪して立ち去るようなことはせず、彼を呼びに行かせ、彼が不在の場ではなく同席している前で差し押さえを行いました。そして力づくで奪い返されたときにも手放し、正当な権能を有する評議会へと赴いて告発を行い、評議会で勝訴した際にも、家財を原物通りそのまま受け取るだけで十分であると考え、暴行については仲裁に委ね、科された罰金の額で満足したのです。

§81

ὥστε ἐγὼ μὲν οὕτω πρᾶος περὶ τούτους ἦν, οὗτοι δὲ οὕτως ἀσελγεῖς καὶ βδελυροὶ ὥστʼ ἐπὶ τὴν γυναῖκα καὶ τὰ παιδία εἰσελθεῖν, ἔχοντες μὲν τὰ πρόβατα καὶ τοὺς οἰκέτας, πλείονος ἄξια ἢ κατεδικάσαντο,4 ἀναβαλόμενοι δὲ τὴν ὑπερημερίαν, ἐπαγγείλαντος δʼ ἐμοῦ κομίζεσθαι αὐτοῖς τὴν δίκην, ὡς μεμαρτύρηται ὑμῖν, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν τά τε σκεύη ἐκφορῆσαι τήν τε τιτθὴν συγκόψαι, γραῦν γυναῖκα, ἕνεκα κυμβίου, καὶ ταῦτα πάντα ἔτι ἔχειν καὶ μὴ ἀποδιδόναι ἐκτετεικότος ἐμοῦ τὴν δίκην, χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολώ.

このように私が彼らに対してこれほど温厚であったのに対し、彼らは羊たちや奴隷たちという、自分たちが勝ち取った判決の額以上の価値があるものをすでに確保し、支払期限を猶予し、あなたがたに証言された通り私が賠償金を受け取るよう通告していたにもかかわらず、妻と幼子たちのところへ押し入るほど横暴で恥知らずでした。そして家に押し入って家財を運び出し、盃一つのために私の乳母である老婆を殴打し、私が千三百十三ドラクマと二オボロスの判決金を完済したにもかかわらず、これらすべてを今なお手元に留めて返そうとしないのです。

§82

εἰ δέ τις ἀγνοήσας αὐτοὺς τότε ἀκάκους ἡγήσατο καὶ ἀπράγμονας εἶναι, βούλομαι ὑμῖν περὶ αὐτῶν τὰς μαρτυρίας ἀναγνῶναι, ἃς μεμαρτυρήκασί μοι οἱ ὑπὸ τούτων ἠδικημένοι (λόγῳ μὲν γὰρ διηγήσασθαι οὐκ ἂν ἱκανόν μοι γένοιτο τὸ ὕδωρ), ἵνʼ ἐκ τούτων ἁπάντων σκεψάμενοι, τῶν τε λεχθέντων καὶ τῶν μαρτυρουμένων, ὁσίαν καὶ δικαίαν ὑπὲρ ὑμῶν αὐτῶν τιθῆσθε τὴν ψῆφον. λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

もし当時、事情を知らずに彼らを悪意のない平穏な人間だと思い込んでいた方がいるなら、彼らから被害を受けた人々が私のために証言してくれた証言録を、あなたがたの前で読み上げさせたいと思います(言葉で語り尽くすには水時計の水ではとても足りないでしょうから)。それによって、述べられたことと証言されたことのすべてから判断し、あなたがたご自身のために敬虔かつ公正な一票を投じていただきたいのです。証言録を読み上げてください。 証言録。

構文注4 件
  1. 77τῇ ὑστεραίᾳ γὰρ ἐκομίσατο τὸ ἀργύριον τῆς δίκης ἢ τὰ ἐνέχυρα ἔλαβεν

    τῇ ὑστεραίᾳ ... ἤ の構文。比較級や時間的前後関係を表す語(ὑστεραῖος 等)に伴う接続詞 ἤ は「〜した(その)翌日に」の意味をなし、postridie quam と同義の構文である。担保を押収した日の翌日にはすでに判決金全額を受け取っていたという時間関係を表す。

  2. 78ἀναβαλομένῳ μοι, ἔτι δὲ καὶ ἐκτίνων

    与格分詞 ἀναβαλομένῳ は前置する与格代名詞 αὐτῷ(相手方テオペモス)に一致し、中動態として「私に猶予を与えた彼(に対して)」を意味する。一方、後ろの主格分詞 ἐκτίνων は主節の主語(「私」)に一致しており、「彼が猶予を与え、そのうえ私自身が現に支払を行っていた以上」という状況を示す構文交差(anacoluthon ないし格の非対称)である。

  3. 80καὶ ἀφαιρούμενος ἀφῆκα

    ἀφαιρούμενος は受動態分詞として解釈され、「(差し押さえた担保を相手方に)力づくで奪い取られたときにも」を意味する(奪われた対象を目的語とせず、被奪取者が主語となる受動表現)。対立を激化させず暴力沙汰を避けて引き下がったという弁論者の自制心を強調している。

  4. 81πλείονος ἄξια ἢ κατεδικάσαντο

    κατεδικάσαντο は中動態直説法アオリストで、勝訴判決を得た側が「判決で勝ち取った(金額・賠償)」を意味する(能動態 καταδικάζω が裁判官による「有罪判決・支払命令を下す」を意味するのに対し、中動態は原告側が「判決を得る」の意)。比較の属格 πλείονος と相まって、「彼らが判決で勝ち取った額よりも価値のある」の意をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg047.humanitext-grc2:76-82