← デモステネス

第二十五弁論 アリストゲイトン弾劾 第一演説

§50-56

アリストゲイトンの反社会的行為と親族への非道

弁論者はアリストゲイトンが民会の選挙結果を蔑ろにし、定職も交際も持たずに広場で人々を恐喝する反社会的な悪徳を告発する。さらに、投獄された父の見殺しと埋葬拒否、母への暴力、異父妹の奴隷売却、脱獄時の恩人女性への不義理など、親族と恩人に対する数々の不敬・非道を列挙して厳罰を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§50

οὐκ ἐκείνους ὑβρίζων, οὔ1 (ἐκείνοις μὲν γὰρ ἐξῆν μικρὸν ἀργύριον δοῦσι τούτῳ μὴ ἀκούειν ταῦτα), ἀλλὰ τὴν ὑμετέραν χειροτονίαν προπηλακίζων καὶ τῆς αὑτοῦ πονηρίας ἐπίδειξιν ποιούμενος, τὰς δὲ κληρωτὰς ἀρχὰς σπαράττων, αἰτῶν, εἰσπράττων ἀργύριον, τί κακὸν οὐ παρέχων; τὰ τελευταῖα δὲ ταυτὶ πάντας εἰς ταραχὴν καὶ στάσιν ἐμβάλλειν ζητήσας, γράμματʼ ἐκτιθεὶς ψευδῆ, ὅλως δʼ ἐπὶ τῷ πάντων κακῷ πεφυκώς, καὶ πρόδηλος ὢν ὅτι τοιοῦτός ἐστι τῷ βίῳ.

彼らを侮辱していたのではなく、否(彼らにとっては、この男にわずかな金を与えさえすれば、そのような暴言を聞かずに済んだのだから)、諸君の挙手投票による選任を踏みにじり、自らの邪悪さを見せびらかしていたのである。他方で抽籤による役職者たちを苦しめ、金を要求し、取り立て、いかなる悪事をもたらさなかったことがあろうか。そしてつい最近では、偽の文書を掲示して万民を混乱と抗争に陥れようと企て、およそ万人の災厄となるよう生まれついており、その生活全体においてそのような人間であることが明白である。

§51

σκοπεῖτε γάρ. εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι. τούτων ἕκαστος ἕν γέ τι πράττων κατὰ τὴν ἀγορὰν περιέρχεται, ἤτοι νὴ τὸν Ἡρακλέα τῶν κοινῶν ἢ τῶν ἰδίων. ἀλλʼ οὐχ οὗτος οὐδέν, οὐδʼ ἂν ἔχοι δεῖξαι πρὸς ὅτῳ τὸν βίον ἐστὶ τῶν μετρίων ἢ καλῶν.2 οὐχὶ τῶν πολιτικῶν ἀγαθῶν ἐπʼ οὐδενὶ τῇ ψυχῇ διατρίβει· οὐ τέχνης, οὐ γεωργίας, οὐκ ἄλλης ἐργασίας οὐδεμιᾶς ἐπιμελεῖται· οὐ φιλανθρωπίας, οὐχ ὁμιλίας οὐδεμιᾶς οὐδενὶ κοινωνεῖ·

なぜなら、考えてみるがよい。アテナイ市民はすべて合わせておよそ二万人いる。彼らの一人ひとりは、ヘラクレスにかけて、公の事柄であれ私的な事柄であれ、何らかの一つの仕事を営みながら広場を行き来している。だがこの男は何一つしておらず、自らの生が節度ある事柄や立派な事柄のうち何に向けられているかを示すことすらできないであろう。いかなる市民的善にも魂を傾けず、技術も、農業も、その他のいかなる生業にも従事せず、いかなる人間愛も、いかなる交際も誰一人とも共有しない。

§52

ἀλλὰ πορεύεται διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔχις ἢ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾁττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι συμφορὰν ἢ βλασφημίαν ἢ κακόν τι προστριψάμενος καὶ καταστήσας εἰς φόβον ἀργύριον εἰσπράξεται. οὐδὲ προσφοιτᾷ πρός τι τούτων τῶν ἐν τῇ πόλει κουρείων ἢ μυροπωλίων ἢ τῶν ἄλλων ἐργαστηρίων οὐδὲ πρὸς ἕν· ἀλλʼ ἄσπειστος, ἀνίδρυτος, ἄμεικτος, οὐ χάριν, οὐ φιλίαν, οὐκ ἄλλʼ οὐδὲν ὧν ἄνθρωπος μέτριος γιγνώσκων·3 μεθʼ ὧν δʼ οἱ ζωγράφοι τοὺς ἀσεβεῖς ἐν Ἅιδου γράφουσιν, μετὰ τούτων, μετʼ ἀρᾶς καὶ βλασφημίας καὶ φθόνου καὶ στάσεως καὶ νείκους, περιέρχεται.

むしろ、毒蛇や針を持ち上げた蠍のように、あちこちへと素早く動き回り、誰に災難や悪評や危害を押し付け、恐怖に陥れて金を巻き上げようかと見定めながら、広場を徘徊している。市内のあの理髪店や香料店、その他のいかなる作業場にも一切立ち寄らない。いかなる協調もなさず、定住性もなく、人付き合いもせず、好意も、友情も、分別のある人間が認めるいかなるものも弁えず、画家たちが冥府の不敬な者たちを描く際に添えるもの、すなわち呪い、悪評、妬み、抗争、不和を身に纏って徘徊しているのだ。

§53

εἶθʼ ὃν οὐδὲ τῶν ἐν Ἅιδου θεῶν εἰκός ἐστιν τυχεῖν ἵλεων, ἀλλʼ εἰς τοὺς ἀσεβεῖς ὠσθῆναι διὰ τὴν πονηρίαν τοῦ βίου, τοῦτον ὑμεῖς ἀδικοῦντα λαβόντες οὐ μόνον οὐ τιμωρήσεσθε, ἀλλὰ καὶ μειζόνων ἀξιώσαντες δωρειῶν ἀφήσετʼ ἢ τοὺς εὐεργέτας; τίνι γὰρ πώποθʼ ὑμεῖς ἔδοτε, ἐὰν ὄφλῃ τι τῷ δημοσίῳ, τοῦτο μὴ καταθέντι τῶν ἴσων μετέχειν; οὐδενί. μὴ τοίνυν μηδὲ τούτῳ δῶτε νῦν, ἀλλὰ τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις.

それゆえ、冥府の神々でさえ慈悲を垂れるはずがなく、その生き方の邪悪さゆえに不敬な者たちのただ中へと投げ込まれるべきこの男を、諸君は不正を働いている現場で捕らえておきながら、処罰しないばかりか、恩恵を施した者たち以上の大きな特権に値するものと見なして放免するつもりなのか。実際、公庫に負債を負いながらこれを納付しない者に、平等な権利を共有することを諸君はこれまでに誰に対して許したというのか。誰に対しても許さなかった。それゆえ、今この男に対しても許してはならず、処罰して他の者たちに対する見せしめとせよ。

§54

ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὰ λοίπʼ ἀκοῦσαι· δεινῶν γὰρ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολήν, ὧν ἠκούσατʼ ἄρτι λέγοντος Λυκούργου, τὰ λοίπʼ ἐνάμιλλα τούτοις καὶ τῆς αὐτῆς φύσεως εὑρεθήσεται. πρὸς μὲν γὰρ τῷ τὸν πατέρʼ ἐν τῷ δεσμωτηρίῳ προδοὺς ἀπελθεῖν ἐξ Ἐρετρίας, ὥσπερ ἠκούσατε Φαίδρου, ἀποθανόνθʼ ὁ ἀσεβὴς οὗτος καὶ μιαρὸς οὐκ ἔθαψεν, οὐδὲ τοῖς θάψασι τὴν ταφὴν ἀπέδωκεν, ἀλλὰ καὶ δίκην πρὸς ἔλαχεν.

アテナイの男子諸君、残りの事柄についても聞く価値がある。いまリュクルゴスが語るのを聞いた事柄も恐るべきものであり、それ以上の度を越えた悪事はあり得ないほどであるが、残りの事柄もこれらに匹敵し、同種の性質のものであることが判明するであろう。牢獄にいる父を見捨ててエレトリアから立ち去ったこと――諸君がパイドロスから聞いた通りである――に加えて、この不敬にして忌まわしい男は、父が死んだとき埋葬もせず、埋葬してくれた者たちにその費用を返済しもせず、それどころか訴訟まで起こしたのである。

§55

πρὸς δὲ τῷ τῆς μητρὸς μὴ ἀπεσχῆσθαι τὼ χεῖρε, ὥσπερ ἀρτίως ἠκούσατε τῶν μαρτύρων, καὶ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, οὐχ ὁμοπατρίαν μὲν οὖσαν, θυγατέρα δʼ ἐκείνης ὁπωσδήποτε γενομένην (ἐῶ γὰρ τοῦτο), ἀλλʼ ἀδελφήν γε, ἐπʼ ἐξαγωγῇ ἀπέδοτο,4 ὥς φησι τὸ ἔγκλημα τῆς δίκης, ἣν ὑπὲρ τούτων ἔλαχεν αὐτῷ ὁ χρηστὸς ἀδελφὸς οὑτοσί, ὁ νῦν συναπολογησόμενος.

諸君が先ほど証人たちから聞いた通り、母親に暴力を振るうことを差し控えなかったことに加えて、自らの妹――父は同じでないものの、いかなる経緯で生まれたにせよ(その詮索は差し控えるが)紛れもなく母の娘であり、ともかく妹である者を――国外売却の条件で売り飛ばしたのである。これらについて、この善良な兄弟、すなわち今彼を弁護しようとしているこの男が、彼に対して起こした訴状が述べている通りである。

§56

πρὸς δὲ τούτοις τοιούτοις οὖσιν ἕτερον δεινόν, ὦ γῆ καὶ θεοί, πρᾶγμʼ ἀκούσεσθε. ὅτε γὰρ τὸ δεσμωτήριον διορύξας ἀπέδρα, τότε πρὸς γυναῖκά τινʼ ἔρχεται Ζωβίαν ὄνομα, ᾗ ἐτύγχανεν, ὡς ἔοικε, κεχρημένος ποτέ· καὶ κρύπτει καὶ διασῴζει τὰς πρώτας ἡμέρας αὐτὸν ἐκείνη, ἃς ἐζήτουν καὶ ἐκήρυττον οἱ ἕνδεκα, καὶ μετὰ ταῦτα δοῦσα δραχμὰς ὀκτὼ ἐφόδιον καὶ χιτωνίσκον καὶ ἱμάτιον ἐξέπεμψεν εἰς Μέγαρα.

そして、これほどひどい行状に加えて、おお大地と神々よ、諸君はもう一つの恐るべき事柄を耳にすることになるだろう。彼が牢獄に穴を穿って脱獄した際、かつて関係を持っていたらしいゾビアという名の女のもとへ逃げ込んだ。その女は、十一人役が捜索し布告を出していた最初の数日間、彼を匿って救い、その後、旅費として八ドラクマと下着と上着を与えてメガラへと送り出してやったのである。

構文注4 件
  1. 50οὐκ ἐκείνους ὑβρίζων, οὔ

    直前の箇所の末尾にある分詞 φάσκων(言い放ちながら)に続く分詞構文で、主語(アリストゲイトン)の行為の真の意図を対比的に説明している。「将軍たちを侮辱していたのではなく(οὐκ ἐκείνους ὑβρίζων)、民衆の選任を冒涜していたのだ(ἀλλὰ τὴν ὑμετέραν χειροτονίαν προπηλακίζων)」という骨格をなす。括弧内の ἐκείνοις μὲν γὰρ ἐξῆν... は、将軍たち個人が真の標的ではない理由(金さえ払えば黙らせられた)を述べる挿入節である。

  2. 51πρὸς ὅτῳ τὸν βίον ἐστὶ τῶν μετρίων ἢ καλῶν

    πρὸς ὅτῳ ... ἐστί は「〜に従事している、〜に専念している」という慣用表現(πρός+与格で活動・従事の対象を表す)。中性関係代名詞 ὅτῳ に対し、部分の属格 τῶν μετρίων ἢ καλῶν(中性複数)が掛かっており、「節度ある事柄や立派な事柄のうち何に自らの生活が向いているか」の意となる。

  3. 52ὧν ἄνθρωπος μέτριος γιγνώσκων

    関係詞節内での動詞省略を伴う簡潔表現。先行詞 οὐκ ἄλλʼ οὐδέν(他の何ものも〜ない)に対し、関係代名詞 ὧν は目的格的関係代名詞 ἅ が先行詞の属格に牽引された(吸引)か、または部分の属格として機能している。文脈上 ὧν [τι] ἄνθρωπος μέτριος [γιγνώσκει](分別ある人間が弁えているようなことの何ものも)の意となり、分詞 γιγνώσκων 全体が否定詞 οὐ とともに主語の様態を修飾している。

  4. 55ἐπʼ ἐξαγωγῇ ἀπέδοτο

    法廷・取引の慣用句で、奴隷や自由民を売却する際「国外へ連れ出すこと(ἐξαγωγή)を条件として売る」ことを意味する。アテナイ領内に留まって自由回復を主張したり親族・友人に助けを求めたりすることを防ぐための過酷な条件売却を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg025.humanitext-grc2:50-56