- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:23-29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者はブーセロス一族の後続世代の系譜を詳述し、ハグニアースの直系と妹フィロマケーの子孫がテオポンポスの一族よりも法律上の親族相続権において優先することを論証して、相手方の詐術を暴く。
ἐπειδὴ τοίνυν τοῦτο ὁμολογεῖται, ῥᾳδίως ἤδη τοῖς ἄλλοις, ὦ ἄνδρες δικασταί, παρακολουθήσετε, καὶ αἰσθήσεσθε τούτους ὅτι εἰσὶ1 βίαιοι καὶ ἀσελγεῖς ἄνθρωποι. τοῦ Πολέμωνος γὰρ τοῦ υἱέος τοῦ Ἁγνίου ἐγένετο υἱὸς Ἁγνίας, τὸ τοῦ πάππου τοῦ ἑαυτοῦ ὄνομʼ ἔχων, τοῦ Ἁγνίου. καὶ οὗτος μὲν ἄπαις ἐτελεύτησεν ὁ Ἁγνίας ὁ ὕστερος.
さて、このことが合意される以上、裁判員の方々、皆様は残りの事柄にも容易についてくることができ、彼らが横暴で無法な人間たちであることを実感されるでしょう。というのも、ハグニアースの息子ポレモーンには、自分の祖父ハグニアースの名を受け継ぐ息子ハグニアースが生まれました。そして、この後のほうのハグニアースは子供を残さずに亡くなりました。
τῆς Φυλομάχης δὲ τῆς ἀδελφῆς τῆς Πολέμωνος, καὶ Φιλάγρου, ᾧ ἔδωκεν αὐτὴν ὁ ἀδελφὸς Πολέμων ἀνεψιῷ ὄντι ἑαυτοῦ (ὁ γὰρ Φίλαγρος υἱὸς ἦν Εὐβουλίδου τοῦ ἀδελφοῦ τοῦ Ἁγνίου), τοῦ δὴ Φιλάγρου τοῦ ἀνεψιοῦ τοῦ Πολέμωνος καὶ τῆς Φυλομάχης τῆς ἀδελφῆς τῆς Πολέμωνος ἐγένετο υἱὸς Εὐβουλίδης, ὁ πατὴρ ὁ τῆς μητρὸς τοῦ παιδὸς τουτουί. καὶ οὗτοι μὲν υἱεῖς ἐγένοντο Πολέμωνι καὶ τῇ ἀδελφῇ τῇ Πολέμωνος Φυλομάχῃ. τοῦ δὲ Χαριδήμου ἐγένετο, τοῦ υἱέος τοῦ Στρατίου, Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου.
一方、ポレモーンの妹フィロマケーと、兄ポレモーンが自分の従兄弟であることから彼女を妻として与えたフィラグロス(なぜならフィラグロスは、ハグニアースの兄弟エウブリデースの息子であったからです)――このポレモーンの従兄弟フィラグロスとポレモーンの妹フィロマケーとの間に、この少年の母の父である息子エウブリデースが生まれました。こうして、ポレモーンとポレモーンの妹フィロマケーにそれぞれ息子が生まれたのです。他方、ストラティオスの息子カリデーモスには、このマカルタトスの父テオポンポスが生まれました。
πάλιν δὴ ἐρωτῶ, ὦ ἄνδρες δικασταί, πότερος οἰκειότερός ἐστιν καὶ προσήκει μᾶλλον Ἁγνίᾳ τῷ πρώτῳ ἐκείνῳ, ὁ Πολέμωνος υἱὸς Ἁγνίας καὶ Εὐβουλίδης ὁ Φυλομάχης υἱὸς καὶ Φιλάγρου, ἢ Θεόπομπος ὁ Χαριδήμου υἱός, Στρατίου δὲ ὑϊδοῦς; ἐγὼ μὲν γὰρ οἶμαι, ὦ ἄνδρες δικασταί, εἴπερ καὶ ὁ υἱὸς οἰκειότατός ἐστιν καὶ ἡ θυγάτηρ, πάλιν ὁ ὑϊδοῦς καὶ ὁ ἐκ τῆς θυγατρὸς υἱός, οὗτοι οἰκειότεροί εἰσι μᾶλλον ἢ ὁ τοῦ ἀδελφιδοῦ υἱὸς καὶ ὁ ἐξ ἑτέρου ὢν οἴκου.
そこで裁判員の方々、私は再びお尋ねします。かの最初のハグニアースに対して、ポレモーンの息子ハグニアースやフィロマケーとフィラグロスの息子エウブリデースと、カリデーモスの息子にしてストラティオスの孫であるテオポンポスとでは、どちらがより近親であり、より正当な権利を持つでしょうか。裁判員の方々、私としては、息子や娘が最も近い親族であるとするならば、息子の息子や娘の息子もまた、甥の息子や他の家の出身者よりも近親であると考えます。
τῷ μὲν οὖν Θεοπόμπῳ ἐγένετο υἱὸς Μακάρτατος οὑτοσί, τῷ δὲ Εὐβουλίδῃ τῷ τῆς Φυλομάχης υἱεῖ, ἀνεψιῷ δὲ Ἁγνίου ὄντι πρὸς πατρός, οὑτοσὶ ὁ παῖς, ἀνεψιοῦ παῖς ὢν Ἁγνίᾳ πρὸς πατρός, ἐπειδὴ ἡ Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου καὶ ὁ Πολέμων ὁ πατὴρ ὁ Ἁγνίου ἀδελφοὶ ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι. τῷ δέ γε Μακαρτάτῳ τῳδί, τῷ υἱεῖ τῷ Θεοπόμπου, οὐδὲν ἐγένετο ἔκγονον ὅ τι ἐστὶν ἐν τῷ οἴκῳ τῷ τούτου καὶ τῷ Στρατίου.
さて、テオポンポスにはこのマカルタトスという息子が生まれ、フィロマケーの息子であり父方でハグニアースの従兄弟にあたるエウブリデースには、この少年が生まれました。この少年はハグニアースにとって父方の従兄弟の子供です。なぜなら、エウブリデースの母フィロマケーとハグニアースの父ポレモーンは同父同母の兄妹だったからです。他方、テオポンポスの息子であるこのマカルタトスには、彼自身の家にもストラティオスの家にも属するような子孫は生まれませんでした。
τούτων δʼ οὕτως ἐχόντων, τῷ μὲν παιδὶ τουτῳί ἐστιν ὄνομα τῶν ἐν τῷ νόμῳ εἰρημένων, καὶ μέχρι ὧν ὁ νόμος κελεύει τὴν ἀγχιστείαν εἶναι·2 ἀνεψιοῦ γὰρ Ἁγνίου παῖς ἐστιν· ὁ γὰρ πατὴρ αὐτοῦ Εὐβουλίδης ἀνεψιὸς ἦν Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος. ὁ δέ γε Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου οὐκ ἂν εἶχεν ὄνομα θέσθαι αὑτῷ τῶν ἐν τῷ νόμῳ εἰρημένων οὐδέν· ἐξ ἑτέρου γὰρ οἴκου ἦν, τοῦ Στρατίου.
事態がこのようである以上、この少年には法律に明記されている親族名称があり、法律が近親相続権の及ぶ範囲と定めている境界の内に入っています。なぜなら彼はハグニアースの従兄弟の子供だからです。彼の父エウブリデースは、遺産の持ち主であるハグニアースの従兄弟でした。これに対して、このマカルタトスの父テオポンポスは、法律に明記されている親族名称のどれ一つとして自分にあてはめることができなかったはずです。なぜなら彼は別の家、ストラティオスの家の出身だったからです。
οὐ προσήκει δέ, ὦ ἄνδρες δικασταί, οὐδένα ἀνθρώπων ἔχειν τὸν κλῆρον τὸν Ἁγνίου ἐξ ἑτέρου οἴκου ὄντα, ἕως ἄν τις λείπηται τῶν γενομένων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, οὐδʼ ἐκβάλλειν βίᾳ, ὅπερ οὗτοι διαπράττονται, γένει τε ἀπωτέρω ὄντες καὶ οὐκ ἐν τῷ αὐτῷ οἴκῳ. τοῦτο γάρ ἐστιν, ὦ ἄνδρες δικασταί, ᾧ παρεκρούσατο Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου.
裁判員の方々、ハグニアースの家に生まれた者が一人でも残っている限り、他の家の出身者がハグニアースの遺産を保持することは相応しくありませんし、彼らが行っているように、血統上より遠く同じ家に属していない者が力ずくで追い出すことも相応しくありません。裁判員の方々、まさにこのことによって、このマカルタトスの父テオポンポスは人々を欺いたのです。
τίνες οὖν οἱ λοιποί; οἱ ἔτι νῦν ὄντες ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, Φυλομάχη τε ἡ ἐμὴ γυνή, Εὐβουλίδου δὲ θυγάτηρ οὖσα τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, καὶ οὑτοσὶ ὁ παῖς ὁ εἰσηγμένος εἰς τὸν οἶκον τὸν Εὐβουλίδου καὶ Ἁγνίου. Θεόπομπος δὲ ὁ τουτουὶ πατὴρ Μακαρτάτου, οὐκ ὢν τοῦ οἴκου τοῦ Ἁγνίου, ἐψεύσατο πρὸς τοὺς δικαστὰς ὑπερμέγεθες ψεῦδος περί τε τῆς Φυλομάχης τῆς τοῦ Πολέμωνος ἀδελφῆς, τηθίδος δὲ Ἁγνίου, ὅτι οὐκ ἦν τῷ Πολέμωνι τῷ τοῦ Ἁγνίου υἱεῖ ὁμοπατρία καὶ ὁμομητρία ἀδελφή, καὶ πάλιν προσποιούμενος τοῦ αὐτοῦ οἴκου εἶναι Ἁγνίᾳ, ὁ οὐδεπώποτε γενόμενος.3
では、生き残っているのは誰でしょうか。今なおハグニアースの家に属している者たちとは、私の妻でありハグニアースの従兄弟エウブリデースの娘であるフィロマケーと、エウブリデースとハグニアースの家に養子入りしたこの少年です。一方、ハグニアースの家の出身ではないこのマカルタトスの父テオポンポスは、ポレモーンの妹でありハグニアースの叔母であるフィロマケーについて、ハグニアースの息子ポレモーンと同父同母の妹ではなかったという途方もない嘘を裁判員たちについただけでなく、ハグニアースの家系に一度も属したことがないにもかかわらず、自分が彼と同じ家の出身であるかのように装ったのです。
- 23αἰσθήσεσθε τούτους ὅτι εἰσὶ
従属節の主語(οὗτοι)が主節動詞 αἰσθήσεσθε の直接目的語(τούτους)として主節に引き出されている先取り構文(prolepsis)。
- 27μέχρι ὧν ὁ νόμος κελεύει τὴν ἀγχιστείαν εἶναι
前置詞 μέχρι が先行詞を含んだ関係代名詞 ὧν を支配している(μέχρι τούτων ὧν の短縮構文)。法律が親族相続権(ἀγχιστεία)を認める親等の限界(いとこの子まで)を意味する。
- 29ὁ οὐδεπώποτε γενόμενος
冠詞付きの分詞句が主語のテオポンポス(Θεόπομπος)に譲歩的・同格的に係り、「その家の出身者として一度も生を受けたことがなかったにもかかわらず」の意を補足している。
