← デモステネス

第四十三弁論 マカルタトスへの抗弁

§55-60

法定の親族義務とテオポンポス父子の義務不履行

弁論者は女子相続人の請求や殺人訴訟・死者埋葬といった法定の親族義務を引き合いに出し、テオポンポス父子が遺産の権利だけを不当に要求して親族の義務は一切負ってこなかった事実を指摘して糾弾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§55

ἃ μὲν λέγει ὁ νόμος, ὦ ἄνδρες δικασταί, ἀκούετε. ὅτε δὲ τῆς ἐπικλήρου ἔδει ἐπιδικάζεσθαι Φυλομάχης τῆς τουτουὶ μητρὸς τοῦ παιδός, Ἁγνίου δὲ ἀνεψιοῦ παιδὸς οὔσης πρὸς πατρός, ἐγὼ μὲν ἧκον φοβούμενος τὸν νόμον καὶ ἐπεδικαζόμην γένει ὢν ἐγγυτάτω, Θεόπομπος δὲ ὁ Μακαρτάτου πατὴρ οὐδὲ προσῆλθεν τὸ παράπαν οὐδὲ ἠμφεσβήτησεν διὰ τὸ μηδʼ ὁτιοῦν αὐτῷ προσήκειν, καὶ ταῦτα ἐν τῇ ἡλικίᾳ ὢν τῇ αὐτῇ.

法律が述べていることを、裁判員の方々、あなた方はお聞きになっています。ところで、この少年の母であり、父方においてハグニアースの従兄弟の娘であった女子相続人フィロマケーの請求訴訟を行うべきであったとき、私は法律を恐れて出頭し、血統において最も近かったため訴訟を起こしましたが、マカルタトスの父テオポンポスは、自分には何らの権利も関係もないがゆえに、まったく出頭もせず異議も唱えませんでした。しかも彼は私と同年齢であったにもかかわらずです。

§56

καίτοι πῶς οἴεσθε, ὦ ἄνδρες δικασταί, ἄτοπον εἶναι, τῆς μὲν ἐπικλήρου, ἣ ἦν Ἁγνίᾳ ἀνεψιοῦ παῖς πρὸς πατρός, ταύτης μὲν μηδεπώποτε ἀμφισβητῆσαι Θεόπομπον, τὸν δὲ κλῆρον τὸν Ἁγνίου ἀξιοῦν ἔχειν παρὰ τοὺς νόμους; τούτων γένοιντʼ ἂν ἄνθρωποι ἀναισχυντότεροι ἢ μιαρώτεροι; ἀναγίγνωσκε καὶ τοὺς ἑτέρους νόμους. ΝΟΜΟΙ.

それにもかかわらず、裁判員の方々、ハグニアースにとって父方の従兄弟の娘であった女子相続人その人については、テオポンポスがかつて一度も権利を争わなかったのに、ハグニアースの遺産だけは法律に反して手に入れようと要求するなど、いかに不条理なこととお考えになりませんか。これら以上の破廉恥あるいは不届きな人間がいるでしょうか。他の法律も朗読してください。

§57

"προειπεῖν τῷ κτείναντι ἐν ἀγορᾷ ἐντὸς ἀνεψιότητος καὶ ἀνεψιοῦ,1 συνδιώκειν δὲ καὶ ἀνεψιοὺς καὶ ἀνεψιῶν παῖδας καὶ γαμβροὺς καὶ πενθεροὺς καὶ φράτερας. αἰδέσασθαι δέ, ἐὰν μὲν πατὴρ ᾖ ἢ ἀδελφὸς ἢ υἱεῖς, ἅπαντας, ἢ τὸν κωλύοντα κρατεῖν.2 ἐὰν δὲ τούτων μηδεὶς ᾖ, κτείνῃ δὲ ἄκων, γνῶσι δὲ οἱ πεντήκοντα καὶ εἷς, οἱ ἐφέται, ἄκοντα κτεῖναι, ἐσέσθων οἱ φράτερες, ἐὰν ἐθέλωσι, δέκα· τούτους δὲ οἱ πεντήκοντα καὶ εἷς ἀριστίνδην αἱρείσθων. καὶ οἱ πρότερον κτείναντες ἐν τῷδε τῷ θεσμῷ ἐνεχέσθων. —τοὺς δʼ ἀπογιγνομένους ἐν τοῖς δήμοις, οὓς ἂν μηδεὶς ἀναιρῆται, ἐπαγγελλέτω ὁ δήμαρχος τοῖς προσήκουσιν ἀναιρεῖν καὶ θάπτειν καὶ καθαίρειν τὸν δῆμον, τῇ ἡμέρᾳ ᾗ ἂν ἀπογένηται ἕκαστος αὐτῶν."

法律 「殺害を行った者に対し、従兄弟および従兄弟の血統の範囲内の親族がアゴラにおいて布告を行うものとする。また従兄弟、従兄弟の子、義理の兄弟、義理の父、ならびに同フラトリアの構成員はともに追訴するものとする。和解については、もし父、兄弟、あるいは息子たちがいる場合には全員が合意するものとし、さもなければ反対する者の意志が優先するものとする。もしこれらの者が一人もおらず、殺害が過失によるものであり、五十一人の裁判官、すなわちエペタイが過失による殺害であると判断した場合、同フラトリアの構成員十人が、彼らが望むなら、〔彼を〕受け入れるものとする。この十人は五十一人の裁判官が名家から選ぶものとする。また過去に殺害を行った者もこの法規に従うものとする。――デーモスにおいて死亡した者で、誰も遺体を引き取らない者については、デーマルコスが親族に対し、各自が死亡した当日に遺体を引き取り、埋葬し、デーモスを清めよと命じるものとする。」

§58

"ἐπαγγέλλειν δὲ περὶ μὲν τῶν δούλων τῷ δεσπότῃ, περὶ δὲ τῶν ἐλευθέρων τοῖς τὰ χρήματʼ ἔχουσιν· ἐὰν δὲ μὴ ᾖ χρήματα τῷ ἀποθανόντι, τοῖς προσήκουσι τοῦ ἀποθανόντος ἐπαγγέλλειν. ἐὰν δὲ τοῦ δημάρχου ἐπαγγείλαντος μὴ ἀναιρῶνται οἱ προσήκοντες, ὁ μὲν δήμαρχος ἀπομισθωσάτω ἀνελεῖν καὶ καταθάψαι καὶ καθῆραι τὸν δῆμον αὐθημερόν, ὅπως ἂν δύνηται ὀλιγίστου· ἐὰν δὲ μὴ ἀπομισθώσῃ, ὀφειλέτω χιλίας δραχμὰς τῷ δημοσίῳ. ὅ τι δʼ ἂν ἀναλώσῃ, διπλάσιον πραξάσθω παρὰ τῶν ὀφειλόντων· ἐὰν δὲ μὴ πράξῃ, αὐτὸς ὀφειλέτω τοῖς δημόταις.—τοὺς δὲ μὴ ἀποδιδόντας τὰς μισθώσεις τῶν τεμενῶν τῶν τῆς θεοῦ καὶ τῶν ἄλλων θεῶν καὶ τῶν ἐπωνύμων ἀτίμους εἶναι καὶ αὐτοὺς καὶ γένος καὶ κληρονόμους τοὺς τούτων, ἕως ἂν ἀποδῶσιν."

「奴隷についてはその主人に、自由人については財産を有する者に命じるものとする。もし死者に財産がない場合、死者の親族に命じるものとする。もしデーマルコスが命じたにもかかわらず親族が遺体を引き取らない場合、デーマルコスは可能な限り廉価で、その日のうちに遺体を引き取り、埋葬し、デーモスを清めるよう請負に出すものとする。もし請負に出さない場合、公金として千ドラクマを支払う義務を負うものとする。また支出した費用については、義務を負う者たちから倍額を取り立てるものとする。もし取り立てない場合、彼自身がデーモス民に対して負債を負うものとする。――女神ならびに他の神々、およびエポーニュモス英雄たちの聖域の借地料を納めない者については、納付するまで、その本人も家系もその相続人も市民権停止とするものとする。」

§59

ταῦτα πάντα, ὅσα οἱ νόμοι προστάττουσιν τοὺς προσήκοντας ποιεῖν, ἡμῖν προστάττουσιν καὶ ἀναγκάζουσιν ποιεῖν, ὦ ἄνδρες δικασταί. Μακαρτάτῳ δὲ τουτῳὶ οὐδὲν διαλέγονται οὐδὲ Θεοπόμπῳ τῷ πατρὶ τῷ τούτου· οὐδὲ γάρ εἰσιν ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου τὸ παράπαν· πῶς ἂν οὖν τούτοις τι προστάττοιεν;

裁判員の方々、親族が行うべきこととして法律が命じているこれらのことすべてを、〔法律は〕私たちに対して命じ、行うよう強制しているのです。しかしこのマカルタトスや、その父テオポンポスには何一つ語りかけていません。なぜなら彼らはハグニアースの家の出身ではまったくないからです。それならどうして彼らに何かを命じたりするでしょうか。

§60

ἀλλʼ οὗτος, ὦ ἄνδρες δικασταί, πρὸς μὲν τοὺς νόμους καὶ τὰς μαρτυρίας, ἃς ἡμεῖς παρεχόμεθα, δίκαιον οὐδʼ ὁτιοῦν ἔχει λέγειν, ἀγανακτεῖ δὲ καὶ δεινά φησι πάσχειν, ὅτι τοῦ πατρὸς τετελευτηκότος ἀγωνίζεται. ἐκεῖνο δʼ οὐκ ἐνθυμεῖται Μακάρτατος, ὦ ἄνδρες δικασταί, ὅτι ὁ πατὴρ αὐτοῦ ἄνθρωπος ἦν θνητός, καὶ τετελεύτηκεν μετʼ ἄλλων πολλῶν καὶ νεωτέρων καὶ πρεσβυτέρων. ἀλλʼ εἰ Θεόπομπος τετελεύτηκεν ὁ τουτουὶ πατήρ, οἱ νόμοι οὐ τετελευτήκασιν, οὐδὲ τὸ δίκαιον, οὐδʼ οἱ δικασταὶ οἱ τὴν ψῆφον ἔχοντες.

ところが、裁判員の方々、この男は、私たちが提出した法律や証言に対しては正当な反論を何一つ持ち合わせていないのに、父が死んでから自分が訴訟を起こされているとして憤慨し、ひどい目に遭っていると主張しているのです。しかしマカルタトスは、裁判員の方々、自分の父も死すべき人間であり、他の多くの若者や年長者たちと同様に死んだのだということを心に留めていません。たとえこの男の父テオポンポスが死んだとしても、法律が死んだわけではなく、正義が死んだわけでもなく、投票権を持つ裁判員の方々が死んだわけでもないのです。

構文注2 件
  1. 57ἐντὸς ἀνεψιότητος καὶ ἀνεψιοῦ

    前置詞 ἐντός(〜の内側に)が二つの属格 ἀνεψιότητος(従兄弟関係・親等)および ἀνεψιοῦ(従兄弟本人)を支配している。これはアテナイの殺人法における定型句であり、「従兄弟関係および従兄弟本人の範囲内(すなわち従兄弟の子の代まで)」という親族の限界親等を画定する表現である。

  2. 57αἰδέσασθαι δέ, ἐὰν μὲν πατὴρ ᾖ ἢ ἀδελφὸς ἢ υἱεῖς, ἅπαντας, ἢ τὸν κωλύοντα κρατεῖν

    不定詞 αἰδέσασθαι(和解する/赦免する)および κρατεῖν(優先する/支配する)が法律文特有の命令的不定詞として機能している。条件節(ἐὰν μὲν...)に続く ἅπαντας は αἰδέσασθαι の意味上の対格主語であり、「全員が同意して赦免すべし」を意味する。対立肢 ἢ τὸν κωλύοντα κρατεῖν は「さもなければ反対する一人の意志が勝る」という拒否権の規定を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:55-60