- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg043.humanitext-grc2:1-9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、ハグニアースの遺産をめぐる過去の経緯を説明し、少年の母が正規の手続きで遺産を認められたにもかかわらず、テオポンポスらが偽りの遺言書や共謀による召喚状を用いて不正に遺産を奪おうとしたこと、そして複数の申立人を立てて水時計の時間を独占する法廷戦術を用いたことを告発する。
ἐπειδὴ καὶ πρότερον ἀγῶνες ἐγένοντο ἡμῖν, ὦ ἄνδρες δικασταί, πρὸς τοὺς αὐτοὺς τούτους περὶ τοῦ κλήρου τοῦ Ἁγνίου, καὶ οὐδὲν παύονται παρανομοῦντες καὶ βιαζόμενοι ὥστε ἐκ παντὸς τρόπου τὰ μὴ προσήκονθʼ ἑαυτοῖς ἔχειν, ἀνάγκη ἴσως ἐστὶν τὰ πραχθέντα ἐξ ἀρχῆς διηγήσασθαι·
裁判員の方々、以前にもこの同じ者たちを相手にハグニアースの遺産をめぐる裁判が行われ、彼らは不法を働き力ずくで自分たちに属さないものを何としても手に入れようとすることを決してやめないため、おそらく事の顛末を初めから詳しく語る必要があります。
ὑμεῖς τε γάρ, ὦ ἄνδρες δικασταί, ῥᾷον παρακολουθήσετε ἅπασι τοῖς λεγομένοις, καὶ οὗτοι ἐπιδειχθήσονται οἷοί εἰσιν ἄνθρωποι, καὶ ὅτι πάλαι ἤδη ἀρξάμενοι οὐδὲν παύονται κακοτεχνοῦντες καὶ οἰόμενοι δεῖν διαπράττεσθαι ὅ τι ἂν ἐπέλθῃ τούτοις. δεόμεθα οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, εὐνοϊκῶς ἀκροάσασθαι τῶν λεγομένων καὶ παρακολουθεῖν προσέχοντας τὸν νοῦν. πειράσομαι δὲ κἀγὼ διδάσκειν ὡς ἂν οἷός τε ὦ σαφέστατα περὶ τῶν πεπραγμένων.
裁判員の方々、そうすればあなた方も語られるすべてのことをより容易に把握できるでしょうし、彼らがどのような人間であるか、また彼らが早くから始めて以来、悪巧みをし、自分たちの思い浮かんだことは何でも実行しなければならないと考え、決してそれをやめようとしないことが示されるからです。そこで裁判員の方々、私たちはあなた方に、語られることに好意的に耳を傾け、心を配って追ってくださるよう求めます。私自身も、起きた事柄について可能な限り最も明瞭に説明するよう努めましょう。
τουτουὶ γὰρ τοῦ παιδὸς ἡ μήτηρ, ὦ ἄνδρες δικασταί, γένει οὖσα ἐγγυτάτω Ἁγνίᾳ τῷ ἐξ Οἴου, ἐπεδικάσατο τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ τοὺς νόμους τοὺς ὑμετέρους· καὶ τῶν τότε ἀμφισβητησάντων αὐτῇ τοῦ κλήρου τουτουί, γένει μὲν ὡς ἐγγυτέρω τις εἴη αὐτῶν τῆς γυναικός, οὐδʼ ἐπεχείρησεν οὐδεὶς ἀντομόσαι1 (ὡμολογεῖτο γὰρ παρὰ πάντων τῆς γυναικὸς εἶναι ἡ κληρονομία κατὰ τὴν ἀγχιστείαν), διαθήκας δὲ ψευδεῖς ἧκον κατασκευάσαντες Γλαῦκός τε ὁ ἐξ Οἴου καὶ Γλαύκων ὁ ἀδελφὸς αὐτοῦ. καὶ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου ἐκείνοις συγκατεσκεύαζεν ἅπαντα ταῦτα καὶ ἐμαρτύρει τὰς πλείστας μαρτυρίας. αἱ δὲ διαθῆκαι, ἃς τότε παρέσχοντο, ἐξηλέγχθησαν ψευδεῖς οὖσαι· καὶ οὐ μόνον ἡττήθησαν, ἀλλὰ καὶ πονηρότατοι δόξαντες εἶναι ἀπηλλάττοντο ἀπὸ τοῦ δικαστηρίου.
裁判員の方々、というのも、この少年の母はオイオン区のハグニアースに血統上最も近い者であり、あなた方の法律に従ってハグニアースの遺産の裁定を請求したからです。そして当時、彼女に対してこの遺産を争った者たちのうち、血統において彼らのうちの誰かがその女性よりも近いという反対宣誓をすることさえ、誰一人として試みませんでした(親等において相続財産がその女性のものであることは誰からも認められていたからです)。しかし、オイオン区のグラウコスとその兄弟グラウコーンが偽りの遺言書を仕立てて現れました。そしてこのマカルタトスの父テオポンポスは、あの者たちとともにそれらすべてを仕立て上げ、最も多くの証言を行いました。しかし彼らが当時提出した遺言書は偽りであることが暴かれ、彼らは敗訴しただけでなく、極めて悪質であると判断されて法廷を立ち去ったのでした。
καὶ ἐπιδημῶν τότε Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου, καὶ τοῦ κήρυκος κηρύττοντος, εἴ τις ἀμφισβητεῖν ἢ παρακαταβάλλειν βούλεται τοῦ κλήρου τοῦ Ἁγνίου ἢ κατὰ γένος ἢ κατὰ διαθήκας, οὐκ ἐτόλμησεν παρακαταβαλεῖν, ἀλλʼ αὐτὸς ἑαυτῷ ἐδίκασεν2 ὅτι οὐδαμόθεν αὐτῷ προσῆκεν οὐδὲν τοῦ κλήρου τοῦ Ἁγνίου.
そして当時、このマカルタトスの父テオポンポスは市内に滞在しており、使者が、ハグニアースの遺産について血統によるのであれ遺言によるのであれ、異議を申し立てるか供託金を支払うことを望む者がいるかを布告していたにもかかわらず、供託金を支払う勇気を持てず、自分自身に対して、ハグニアースの遺産はいかなる根拠によっても自分には何ら属さないという判決を下したのです。
ἐχούσης δὲ τῆς μητρὸς τοῦ παιδὸς τουτουὶ τὸν κλῆρον, ἐπειδὴ ἐνίκησεν ἐν τῷ δικαστηρίῳ ἅπαντας τοὺς ἀμφισβητήσαντας ἑαυτῇ, οὕτως εἰσὶν μιαροὶ οὗτοι, καὶ οὐκ οἴονται δεῖν οὔτε τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι οὔτε τοῖς γνωσθεῖσιν ἐν τῷ δικαστηρίῳ, ἀλλὰ πάντα τρόπον ἐπιχειροῦντες ἀφελέσθαι πάλιν τὴν γυναῖκα τὸν κλῆρον ὃν ὑμεῖς αὐτῇ ἐψηφίσασθε, συνομόσαντες καὶ συνθήκας γράψαντες πρὸς ἀλλήλους καὶ καταθέμενοι παρὰ Μηδείῳ Ἁγνουσίῳ, Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου καὶ Γλαύκων καὶ Γλαῦκος ὁ ἡττηθεὶς τὸ πρότερον, καὶ ἕτερόν τινα τῶν ἐπιτηδείων τέταρτον προσλαβόντες (Εὐπόλεμος ἦν αὐτῷ ὄνομα), οὗτοι ἅπαντες κοινῇ ἐπιβουλεύσαντες προσεκαλέσαντο τὴν γυναῖκα πρὸς τὸν ἄρχοντα εἰς διαδικασίαν τοῦ κλήρου τοῦ Ἁγνίου, φάσκοντες τὸν νόμον κελεύειν παρὰ τοῦ ἐπιδεδικασμένου καὶ ἔχοντος τὸν κλῆρον προσκαλεῖσθαι, ἐάν τις βούληται ἀμφισβητεῖν.
この少年の母が、自分に対して異議を唱えた者たち全員に法廷で勝利してその遺産を保有していたにもかかわらず、この者たちは非常に下劣であり、あなた方の法律にも法廷で下された判決にも従うべきだとは考えず、あなた方が彼女に投票によって認めた遺産をあらゆる手段で再び奪い取ろうと企てて、このマカルタトスの父テオポンポス、グラウコーン、以前に敗訴したグラウコスは互いに誓約を交わし、契約書を作成してハグヌース区のメデイオスのもとに預け、さらに仲間の一人であった第四の人物(名はエウポレモス)を引き入れて、これら全員が共同で謀議を巡らし、異議を申し立てようとする者がある場合は、裁定を受けて遺産を保有している者に対して召喚状を出すよう法律が命じていると主張して、その女性をハグニアースの遺産の審査のためにアルコーンのもとへと召喚したのです。
καὶ ἐπειδὴ ἦγεν ὁ ἄρχων εἰς τὸ δικαστήριον καὶ ἔδει ἀγωνίζεσθαι, τά τε ἄλλα ἦν αὐτοῖς ἅπαντα κατεσκευασμένα εἰς τὸν ἀγῶνα, καὶ τὸ ὕδωρ, πρὸς ὃ ἔδει ἀγωνίζεσθαι, τετραπλάσιον ἡμῶν ἔλαβον. ἐξ ἀνάγκης γὰρ ἦν, ὦ ἄνδρες δικασταί, τῷ ἄρχοντι ἀμφορέα ἑκάστῳ ἐγχέαι τῶν ἀμφισβητούντων, καὶ τρεῖς χοᾶς τῷ ὑστέρῳ λόγῳ.
そしてアルコーンが法廷に導き、弁論を行わなければならなくなったとき、彼らには裁判に向けて他のすべてのことが整えられていただけでなく、それに合わせて弁論をしなければならなかった水時計の水も、彼らは私たちの四倍を得ました。裁判員の方々、アルコーンは異議申立人各人にアンフォラ一杯を、そして第二の弁論には三ホウスを注ぐことが必然であったからです。
ὥστε συνέβαινεν ἐμοὶ τῷ ὑπὲρ τῆς γυναικὸς ἀγωνιζομένῳ, μὴ ὅτι περὶ τοῦ γένους καὶ τῶν ἄλλων ὧν μοι προσῆκεν διηγήσασθαι τοῖς δικασταῖς ὡς ἐγὼ ἐβουλόμην, ἀλλʼ οὐδʼ ἀπολογήσασθαί μοι ἐξεγένετο3 οὐδὲ πρὸς πολλοστὸν μέρος ὧν κατεψεύδοντο ἡμῶν· πέμπτον γὰρ μέρος εἶχον τοῦ ὕδατος. καὶ τὸ σόφισμα ἦν τοῦτο, αὐτοὺς μὲν ἑαυτοῖς συναγωνίζεσθαι καὶ ὁμολογεῖν ἅπαντα, περὶ ἡμῶν δὲ λέγειν τὰ οὐδεπώποτε γενόμενα.
その結果、その女性のために弁論を行っていた私にとって、血統やその他述べるのが適切であった事柄について、私が望んだように裁判員たちに語ることはおろか、彼らが私たちについて捏造した虚偽のわずかな一部分にさえ反論することすら不可能でした。私は水時計の水の五分の一しか持っていなかったからです。そして彼らの詭計とは、彼ら自身はお互いに協力し合ってすべてを肯定し合い、私たちについては一度も起きたことのない事柄を語るということでした。
- 3τῶν τότε ἀμφισβητησάντων αὐτῇ τοῦ κλήρου τουτουί, γένει μὲν ὡς ἐγγυτέρω τις εἴη αὐτῶν τῆς γυναικός, οὐδʼ ἐπεχείρησεν οὐδεὶς ἀντομόσαι
文頭の属格分詞句 τῶν τότε ἀμφισβητησάντων は、文末の主語 οὐδεὶς に対して分離・前置された部分の属格(partitive genitive)であり、途中の αὐτῶν によって改めて引き継がれている。また ὡς ἐγγυτέρω τις εἴη の希求法は間接話法(誓約内容の主張)を表す斜格希求法であり、「誰かが血統上その女性より近いと(誓う)」という反対宣誓(ἀντομόσαι)の内容・根拠を示す従属節を導いている。
- 5αὐτὸς ἑαυτῷ ἐδίκασεν
「自分自身に対して判決を下した」という法廷用語を援用した比喩的・慣用的な表現。他者からの裁定を待つまでもなく、異議申し立てをしなかったこと自体が「自ら自分に権利がないと認めた」ことを意味する。
- 9μὴ ὅτι περὶ τοῦ γένους καὶ τῶν ἄλλων ὧν μοι προσῆκεν διηγήσασθαι τοῖς δικασταῖς ὡς ἐγὼ ἐβουλόμην, ἀλλʼ οὐδʼ ἀπολογήσασθαί μοι ἐξεγένετο
慣用構文 μὴ ὅτι ... ἀλλʼ οὐδʼ(「〜はおろか、…さえも〜ない」)。先行する叙述を μὴ ὅτι(μὴ εἴπω ὅτι に由来)によって度外視し、後続の ἀλλʼ οὐδέ 以下の否定を強調する用法。
- 6ἐχούσης δὲ τῆς μητρὸς τοῦ παιδὸς τουτουὶ τὸν κλῆρον, ἐπειδὴ ἐνίκησεν ἐν τῷ δικαστηρίῳ ἅπαντας τοὺς ἀμφισβητήσαντας ἑαυτῇ, οὕτως εἰσὶν μιαροὶ οὗτοι, καὶ οὐκ οἴονται δεῖν οὔτε τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι οὔτε τοῖς γνωσθεῖσιν ἐν τῷ δικαστηρίῳ, ἀλλὰ πάντα τρόπον ἐπιχειροῦντες ἀφελέσθαι πάλιν τὴν γυναῖκα τὸν κλῆρον ὃν ὑμεῖς αὐτῇ ἐψηφίσασθε, συνομόσαντες καὶ συνθήκας γράψαντες ... προσεκαλέσαντο
節6から節7にかけての破格構文(anacoluthon)。冒頭の属格独立構文 ἐχούσης δὲ τῆς μητρὸς ... τὸν κλῆρον に対し、直後に οὕτως εἰσὶν μιαροὶ οὗτοι ... という主節的感嘆表現が挿入され、さらに分詞句 ἐπιχειροῦντες, συνομόσαντες, γράψαντες, καταθέμενοι, προσλαβόντες, ἐπιβουλεύσαντες が重なって、最終的に節7の主動詞 προσεκαλέσαντο(主語は οὗτοι ἅπαντες)へと収斂する長大な構文構造を持つ。
本文中の位置は未特定
