- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg027.humanitext-grc2:15-22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アポボスが母親の持参金を受け取りながら扶養を拒んだ事実と、工房の2年間の収益(30ミナ)を何一つ申告せず着服した疑惑について、彼の自己矛盾する言い訳を論駁する。
οὐ γὰρ διδόντος τούτου σῖτον τῇ μητρί, τὴν προῖκʼ ἔχοντος, οὐδὲ τὸν οἶκον μισθοῦν ἐθέλοντος, ἀλλὰ μετὰ τῶν ἄλλων ἐπιτρόπων διαχειρίζειν ἀξιοῦντος, ἐποιήσατο λόγους περὶ τούτων ὁ Δημοχάρης. οὗτος δʼ ἀκούσας οὔτʼ ἠμφεσβήτησεν μὴ ἔχειν1 οὔτε χαλεπῶς ἤνεγκεν ὡς οὐκ εἰληφώς, ἀλλʼ ὡμολόγει καὶ ἔτι μικρὸν ἔφη πρὸς τὴν ἐμὴν μητέρα περὶ χρυσιδίων ἀντιλέγεσθαι· τοῦτʼ οὖν διευκρινησάμενος, καὶ περὶ τῆς τροφῆς καὶ περὶ τῶν ἄλλων ποιήσειν οὕτως ὥστʼ ἔχειν2 μοι πάντα καλῶς.
というのも、この男が持参金を握りながらも、私の母に食費(扶養費)を出さず、遺産を賃貸に出すことも望まず、他の後見人たちとともにそれを管理することを要求したため、デモカレスがこれらの件について抗議(話し合い)をしたからです。この男はそれを聞いても、持参金を所有していないと否定することも、受け取っていないとして腹を立てることもしませんでした。かえってそれを認め、ただ母との間で小さな金装飾をめぐる些細な争いがあるだけだと語りました。そして、この問題を解決した上で、扶養費やその他の事柄についても、私にとってすべてが万事うまくいくように取り計らうと言ったのです。
καίτοι εἰ φανήσεται πρός τε τὸν Δημοχάρη ταῦθʼ ὡμολογηκὼς καὶ πρὸς τοὺς ἄλλους οἳ παρῆσαν, παρά τε τοῦ Δημοφῶντος καὶ τοῦ Θηριππίδου τῶν ἀνδραπόδων εἰς τὴν προῖκα τὰς τιμὰς εἰληφώς, αὐτός θʼ ἑαυτὸν ἔχειν τὴν προῖκʼ ἀπογράψας πρὸς τοὺς συνεπιτρόπους, οἰκῶν τε τὴν οἰκίαν ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν ὁ πατήρ, πῶς οὐκ ἐκ πάντων ὁμολογουμένου τοῦ πράγματος εὑρεθήσεται φανερῶς τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, κεκομισμένος, καὶ λίαν ἀναιδῶς μὴ λαβεῖν ἐξαρνούμενος.
しかしながら、もし彼がデモカレスやその場に居合わせた他の人々に対してこのことを認めており、デモフォンやテリッピデスからは奴隷たちの売却代金を持参金の一部として受け取っており、自分自身でも持参金を領有していると共同後見人たちに書き記しており、さらに父が亡くなるとすぐにその家に住み着いていたことが明らかになるならば、すべての点から事実が合意されている以上、彼が明らかに80ミナの持参金を受け取っていながら、極めて破廉恥にも受け取っていないと否定していることは、誰の目にも明らかではないでしょうか。
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ. τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών. μὴ γήμαντος δʼ αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, ὁ μὲν νόμος κελεύει τὴν προῖκʼ ὀφείλειν ἐπʼ ἐννέʼ ὀβολοῖς,3 ἐγὼ δʼ ἐπὶ δραχμῇ μόνον τίθημι. γίγνεται δʼ, ἐάν τις συντιθῇ τό τʼ ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα.
さて、私の言うことが真実であることを証明するために、証言を受け取って読み上げてください。〔証言〕このように、彼は持参金を受け取って領有しているのです。彼が私の母と結婚しなかった以上、法律は彼に月9オボロス(年18%)の利息を伴って持参金を返還するよう命じていますが、私は月1ドラクマ(年12%)の利息だけで計算することにします。元本と10年間の利息を合算すると、ほぼ3タラントンに達します。
καὶ ταῦτα μὲν οὕτως ὑμῖν ἐπιδείκνυμι λαβόντα καὶ ἔχειν ὁμολογήσαντα μαρτύρων ἐναντίον τοσούτων· ἄλλας τοίνυν ἔχει τριάκοντα μνᾶς, τοῦ ἐργαστηρίου λαβὼν τὴν πρόσοδον, καὶ ἀναισχυντότατʼ ἀνθρώπων ἀποστερεῖν ἐπικεχείρηκεν. ἐμοὶ δʼ ὁ πατὴρ κατέλιπεν τριάκοντα μνᾶς ἀπʼ αὐτῶν τὴν πρόσοδον· ἀποδομένων δὲ τούτων τὰ ἡμίσεα τῶν ἀνδραπόδων, πεντεκαίδεκά μοι μνᾶς γίγνεσθαι κατὰ λόγον προσῆκε.
そして、彼が持参金を受け取り、これほど多くの証人の前でそれを領有していると認めたことを、私はこのようにあなたがたに証明いたします。さて、彼はさらに別の30ミナも領有しています。それは工房の収益を受け取ったものであり、全人類の中で最も不届きにも、それを私から奪い取ろうと企てているのです。父は私にそこから30ミナの収益を残しました。そして、これらの奴隷の半分が売却されたのですから、割合からして私には15ミナが得られるはずでした。
Θηριππίδης μὲν οὖν ἕπτʼ ἔτη τῶν ἀνδραπόδων ἐπιμεληθεὶς ἕνδεκα μνᾶς τοῦ ἐνιαυτοῦ ἀπέφηνε, τέτταρσι μναῖς καθʼ ἕκαστον ἐνιαυτὸν ἔλαττον ἢ ὅσον προσῆκε λογιζόμενος. οὗτος δὲ δύʼ ἔτη τὰ πρῶτʼ ἐπιμεληθεὶς οὐδʼ ὁτιοῦν ἀποδείκνυσιν, ἀλλʼ ἐνίοτε μέν φησιν ἀργῆσαι τὸ ἐργαστήριον, ἐνίοτε δʼ ὡς αὐτὸς μὲν οὐκ ἐπεμελήθη τούτων, ὁ δʼ ἐπίτροπος Μιλύας, ὁ ἀπελεύθερος ὁ ἡμέτερος, διῴκησεν αὐτά, καὶ παρʼ ἐκείνου μοι προσήκει λόγον λαβεῖν. ἂν οὖν καὶ νῦν εἴπῃ τινὰ τούτων τῶν λόγων, ῥᾳδίως ἐξελεγχθήσεται ψευδόμενος.
さて、テリッピデスは7年間にわたって奴隷たちを管理し、年間11ミナの収益があったと申告しましたが、これは本来あるべき額よりも毎年4ミナ少なく見積もったものです。一方、この被告は最初の2年間管理したにもかかわらず、何一つとして申告していません。それどころか、ある時は工房が休業していたと言い、またある時は自分自身はそれらを管理せず、私たちの解放奴隷である後見人(管理人)のミリュアスがそれらを切り盛りしていたので、私が説明を求めるべき相手は彼であると言います。もし彼が今でもこれらの言い訳を口にするならば、彼が嘘をついていることは容易に暴かれるでしょう。
ἂν μὲν οὖν ἀργὸν φῇ γενέσθαι, λόγον αὐτὸς ἀπενήνοχεν ἀναλωμάτων οὐκ εἰς σιτία τοῖς ἀνθρώποις, ἀλλʼ εἰς ἔργα, τὸν εἰς τὴν τέχνην ἐλέφαντα καὶ μαχαιρῶν λαβὰς καὶ ἄλλας ἐπισκευάς, ὡς ἐργαζομένων τῶν δημιουργῶν. ἔτι δὲ Θηριππίδῃ τριῶν ἀνδραπόδων, ἃ ἦν αὐτῷ ἐν τῷ ἐμῷ ἐργαστηρίῳ, μισθὸν ἀποδεδωκέναι λογίζεται. καίτοι μὴ γενομένης ἐργασίας οὔτʼ ἐκείνῳ λαβεῖν μισθὸν οὔτʼ ἐμοὶ τὰ ἀναλώματα ταῦτα λογισθῆναι προσῆκεν.
そこで、もし彼が工房が休業していたと言うなら、彼自身が、職人たちの食費としてではなく、製造に必要な象牙や刀の柄、その他の補修費用として、職人たちが働いていたかのような経費の明細を提出しています。さらに、私の工房にいた彼(テリッピデス)自身の奴隷3人に対して、テリッピデスに賃金を支払ったと計算しています。しかし、もし作業が行われていなかったのなら、テリッピデスが賃金を受け取ることも、私がこのような経費を請求されることも、筋が通らないはずです。
εἰ δʼ αὖ γενέσθαι μὲν φήσει, τῶν δʼ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γʼ ἔργʼ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων.
また、もし彼が、作業は行われていたが製品が売れ残っていたと言うなら、彼は当然、それらの製品を私に引き渡したことを証明せねばならず、誰の前で引き渡したのか証人を提示せねばなりません。もし彼がそれらを一切行っていないならば、製品が明らかに製造されていた以上、彼が工房からの2年間の収益である30ミナを手にしていることは明らかではないでしょうか。
εἰ δʼ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δʼ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματʼ αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δʼ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι4 τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματʼ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθʼ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. λάβʼ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθʼ αὐτοῖς. ΜΑΡΤΥΡΙΑΙ.
また、もし彼がこれらのことには一切触れず、ミリュアスがすべてを切り盛りしていたと言うなら、彼自身が500ドラクマ以上の経費を支払ったと主張しながら、利益が生じた場合にはそれをミリュアスが手にしているなどという話を、どうして信じることができるでしょうか。私に言わせれば、たとえミリュアスがそれらを管理していたとしても、その逆のことが起きたはずです。彼の他の素行や破廉恥さに照らして推し量るなら、経費はミリュアスが支払い、利益はこの男が手にしたに違いないのです。それでは、これらの証言を受け取って、彼らに読み上げてください。〔証言〕
- 15οὔτʼ ἠμφεσβήτησεν μὴ ἔχειν
否定・否認の動詞 ἠμφεσβήτησεν(否定した)の後に置かれる不定詞が、さらに余剰的な否定辞 μὴ を伴う慣用法。二重否定ではなく、単一の否定として「持っていることを否定しなかった(=持っていると認めた)」と訳す。
- 15ποιήσειν οὕτως ὥστʼ ἔχειν
未来不定詞 ποιήσειν は前文の主動詞 ἔφη(言った)に依存する対格不定詞構文で、その意味上の主語はアポボス(οὗτος)である。続く ὥστʼ ἔχειν は結果節であり、不定詞 ἔχειν の主語は対格の πάντα(すべて)である(ὥστʼ ἔχειν μοι πάντα καλῶς「私にとってすべてがうまくいくように」)。
- 17ἐπʼ ἐννέʼ ὀβολοῖς
古代アテナイにおける利息の表示法。1ミナ(=600オボロス)につき月9オボロスの利息を意味し、これは年利18%に相当する。これに対し、続く「ἐπὶ δραχμῇ」(月1ドラクマ=6オボロス)は年利12%に相当する。
- 22ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι
助詞 ἄν を伴う不定詞 γενέσθαι は、非現実・反実仮想を表す条件文の帰結節(直説法過去+ἄν)が、主動詞 δοκεῖ(思われる)の下で不定詞構文に転換されたもの。「逆のことが起こったであろうと思われる」という意味を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
